18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ ἑτέρωνὄντων. οὗτοι μὲν γὰρ Ἐπικνημίδιοι κατὰ τοὺς παλαιούς. εἰσὶ δὲ καὶ Ὀζόλαι,

κείμενοι μὲν περὶ τὰ δυτικὰ τῆς Φωκίδος, κληθέντες δὲ Ὀζόλαι ἢ διὰ τὴν ἐν τοῖςτοῦ

Περιηγητοῦ ῥηθεῖσαν αἰτίαν ἤ, διότι, φασίν, αἰγονόμοι εἰσὶ καὶ τραγᾶςἀβυρσεύτους καὶ

δυσώδεις ἀμφιέννυνται. τραγαῖ δέ εἰσι περισπωμένως αἱ τῶντράγων δοραί, ὡς καὶ

λεονταῖ καὶ παρδαλαῖ αἱ τῶν λεόντων καὶ τῶν παρδάλεων. Στράβων δὲ περὶ Λοκρῶν

καὶ ταῦτα φησίν· «Ἑσπερίων Λοκρῶν Ὅμηρος οὐμέμνηται». εἰπὼν δέ· «οἳ ναίουσι πέρην

Εὐβοίης» ἐμφαίνει μὴ μόνον τούτουςεἶναι οὓς λέγει, ἀλλὰ καὶ ἑτέρους. τὸ γάρ «οἳ

ναίουσι πέραν Εὐβοίας» πρὸςδιαστολήν, φησί, τῶν ἑσπερίων εἴρηκε. διαιρεῖ δὲ ὁ αὐτὸς

τοὺς παρ' Ὁμήρῳεἰς Ἐπικνημιδίους καὶ Ὀπουντίους, ὥστε καὶ δύο γένη Λοκρῶν καθ'

Ὅμηρον,ἤγουν οἱ Ἐπικνημίδιοι ἅπαντες κοινῶς καὶ αὖ πάλιν κοινῶς οἱ ἕτεροι,

τουτέστινοἱ ἑσπέριοι οἱ καὶ Ὀζόλαι. καὶ τρία δέ εἰσι γένη τῶν αὐτῶν, ἐάν τις

ὑποδιέλῃκατά τινα ἐξοχὴν ἢ διαφορὰν τοὺς Ὀπουντίους ἀπὸ τῶν Ἐπικνημιδίων, περὶ

ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. λέγει δὲ ὁ Στράβων καί, ὅτι ἑσπερίοις 1.424

μὲν Λοκροῖς συνεχεῖς Αἰτωλοί, Ἐπικνημιδίοις δὲ Ἐνιᾶνες, καὶ ὅτι ἡ Ναύπακτος, ἣν

Φίλιππος Αἰτωλοῖς προσέκρινεν, ἀπὸ ναυπηγίας Ἡρακλειδῶν ἢ Λοκρῶνἐκλήθη στόλον

ἐκεῖ ναυπηγησαμένων· καὶ ὅτι Παρνασσοῦ τὸ πρὸς δύσινπλευρὸν Ὀζόλαι Λοκροὶ

κατέχουσιν, οἱ καὶ ἑσπέριοι, τὸ δὲ νότιον οἱ ∆ελφοί. καὶοὕτω μὲν ταῦτα. Λέγει δὲ καὶ

οὕτως ὁ Γεωγράφος· ἡ Λοκρὶς ὑπὸ Παρνασσοῦδιῄρηται δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου

μέρους κειμένη τῷ Παρνασσῷ καὶκαθήκουσα ἐπὶ τὸν Κρισσαῖον κόλπον, ἡ δὲ ἐκ τοῦ

πρὸς ἕω, τελευτῶσα δὲ ἐπὶτὴν πρὸς Εὐβοίᾳ θάλασσαν. καλοῦνται δ' οἱ μὲν ἑσπέριοι

Λοκροὶ καὶ Ὀζόλαι,οἱ δὲ ἕτεροι οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι

καὶ Βοιωτοῖς, οἱ δὲ Ἐπικνημίδιοι ὑπὸ ὄρος Κνημῖδα, Οἰταίοις καὶ Μαλιεῦσι πρόσοικοι.

καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς λέγει, ὅτι εἵποντο τοῖςὉμηρικοῖς Λοκροῖς νῆες

τεσσαράκοντα. καὶ ὅρα τὸ «εἵποντο» γλυκέως τελεχθὲν καὶ πλεονασθέν· πλέον γὰρ

ἤπερ δεκάκις ἡ λέξις ἐν τῷ τῶν νεῶν Καταλόγῳ κεῖται· καὶ ὅτε δὲ εἴπῃ «τῶν δὲ

τριάκοντα νῆες ἐστιχόωντο» καὶ «τῶν μὲνπεντήκοντα νῆες κίον» ἤτοι ἐπορεύοντο,

γλυκέως λέγει ὡς εἴπερ ἐμψύχως ἐκινοῦντο αἱ νῆες. ἔχει δέ τι γλυκύτητος καὶ τὸ «ὁ

δεῖνα τόσας ἄγε νῆας», διὰ τὸἄγειν ἐπὶ ἐμψύχων μὲν καὶ αὐτὸ εἰωθὸς λέγεσθαι, ὡς καὶ

τὸ εἵποντο, τεθὲν δὲἐνταῦθα ἐπὶ νεῶν. διαφόρως δὲ ὁ πολύστροφος τὴν γλῶσσαν

Ὅμηρος φράζεικαὶ τὰ περὶ τὰς νῆας, οἷον «τῶν μὲν τόσαι νῆες κίον» καὶ πάλιν «τῶν δὲ

τόσαινῆες ἐστιχόωντο» καὶ «τοῖς δὲ ἅμα τόσαι νῆες ἕποντο» καὶ «τῶν ἑκατὸν

νηῶνἦρχεν» ἤ «ἡγεμόνευεν ὁ δεῖνα» καὶ «ὁ δεῖνα τόσας νῆας ἄγεν», καὶ

χορεύειἀνακυκλῶν τὰ τοιαῦτα ὁ ποιητής· πλεονάζει δέ, ὡς εἴρηται, τῷ «νῆες

τόσαιἕποντο». (ῃ. 529) Ἰστέον δὲ ὅτι ἀθετοῦσί τινες, ἐν οἷς καὶ Ζηνόδοτος, τὸ»ἀλλὰ

πολὺ μείων» καὶ τὰ ἑξῆς, οὐ μόνον διότι οὐ χρή, φασί, διλογεῖν· εἶπεγὰρ ἤδη, ὅτι μείων

καὶ οὔτι τόσος γε, ἀλλὰ καὶ διὰ τὸ λινοθώρηξ. οἱ Ἕλληνεςγὰρ χαλκοχίτωνες· ἀλλὰ καὶ

διὰ τὸ Πανέλληνας· οὐ γὰρ λέγει, φησίν, Ἕλληναςὁ ποιητής, ἀλλ' Ἀργείους, ∆αναούς,

Ἀχαιούς· διότι οὐδὲ Ἑλλάδα, φησί,λέγει τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων χώραν, ἀλλὰ

μίαν τινὰ πόλιν Θετταλικὴνκαὶ τοὺς ἐκεῖθεν Ἕλληνας, ὡς κατωτέρω δηλωθήσεται. οἱ

δὲ τὸν ῥηθέντα Ζηνόδοτον μεμφόμενοι ἐφ' οἷς, ὡς εἴρηται, ἠθέτηκε, φασὶ πρὸς ἄλλοις

καὶἀναγκαῖον εἶναι τὸ χωρίον. ποιότητα γὰρ προσώπων δηλοῖ καὶ προσυνίστησιν,ὅτι

ἥττων τοῦ Σαλαμινίου τὸ μέγεθός ἐστιν ὁ Λοκρός. (ῃ. 527) Τὸ δὲ Ὀϊλεύςψιλωτέον κατὰ

τὴν ἄρχουσαν ὡς ἓν μέρος λόγου κατὰ τὸν Ὅμηρον. Ἡσίοδος δέ, φασί, καὶ Στησίχορος

διχῶς αὐτὸ προάγει· οὐ γὰρ μόνον τρισυλλάβως 1.425 Ὀϊλεύς, ἀλλὰ καὶ δισυλλάβως

Ἰλεύς. τοῦτο δὲ καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων, οἳ καὶ δασύνουσιν ἐνταῦθα τὸ «ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

269

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!