18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἰλῆος ταχὺς Αἴας», ὡς ἄρθρου ὄντος τοῦ ˉο,ἵνα λέγῃ, ὅτι ὁ τοῦ Ἰλῆος Αἴας. τοῦτο δὲ

οὐχ' Ὁμηρικόν, εἴ τις ἐπὶ νοῦν λάβοι τὸ «οὐδ' ἂρ Οἰληϊάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο».

(ῃ. 530) Τὸ Πανέλληνας δὲ οὐ κατὰ Ζηνόδοτον ἀλλ' Ὁμηρικῶς ἑρμηνευτέον κατὰ τοὺς

παλαιοὺςλέγοντας τὸ Πανέλληνας καὶ Ἀχαιούς ἀντὶ τοῦ Θεσσαλοὺς καὶ Ἀργείους, ἵνα

ἀντιδιαιρῇ τοῖς ὅλοις Ἀργείοις τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λεγομένους ἰδίως Ἕλληνας κατά

τινα ἐξοχήν. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃ. 531) Ἡ δὲ Κῦνος ἄκρα τις τερματίζουσα τὸν

Ὀπούντιον κόλπον, ἐπίνειον Ὀπόεντος πόλεως Λοκρῶν Ἐπικνημιδίων τῶν πέραν

Εὐβοίας κατὰ τὸν ποιητήν, ἀφ' ἧς ἦν καὶ ὁ τοῦἈχιλλέως συγγενής τε καὶ ἑταῖρος

Πάτροκλος, κληθείσης οὕτως ἀπὸ Ὀπόεντος ἄρξαντος ἐν αὐτῇ. Ἐθνικὸν τοῦ Ὀπόεις

Ὀποείσιος, ὡς Σιμόεις Σιμοείσιος.ὥσπερ δὲ πλακόεις καὶ ἐν συναιρέσει πλακοῦς καὶ

Σιμόεις Σιμοῦς, οὕτω καὶὈπόεις Ὀποῦς καὶ κλίνεται Ὀποῦντος. καὶ τὸ ἐθνικὸν ἐξ αὐτοῦ

Ὀπούντιοςὡς ὑποδηλοῖ καὶ ὁ Κωμικός, ἔνθα Ὀπούντιόν τινα σκώπτει Ἀθηναῖον, ἄνδρα

μὴ ἀκεραιούμενον τὴν συζυγίαν τοῖν ὀφθαλμοῖν. ὠνόμασται δὲ Κῦνος ἀπὸ Κύνου,

Λοκροῦ ἀνδρός· Ὀποῦντος γάρ, φασί, Κῦνος, οὗ Ὁδοιδόκος, οὗὈϊλεύς. οἱ δὲ παλαιοί

φασι καὶ ταῦτα· Ἀμφικτυόνος καὶ Χθονοπάτρας ἀπόγονος Φύσκος, οὗ Λοκρός, ὧν ἀπὸ

μὲν Φύσκου Φύσκοι πρώην, ἀπὸ δὲ Λοκροῦ Λοκροὶ οἱ αὐτοὶ ὠνομάσθησαν· Λοκροῦ δὲ

Ὀποῦς, πρὸς ὃν διενεχθεὶς ὁ πατὴρ Λοκρὸς ἐᾷ μὲν ἄρχειν ἐκεῖνον, αὐτὸς δὲ οἰκεῖ τὰ

πρὸς ἑσπέραν τοῦ Παρνασσοῦ ἔχων ὑφ' ἑαυτὸν τοὺς ἐκεῖ, οἳ Ἑσπέριοί τε καὶ Ὀζόλαι

ἐκαλοῦντοπερὶ Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας, φασί, πλευρᾶς οἰκοῦντες κατὰ Κρισσαῖον

πεδίον,ἀφ' ὧν ὕστερον καὶ ἀποικία εἰς Ἰταλίαν ἐστάλη, ἔνθα Λοκροὶ οἱ Ἐπιζεφύριοι, ὧν

καὶ ὁ Περιηγητὴς μέμνηται, οὓς Πίνδαρος ἐπαινεῖ ὡς εὐνομουμένους καὶ 1.426 λογίους

καὶ μαχίμους. καὶ οἱ μὲν ἄλλοι ταῦτα περὶ Ὀπουντίων. ὁ δὲ Γεωγράφοςκαὶ μητρόπολιν

