18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποιητικώτερον εἰπὼν τὴν κλεινὴν Λέσβονλευκότερα αἰθερίας χιόνος ἄλφιτα φέρειν,

καὶ ἐπαγαγών· «θεοὶ εἴπερ ἔδουσινἄλφιτα, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει», τὰ δ'

ἄλλα γίγαρτα φαίνεσθαιπρὸς ἐκείνας φάμενος. Ὅτι δὲ διαφέρει ἄρτου μάζα καὶ ὡς

εὐπεπτότερονμάζης ὁ ἄρτος καὶ ὅτι ἀπεναντίας κεῖνται τοῖς καθαροῖς ἄρτοις οἱ

Κιλίκιοιῥυπαροὶ ὄντες καὶ φαιοί, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς.] Ἡ δὲ Ἱστίαια

προπαροξυτόνως μὲν κατὰ τοὺς ἀκριβεστέρους ἀναγινώσκεται ὁμοίως τῷ Νίκαια,

Φώκαια· πολυστάφυλος δὲ ὑπὸ τοῦ ποιητοῦ παρατετηρημένως εἴρηται.

Παρασημειοῦνται γὰρ οἱ παλαιοὶ τὸν ποιητὴν κατὰ μηδέν τι μηδὲ τῶντοιούτων

ψεύδεσθαι ἢ ἀστοχεῖν. γράφεται δὲ καὶ διὰ τοῦ ˉε κατὰ τὴν ἀρχὴν καὶδιὰ τοῦ ˉι, ὥσπερ

καὶ ἡ κατ' οἴκους ἱστία καὶ ἑστία λέγεται· Ἰωνικωτέρα δέ,φασίν, ἡ διὰ τοῦ ˉι γραφή.

ὕστερον δέ, φασίν, ἐκλήθη αὕτη Ὠρεός. ὁ πολίτηςταύτης Ἱστιαιεύς· ὁ δὲ τῆς Θεσσαλικῆς

Ἱστιαίας πολίτης Ἱστιαιώτης. ἦν δὲ καὶγυνὴ σοφὴ Ἀλεξανδρηνὴ κατὰ τὸν Γεωγράφον

τὴν κλῆσιν Ἱστιαῖα ἢ Ἑστιαῖα 1.431 συνεισενεγκοῦσά τι καὶ αὐτὴ εἰς τὴν Ἰλιάδα Ὁμήρου

καὶ ἑτέρα δὲ ἀρχαία ἡρωΐς, θυγάτηρ Ὑριέως, ἀφ' ἧς ἡ πόλις ὠνόμασται. ὁ δὲ Γεωγράφος

λέγει καί,ὅτι ὥσπερ ἀπὸ δήμου Ἀττικοῦ Ἐρετριέων ἡ Ἐρέτρια, ἤγουν ἀπὸ Ἐρετρίατῆς

Ἀθήνησιν, ὡς πρὸ ὀλίγου ἐγράφη, οὕτως ἀπὸ δήμου Ἱστιαιέων ἡ Ἱστιαία.λέγει δὲ καί,

ὅτι Ἱστιαία ὕστερον Ὠρεὸς καὶ οἱ Ἱστιαιεῖς Ὠρεῖται. οἱ δὲ οὐ τοὺαὐτοὺς ἐξ ἀρχῆς φασιν

εἶναι, ἀλλὰ ἰδίᾳ ὄντας τοὺς Ὠρείτας συνοικῆσαι τοῖςἹστιαιεῦσι, καὶ γενηθεῖσαν μίαν

πόλιν ἀμφοτέροις χρῆσθαι τοῖς ὀνόμασιν, ὡς Λακεδαίμων καὶ Σπάρτη ἡ αὐτή. κεῖται δὲ

ἡ Ἱστιαία ὑπὸ ὄρει παρὰ τὸνΚάλλαντα ποταμὸν ἐπὶ πέτρας ὑψηλῆς. διὸ καὶ Ὠρεὸς

ἐκλήθη ἐκτάσει δηλαδὴ τοῦ ˉο εἰς ˉω διὰ τὸ ὀρείους, φασίν, εἶναι τοὺς προοικήσαντας.

