18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

«ὑστάτην» κατ' Εὐριπίδην ἀφεῖναι «ὄπα» καὶ κυρῶσαι τὸ δοκοῦν, ὡς πολλαχοῦ δηλοῖ

ὁποιητής, ὃς ἐνταῦθα μὲν τοῦ δήμου λαλήσαντος τὰ ὑπὲρ Χρύσου φησὶν ὡςοὐχὶ τῷ

βασιλεῖ ταῦτα ἤρεσεν· ἐν δὲ τῇ ἦτα ῥαψῳδίᾳ ποιεῖ τὸν αὐτὸν βασιλέατοῖς τοῦ δήμου

ἀρεσκόμενον καὶ λέγοντα, ὡς οἱ μὲν Ἀχαιοὶ ταῦτα «ὑποκρίνονται,ἐμοὶ δ' ἐπιανδάνει

οὕτω». [Ἰστέον δὲ ὅτι τε κοινότερον τοῦ λίτω ἐνεστῶτοςδι' ἑνὸς ταῦ γραφομένου τὸ

λίσσομαι καὶ τὰ ἐξ αὐτοῦ ἀναγκαίως διὰ δύο ˉσ γράφονται καὶ ὅτι τὸ ἑλίσσετο

ἐβιάσαντό τινες δασῦναι, ἵνα ᾖ, ὡς ἐστρέφετο εἰςπάντας δυσωπητικῶς.] (ῃ. 16) Ὅτι ἐν

τῷ «Ἀτρείδα δύω κοσμήτορε λαῶν» δοκεῖ παρέλκειν τὸ δύω. πάντως γὰρ ὁ ἀκούσας

«Ἀτρείδα κοσμήτορε λαῶν»δύο νοεῖ, εἰ καὶ μὴ ῥητῶς τὸ δύο πρόσκειται. τοιοῦτον καὶ τὸ

«δύο δοῦρε» καὶἕτερα. καλοῦσι δὲ καὶ τοῦτο ἀδολεσχίαν οἱ σοφοί, ὅτε δηλαδὴ τὸ ἀπό

τινοςνοούμενον λέξεως προστεθείη ἐκ περισσοῦ ἐκφωνηθὲν καὶ οὕτω

διττολογηθῇ.τοιοῦτον καὶ τὸ «Πριαμίδην νόθον υἱόν». καὶ γὰρ καὶ ἐνταῦθα, ἐπειδὴ τὸ

εἰπεῖν Πριαμίδην τὸν υἱὸν δηλοῖ τοῦ Πριάμου, παρελκόντως κεῖται τὸ «νόθον υἱόν»καὶ

ἀδολεσχία τις εἶναι καὶ αὐτὸ δοκεῖ· λέγει γὰρ Πριάμου υἱὸν νόθον υἱόν. ὅμοιονκαὶ παρὰ

τῷ Κωμικῷ τὸ «διὰ μικρὸν ἀργυρίδιον». καὶ δίχα γὰρ τοῦ μικρόν ἀργύρου σμικρότητα

δηλοῖ τὸ ἀργυρίδιον. ἔχουσι δὲ ἀπολογίαν τὰ τοιαῦτα,οὐ μόνον τὸν συνήθη τῇ ποιήσει

πλεονασμόν, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς τοιαύτης προσθήκης σαφήνειαν. καθόλου γὰρ

οὐδεμίαν προσθήκην κενῶς ἀπορριπτεῖὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ φανεῖται

σαφέστερον. [περὶ δὲ τοῦ τοιούτου σχήματοςῥηθήσεταί τι καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ. οὐκ

ἄδηλον δὲ οὐδ' ὅτι τὸ «δύω» τινὲς εἰς τὸ»κοσμήτορε» συνέταξαν, ἵνα ᾖ τοὺς δύο

βασιλεῖς.] Κοσμήτορας δὲ πολλαχοῦ 1.43 τοὺς ἡγεμόνας λέγει, ὡς κοσμοῦντας ἤτοι

εὐτακτοῦντας τὸν λαόν. κόσμοςγὰρ ἡ τάξις ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, ἀφ' οὗ καὶ ὁ

