18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔστιν ἀκριβῶς εἰπεῖν. οὐ πολὺν δὲ λόγον ἔσχε παρὰ τοῖς παλαιοῖς. φασὶ δὲ τοὺς

ἐγχωρίους καὶ σὺν τῷ ˉσ λέγειν αὐτὴν Ὑσάμπολιν. Ἡ δὲ γεωγραφικὴ ἀκρίβεια

παραδίδωσιν, ὅτι Ἀνεμώρεια ἡ προσεχῶς ἀνωτέρω ῥηθεῖσα Ὑάμπολις μετωνομάσθη, εἰς

ἣν ἐξέπεσον ἐκ Βοιωτίας Ὕαντες. ἑτέρα δὲ αὕτη τῆς ἐν Παρνασσῷφησιν Ὑαμπόλεως.

καὶ ὅρα ὅτι τρεῖς ἐντεῦθεν Ὑαμπόλεις ἀναφαίνονται, ἥ τε1.422 Ὁμηρικὴ αὕτη, ἥ τε

μετονομασθεῖσα ἐξ Ἀνεμωρείας Ὑάμπολις καὶ τρίτη ἡ Παρνασσία. ἐν ἄλλοις δέ φησιν ὁ

Γεωγράφος, ὅτι Ὕαντες τῆς Φωκίδος Ὕανπόλιν ἔκτισαν· ἴσως δὲ καὶ Ὑάμπολις ἡ

τοιαύτη ἐν ἑνὶ μέρει λόγου· καὶ ὅτιὝαντες ἐκ Βοιωτίας ἀπελθόντες Αἰτωλοῖς

συνῴκησαν. (ῃ. 523) Ἡ δὲΛίλαια πόλις λέγεται καὶ αὐτὴ Φωκική, ὁμώνυμος Λιλαίᾳ τῇ

τοῦ Κηφισσοῦ.ἔκειτο δὲ παρὰ τὸν Παρνασσόν. εἰ δὲ καὶ ἀπὸ τοῦ λιλαίω, τὸ ἐπιθυμῶ,

γίνεται,οὐκ ἔστι διαβεβαιώσασθαι τὸν μὴ ἐξ ἱστορίας συγκροτούμενον. περιρρέει δὲ

ταύτην ὁ ἐνταυθοῖ παρεισρυεὶς τῷ Ὁμηρικῷ λόγῳ Κηφισσός, μᾶλλον δὲ τὰς

πηγὰςαὐτόθεν ποθὲν ἔχει, ὡς προσεχῶς δεδήλωκεν ὁ ποιητής, ᾧ συμφωνῶν

καὶἩσίοδος περὶ Κηφισσοῦ λέγει· «ὅς τε Λιλαίηθε προχέει καλλίρροον ὕδωρ».λέγει δὲ

καὶ ὁ Γεωγράφος, ὅτι Κηφισσὸς ἐκ Λιλαίας πόλεως Φωκικῆς τὴν ἀρχὴνλαμβάνει καὶ ὅτι

εἰς τὴν Κωπαΐδα ἐκδίδωσιν. ἔστι δὲ καὶ ἄλλος Κηφισσὸς διὰ Φωκέων ῥέων, φασί, καὶ

ἐμβάλλων εἰς τὸν Κορινθιακὸν κόλπον. καὶ Ἀττικὸς δέ ἐστι Κηφισσὸς καὶ Σαλαμίνιος

καὶ Ἀργεῖος καὶ Σικυώνιος. καὶ λίμνη δὲ Βοιωτίας ἐστὶ Κηφισσίς, ἡ λεγομένη καὶ Ὑλικὴ

παρωνύμως τῇ Βοιωτικῇ Ὕλῃ. οἱ δὲ παρὰ τὸν Κηφισσὸν ποταμὸν Ἐπικηφίσσιοι

λέγονται, ὑπὸ δέ τινων Παραποτάμιοι. ὁ δὲ Γεωγράφος ἑπτὰ μετρεῖ Κηφισσούς. (ῃ. 527–

9) Ὅτι Λοκρῶνἡγεμόνευεν Ὀϊλέως ταχὺς Αἴας, μείων. εἶτα ἑρμηνεύων τὸ μείων, ἵνα μή

τιςνοήσῃ καὶ αὐτὸν τυτθὸν τὸ δέμας κατὰ τὸν Τυδέα, ἐπάγει· «οὔτι τόσος γε ὅσος

Τελαμώνιος Αἴας». καὶ ὅρα τοὺς δύο στίχους εἰς τὸ Αἴας καταλήγοντας κατὰσχῆμα

κάλλους ὁμοιοκατάληκτον. ἐπεὶ δὲ τὸ «οὔτι τόσος» ἀορισταίνει καὶαὐτὸ καὶ οὐ δηλοῖ,

πόσον ἦν ὁ Λοκρὸς Αἴας ἥττων τοῦ Σαλαμινίου Αἴαντος,ἐπιφέρει· «ἀλλὰ πολὺ μείων».