δοκεῖ δέ, φασί,καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς ἀφεῖναι αὐτῇ τὸ ὄνομα, οἱ δὲ ἀνάπαλιν ὅτι

καὶ ὁὨρίων ἐνταῦθα τραφεὶς οὕτω λέγεται ὀνομασθῆναι. (ῃ. 538) Ἡ δὲ Κήρινθος

ἐκλήθη ποτέ, φασί, καὶ Ἐλλοπία ἀπὸ Ἔλλοπος, υἱοῦ Τιθωνοῦ· ποταμὸς δὲ περὶ αὐτὴν

Βουδόρας καλούμενος ἢ Βούδορος, φασίν, ὁμώνυμος ὄρει Σαλαμινίῳ.ἔφαλον δὲ ταύτην

ὁ ποιητὴς λέγει, ὡς μὴ ἁπλῶς ἀγχίαλον, ἀλλ' ἐπ' αὐτῆςὡς εἰπεῖν τῆς ἁλός· κατὰ γὰρ

τοὺς παλαιοὺς ταύτης τὰ θεμέλια ὑπὸ θαλάσσηςἁλμίζεται. ὁ δὲ Στράβων πολείδιον

Ἱστιαιέων τὴν Κήρινθον λέγει, ἐπὶ τῇθαλάσσῃ κείμενον. ∆ίου δὲ πτολίεθρον αἰπὺ τὸ

∆ῖον λέγει περιφραστικῶς ἐφ'ὑψηλοῦ, ὡς εἰκός, ἱδρυμένον. κεῖται δέ, φασί, τὸ ∆ῖον

τοῦτο περὶ τὸ Κήναιοντῆς Εὐβοίας ἀκρωτήριον. πολίτης αὐτοῦ ∆ιηνός. ἦν δὲ καὶ

Μακεδονικόν,φασί, ∆ῖον, ἔνθα καὶ Ὀλυμπικὸς ἀγὼν ἐτελεῖτο· καὶ ἄλλαι δὲ πόλεις τὴν

τοῦ ∆ίου κλῆσιν εἶχον, ὡς ὁ τὰ Ἐθνικὰ γράψας δηλοῖ, ἐν αἷς καὶ ἡ κατὰ κοίληνΣυρίαν,

Ἀλεξάνδρου κτίσμα, ἧς τὸ ὕδωρ νοσερόν· ἐφ' ᾧ καὶ ἐπίγραμμα· «νᾶμα τὸ ∆ιηνόν,

γλυκερὸν ποτόν, ἢν δέ γε πίῃς, παύσῃ μὲν δίψης, εὐθὺ δὲ καὶβιότοιο». ὁ δὲ Γεωγράφος

λέγει καί, ὅτι τὸ ∆ῖον ἐν τῷ ῥηθέντι Ὠρεῷ καὶἈθῆναι ∆ιάδες αὐτόθι, κτίσμα Ἀθηναίων.

(ῃ. 539) Ἡ δὲ Κάρυστος ὑπὸ τῇὌχῃ, φασί, κεῖται, ἥτις ἐστίν, ὡς καὶ προερρέθη, ὄρος

μέγιστον τῶν ἐν Εὐβοίᾳ, ἐξ οὗ καὶ ἡ Εὔβοια Ὄχη ὠνομάσθη ποτέ. ἐκλήθη δὲ Ὄχη ἢ διὰ

τὸἐξέχειν, ἐξ οὗ, ὡς εἴρηται, καὶ τὸ ὄχα ἐπίρρημα, ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆς 1.432

ἐκεῖ ὀχείας ἤτοι μίξεως ∆ιὸς καὶ Ἥρας, ἢ διὰ τὴν αὐτόθι τῶν προβάτωνὀχείαν, ἤδη δὲ

καὶ τροφήν· Ἀχαιοὶ γὰρ τὴν τροφὴν ὀχὴν λέγουσιν [ὀξυτόνως εἰςδιαστολὴν τῆς ὀρεινῆς

Ὄχης. γίνεται δὲ ἀπὸ τῆς Ἀργείας ὀχῆς καὶ ἡ εὐωχία κατὰ ἔκτασιν, ὡς εὖ συνέχουσα τὸ

σῶμα. τινὲς δὲ ἄλλως τὴν εὐωχίαν γίνεσθαίφασιν ἀπὸ τοῦ εὖ ἔχειν τοὺς συνιόντας εἰς

εὐφροσύνην τιμῇ τοῦ θείου καὶ εἰςἄνεσιν ἑαυτοὺς καθιέναι.] Λέγεται δέ, φασίν, ἡ Ὄχη

αὕτη καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐκαλεῖτο δὲ ἡ Κάρυστος καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος

δυνάστου,ἀφ' οὗ καὶ πέλαγος Αἰγαῖον. ἦν δὲ καὶ λατόμιον τὸ Μαρμάριον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

273

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!