πάντων περιεκτικὸςκόσμος, ὃν εὐτάκτως ἡ πρόνοια ἔταξεν. [ἀγαθὴ δὲ καὶ ἄλλως εἰς

ἔπαινονἡ λέξις. ἀπ' αὐτῆς γὰρ κόσμιος ἀνὴρ καὶ πρᾶγμα κατὰ κόσμον πραχθὲν τὸ

εὔκοσμον, οὗ τὸ ἀνάπαλιν ἄκοσμον καὶ «μάψ, ἀτὰρ οὐ κατὰ κόσμον» γινόμενον.] Τὸδὲ

δύω δύναται μὲν καὶ διὰ τοῦ ˉο μικροῦ σῴζειν τὸ μέτρον, ἡ πλείων δὲ γραφὴἐκτείνει

αὐτὸ κατὰ ἀναλογίαν τῶν εἰς ˉω ληγόντων δυϊκῶν ὀνομάτων. εἰ δέ τιςμέμφεται τοῦτο,

μεμφέσθω καὶ τὸ δυοῖν καθ' ὁμοίαν ἀναλογίαν ἐκφωνηθὲν καὶτὸ τρεῖς καὶ τὸ τριῶν καὶ

τὸ τρισίν, ὧν κλίσις μὲν διόλου οὐκ ἔστιν, αὐτὰ δὲὅμως πρὸς ὁμοιότητα πτώσεων

ὀνομάτων ἐκπεφώνηται. [μαρτυρεῖ δὲ τῇ τοῦδύω διὰ τοῦ ˉω μεγάλου γραφῇ καὶ τὸ

κοινῶς γραφόμενον δυώδεκα, ἐξ οὗ τὸδώδεκα.]

(ῃ. 17) Ὅτι ὥσπερ θώραξ ὅπλον σκέπον τὸν τοῦ ἡμετέρου σώματοςθώρακα, οὕτω

καὶ κνημὶς τὸ σκέπον τὰς κνήμας τῶν στρατιωτῶν. ἀφ' οὗ εὐκνήμιδες Ἀχαιοὶ ἀπὸ

μέρους οἱ εὔοπλοι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται πλατύτερον.ἀρετὴ γὰρ στρατιώτου καὶ

ἡ τῶν ὅπλων διευθέτησις. ὅτι δὲ καὶ ἐπὶ ὀρεινῶντινων μερῶν, [ὥσπερ οἱ κνημοί, οὕτω

καὶ] αἱ κνημῖδες λέγονται, ἀλλαχόθιγνωσόμεθα. ἐκτείνει δὲ τὴν λήγουσαν Ἀττικῶς καὶ

ἡ κνημὶς καὶ τὸ εὐκνήμις.βαρύνεται δὲ τὸ εὐκνήμις κανόνι τοιούτῳ· τὰ εἰς ˉιˉς θηλυκὰ

ὀξύτονα εἰ μὲν ἐντῇ συνθέσει φυλάσσει τὸ θηλυκὸν μόνον γένος καὶ τὸν αὐτὸν τόνον

φυλάσσει,οἷον· σκελίς, περισκελίς. εἰ δὲ μεταληπτικὰ γίνονται καὶ ἀρσενικοῦ

γένους,μεθίστανται εἰς βαρεῖαν τάσιν, οἷον· ἐλπίς, δύσελπις. τοῦτο γὰρ κοινόν ἐστιτῷ

γένει. ταύτῃ τοι καὶ τὸ καταιγίς μὲν ὀξύνεται ὡς μονογενές, τὸ δὲ μελάναιγιςβαρύνεται.

οὕτω δὲ καὶ τὸ κληΐς εὐκλήϊς, κνημίς εὐκνήμις. ὁμοίως καὶ ψηφίςπολυψήφις, ὡς τὸ

«πολυψήφιδα παρ' ὅρμον φεύγειν». καὶ οὕτω μὲν τὸ εὐκνήμιςβαρύνεται,

μακροκαταληκτεῖ δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, καθότι, ὡς καὶτῷ Ἡρωδιανῷ δοκεῖ,

τὰ μὲν βαρύτονα τῶν εἰς ˉιˉς ληγόντων συστέλλεται, τὰ δὲὀξύτονα ἐκτείνεται. τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

27

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!