18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οἱ ἐν τῇ Κύμῃ δὲ τῆς Σικελίας Χαλκιδεῖς. ἦν δὲ καὶ Κορίνθου πόλις Χαλκίς· καὶ Αἰτωλικὴ

δέ, ὅθεν ὁ Ἀχελῷος ῥεῖ, ἧς μέμνηται καὶ ὁ Περιηγητής. ἦσαν δὲ καὶ ἄλλαι,ὧν μία καὶ

Συριακή. Ἰάμβλιχος γοῦν, ὁ μέγας φιλόσοφος, Χαλκιδεὺς ἦν ἐκ τῆςκοίλης Συρίας. νῦν

δὲ καὶ Θρᾳκικὴ λέγεται Χαλκίς. περιφέρονται δὲ καὶ Χαλκιδικὰ ποτήρια, ὡς καὶ ἐν τῇ

κωμῳδίᾳ. ἐκ ποίας δὲ αὐτά εἰσι Χαλκίδος,ζητητέον. ἀνδρείους δὲ τοὺς Εὐβοεῖς

Χαλκιδεῖς ἡ ἱστορία οἶδεν· οἱ γοῦν τοῦχρησμοῦ «ἄνδρες, οἳ πίνουσιν ὕδωρ ἱερῆς

Ἀρεθούσης», οἱ Χαλκιδεῖς λέγονταιεἶναι ὡς ἄριστοι ὄντες· ἔχει γὰρ καὶ ἡ ἐκεῖ χώρα

κρήνην Ἀρέθουσαν, ὡς καὶἀλλαχοῦ δεδήλωται. ἐκ δὲ τῆς Ὁμηρικῆς Χαλκίδος καὶ

χαλκιδίζειν παροιμιακῶς τὸ γλισχρεύεσθαι· ἐπὶ φυλαργυρίᾳ γὰρ ἐκωμῳδοῦντο οἱ κατ'

Εὔβοιαν 1.429 Χαλκιδεῖς. ἡ δὲ γεωγραφικὴ εἴδησις καὶ ταῦτα περιέχει. Χαλκίς, καθ'

ἣνσυνάπτει τῇ ἠπείρῳ μάλιστα ἡ Εὔβοια κυρτὴ προσπίπτουσα πρὸς τοὺς κατὰ τὴν

Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον. λέγει δὲ καί, ὅτι καὶφιλοσόφους

ἔσχον ἄνδρας αὕτη τε καὶ ἡ Εὔβοια, ὡς ἡ σχολὴ δηλοῖ τῶν Ἐρετρικῶν σοφῶν τῶν περὶ

Μενέδημον καὶ ἡ Ἀριστοτέλους ἐν Χαλκίδι διατριβή· εἶχονδὲ καὶ διενέξεις, φησίν, ἀεὶ

περὶ τοῦ Λιλαντίου. καὶ ὅτι ἀμφότεραι πρὸ τῶν Τρωϊκῶν ὑπ' Ἀθηναίων ἐκτίσθησαν καὶ

ὅτι ἀποικίας ἀξιολόγους ἔστειλαν, αἳ καὶ καταλέγονται πολλαχοῦ, καὶ ὅτι μεγάλην ποτὲ

δύναμιν ἔσχον καὶ πολλῶν ἐπῆρχον νήσων καὶ ὅτι τὴν ἀρχαίαν Ἐρέτριαν κατέσκαψαν

Πέρσαισαγηνεύσαντες τοὺς ἐκεῖ, ὕστερον δὲ ἐπεκτίσθη ἑτέρα. καὶ ὅτι Χαλκὶς φέρεταιτὰ

πρωτεῖα καὶ μητρόπολις Εὐβοέων λέγεται, δευτερεύει δὲ ἡ Ἐρέτρια, περὶἧς οἱ παλαιοὶ

τάδε φασίν. Ἐρέτρια ἐκαλεῖτο μὲν καὶ Μελανηῒς ἀπὸ Μελανέως,πατρὸς Εὐρύτου· ἔσχε

δὲ τὴν κλῆσιν ἀπὸ Ἐρετριέως, υἱοῦ Φαέθοντος, ἑνὸςτῶν Τιτάνων. ταύτης ὁ πολίτης

Ἐρετριεύς, οὗ γενικὴ Ἐρετριέως καὶ συναιρέσει Ἐρετριῶς, ὡς Στειριεύς Στειριέως

Στειριῶς, χοεύς χοέως χοῶς, εἶδοςμέτρου, οὗ καὶ αὐτοῦ ἡ αἰτιατικὴ τὸν χοᾶ, ὡς

Πειραιεύς Πειραιέως Πειραιῶς Πειραιᾶ. ἐκωμῳδοῦντο δέ, φασίν, οἱ Ἐρετριεῖς ὡς πολλῷ