Λοκρῶν τῶν Ἐπικνημιδίων τὴν Ὀποῦντα λέγει. ὑποδηλῶν δὲ αὐτὴν καὶ

παραθαλασσίαν Ὀπούντιον κόλπον ἱστορεῖ, παρώνυμον αὐτῇ, καὶἨλείους δέ τινας

Ὀπουντίους λέγει, ὧν οὐκ ἄξιον, φησί, μεμνῆσθαι. Καλλίαρος δὲ ἀπὸ Καλλιάρου, φασίν,

ὠνόμασται, υἱοῦ Ὁδοιδόκου καὶ Λαονόμης. οἱ δὲ Καλλίαρα οὐδετέρως φασὶ διὰ τὸ

εὐήροτον τῆς ἐκεῖ γῆς. Ἐθνικὸν δὲ ταύτης οἱ Καλλιαρεῖς. (ῃ. 532) Ἡ δὲ Βῆσσα ὅτι μὲν

κατά τινας δι' ἑνὸς γράφεται ˉσ,εἴρηται πρὸ βραχέων. Ἡρωδιανὸς δὲ διὰ δύο ˉσ γράφει.

ὠνομάσθη δέ, φασίν,ἀπὸ τῆς τόπου φύσεως, ναπώδους οὔσης. ἦν δὲ καὶ ἔθνος

Θρᾳκικὸν οἱ Βῆσσοι. ἀρέσκει δὲ καὶ τῷ Γεωγράφῳ ἡ διὰ τῶν δύο ˉσ γραφὴ τῆς

Βήσσης·ἀπὸ γὰρ τοῦ αὐτόθι δρυμώδους, φησίν, ὠνόμασται ὁμωνύμως. ὁ δὲ ἐν τῇ

Ἀττικῇ,φησί, δῆμος ἡ Βῆσα ἐν τῷ ἑνὶ ˉσ, ἐξ οὗ οἱ δημόται Βησαιεῖς. Ἡ δὲ Σκάρφηκεῖται,

φασιν, ἐγγὺς Θερμοπυλῶν· ὠνόμασται δὲ ἀπὸ Σκαρφείας ἐνδόξου τινὸςγυναικός. κατὰ

δὲ τὸν Γεωγράφον ἐφ' ὕψους ἡ Σκάρφη κεῖται χώραν εὔκαρπονκαὶ εὔδενδρον ἔχουσα·

καλεῖται δέ, φησί, νῦν Φαρύγαι καὶ ἔχει ΦαρυγαίαςἭρας ἱερόν. λέγει δὲ καί, ὅτι

Σκάρφεια εἶτα Νίκαια καὶ αἱ Θερμοπύλαι καὶ ὅτι Σκάρφεια σταδίοις δέκα ὑπέρκειται

θαλάσσης διέχουσα Θρονίου σταδίουςτριάκοντα. καὶ ὅρα ὅτι καὶ Σκάρφην τὴν αὐτὴν

λέγει καὶ Σκάρφειαν, ὡς δοκεῖκαὶ τῷ τὰ Ἐθνικὰ γράψαντι. φασὶ δὲ καί, ὅτι ἐκ θεμελίων

ἡ πόλις αὕτη ἀνερρίφη,ὥστε καὶ σώματα καταδῦναι χιλίων ἑπτακοσίων οὐκ ἐλάττω.

Αὐγειαὶ δὲ οὐ μόνον Λοκρικαί, ὧν ὁ πολίτης Αὐγεάτης, ἀλλὰ καὶ Λακωνικὴ πόλις ἐστὶν

ὁμώνυμος.(ῃ. 533) Τάρφη δὲ διὰ τὴν τῆς ὕλης πυκνότητα· ταρφέα γὰρ τὰ πυκνὰ

καὶτάρφος τὸ δάσος. Ὅμηρος «βαθείης τάρφεσιν ὕλης». Τὸ δὲ Θρόνιον τὸ κατὰ

τὴνμεσογαῖαν τῆς Κνημῖδος–τῶν Ἐπικνημιδίων γάρ ἐστι Λοκρῶν–αὐτὸ μὲνοὐκ

ἐγκαθημένους ἔχει τοὺς παλαιοὺς εἰς τὸν περὶ αὐτοῦ πολὺν λόγον. ὁ δὲ Βοάγριος

ποταμός, ὁ παραρρέων αὐτό, ἠξίωται πλείονός τινος λόγου. φησὶγοῦν ὁ Γεωγράφος, ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

270

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!