διὸ καὶ Αἴας ἐκεῖνος ὁ μέγας ἐλέγετο, ἔτι δὲ καὶὁ μείζων, ὡς παρὰ Σοφοκλεῖ. εἶτα ὁ

ποιητὴς παραφράζων τὸ μείων φησίν·»ὀλίγος μὲν ἔην». (ῃ. 529 ς.) Λέγει δὲ καὶ ὅτι

λινοθώρηξ ἦν. φανήσεται γὰρ ὅτι 1.423 πεζῶν ἦρχεν, ὅθεν οὐδὲ αὐτὸς σιδηροῦ χιτῶνος

πάνυ ἐδέετο. «ἐγχείῃ δέ», φησίν,»ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς», ἤγουν

ἐγχέσπαλος ἦν καὶ αἰχμητής, εἰκαὶ μὴ τοιούτων ἦρχεν ἀλλὰ σφενδονητῶν τε καὶ

τοξοτῶν καὶ τοιούτων τινῶν.ὅτι δὲ τοιοῦτοι οἱ Λοκροί, δηλώσει καὶ ὁ ποιητὴς ἐν τοῖς

ἑξῆς εἰπὼν μὴ σταδίανὑσμίνην μέλειν τοῖς Λοκροῖς, ἀλλὰ τόξα καὶ σφενδόνας. τοιοῦτοι

δέ τινες καὶ οἱ Αἰτωλοί, ὡς ἐν τῷ περὶ αὐτῶν λόγῳ φανήσεται. φέρεται δὲ ἀπ' αὐτῶν

παροιμίαἥδε· «Λοκρῶν σύνθημα» ἐπὶ ἀπατεώνων. δοκοῦσι γὰρ Λοκροὶ

Πελοποννησίοιςσυνθέμενοί ποτε, εἶτα Ἡρακλείδαις βοηθῆσαι. Ἰστέον δὲ ὅτι κατὰ τὴν

ἱστορίαν οἱ Ὀπούντιοι Λοκροὶ γραφὰς ἤτοι εἰκόνας γεγραμμένας τῶν δύο

Αἰάντωνἔχοντες οὐ κατὰ τὸν ποιητὴν ἔγραψαν, ἀλλ' ἐτόλμησαν μείζονα τὸν ἴδιον

γράψαι.(ῃ. 531–3) Ἐνέμοντο δέ, φησίν, οἱ ὑπ' αὐτὸν πόλεις ταύτας· Κῦνον Ὀπόεντά τε,

ἤτοι τὴν Ὀποῦντα, καὶ Καλλίαρον Βῆσάν τε, δι' ἑνὸς ˉσ λεγομένην κατάτινας πρὸς

διαστολὴν τῆς ὀρεινῆς βήσσης, Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιόν

τε Βοαγρίου ἀμφὶ ῥέεθρα, ὡς τοῦ Βοαγρίου ποταμοῦ ἐκεῖσέπου ῥέοντος. (ῃ. 535) Εἶτα

μετὰ ὀκτὼ στίχους τοὺς διὰ μέσου ἐπαναλαβώνφησι· «Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς

Εὐβοίης». ἡ δὲ τοιαύτη ἐπανάληψιςὁμοία μέν ἐστι τῇ πρὸ ταύτης, ἐν ᾗ τοὺς Φωκέων

στρατηγοὺς μετὰ ἑπτὰ στίχουςἐπανέλαβε, κατορθοῖ δὲ δύο τινά. τήν τε γὰρ ἐφεξῆς

ἱστορίαν προκαλεῖται·αὐτίκα γὰρ περὶ Εὐβοίας ἐρεῖ· καὶ Λοκρῶν διαφορὰν ἐμφαίνει ὡς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

268

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!