τῷ ˉρ ἐν ταῖς ὁμιλίαις χρώμενοι. διὸ καὶ αὐτοί, καθὰ καὶ Ἠλεῖοι, βαρβαρόφωνοι

ἐκαλοῦντο, ὡς ἐνῥητορικῷ εὕρηται Λεξικῷ, διὰ τὸν πλεονασμὸν τοῦ ˉρ. οἱ μέντοι Κᾶρες

ἄλλωςβαρβαρόφωνοι, ὡς φανήσεται. [Εἰ δὲ διὰ τὴν τοῦ ˉῥˉῶ χρῆσιν μόνην

ἐκληροῦντοοἱ Ἐρετριεῖς τὸ βαρβαρόφωνον, τίνες ἂν καλοῖντο οἱ Αἰτωλοὶ

ἀλλόκοταλαλοῦντες, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης παρέπηξεν, οἷς ἔφη περὶ

καινοτέρωνλέξεων· Τὴν γὰρ γέρων γέροντος γενικὴν ἀναγαγόντες εἰς εὐθεῖαν

γράφουσινοὕτω· Μιλασίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, τουτέστιν

ἐπιστέλλομεν οἱ Αἰτωλοὶ τοῖς Μιλησίοις καὶ τὰ ἑξῆς. τὸ δ' αὐτό φησι φαίνεσθαι καὶ

ἐπὶτοῦ παθήματος, ὡς δῆλον ἐκ τοῦ «μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις».] Ὁ δὲ

Γεωγράφος οὐ μόνον ἀπὸ Ἐρετριέως ἀποικήσαντος εἰς αὐτὴν κληθῆναί φησιν, ἀλλὰ καὶ

ἀπὸ Ἐρετρίας καθ' ἑτέρους τῆς Ἀθήνησιν, ἣ νῦν ἐστιν ἀγορά. ὥσπερ1.430 δὲ πολλαὶ

Χαλκίδες, οὕτω καὶ Ἐρέτριαι. ἔστι γὰρ καὶ Θετταλικὴ καὶ περὶ Φάρσαλον δέ. ἴσχυσαν δέ,

φασί, ποτὲ πολλὰ οἱ Ἐρετριεῖς καὶ πόλεις δὲ πολλὰς ἡ Ἐρέτρια, ὡς καὶ ἡ Χαλκίς,

συνῴκισε. κατεσκάφη δέ, ὡς εἴρηται, ἡ παλαιὰἘρέτρια, ἡ ἐν Εὐβοίᾳ τῇ νήσῳ, ἡ παρ'

Ὁμήρῳ δηλαδή· ἐπεκτίσθη δὲ ὕστερον ἑτέρα, ἧς μεμνημένος ἐν ἄλλοις ὁ Γεωγράφος

φησίν· «ἡ δὲ νῦν Ἐρέτριακατὰ τὸν Ὠρωπόν». λέγει δὲ καί, ὅτι μετὰ Γεραιστὸν Ἐρέτρια

πόλις μεγίστη τῆς Βοιωτίας μετὰ Χαλκίδα. ἔπειτα ἡ Χαλκὶς μητρόπολις τῆς νήσου

τρόποντινὰ ἐπ' αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη ἀντικρὺ Αὐλίδος. ἐκαλεῖτο δέ ποτε ἡἘρέτρια

καὶ Ἀρότρια. Ὅμηρος δὲ διὰ μέτρον Εἰρέτριαν καλεῖ ἐπενθέσει τοῦἰῶτα. [Ἰστέον δὲ καί,

ὅτι Σώπατρος ἱστορεῖται λευκάλφιτον λέγειν τὴν Ἐρέτριαν, ἐπεὶ διάφοροι αἱ ἐκ ταύτης

μάζαι, ὡς καὶ αἱ ἐκ τῆς Τέω. Ἀρχέστρατος μέντοιἄλλως ὑπερφωνεῖ τὸν τοιοῦτον ῥήτορα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

272

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!