18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παρίσους ἡ κυπάρισσος κλάδους».] ἐκάλουν 1.420 δὲ αὐτὴν καὶ Κυπαρισσοῦντα καὶ

Ἀπολλωνιάδα, πρότερον δέ ποτε καὶ Ἔραννον [ἐν δυσὶ νῦ πρὸς διαστολὴν τοῦ ἐν

Ὀδυσσείᾳ ἐράνου, οὗ χρῆσις τὸ «ἐπεὶ οὐκἔρανος τάδε γ' ἐστί», πρὸς ὃ παίζων τις

παλαιὸς συνήλειψε καὶ εἶπε γ' ἔρανονκαὶ ἠπάτησε τὸν ἀκούσαντα, ὡς δῆθεν περὶ ζῴου

γεράνου λαλῶν.] ἔκειτο δὲ ἐν Παρνασσῷ κατὰ τοὺς ∆ελφούς. Ἡ δὲ Πυθὼν πάλαι μέν

ποτε Παρνασσία ἐκαλεῖτο νάπη ἀπὸ Παρνασσοῦ, ὄρους παρακειμένου· εἶτα Πυθὼν

ἐκλήθη διὰτὸν ἐκεῖ τοξευθέντα ὑπὸ Ἀπόλλωνος καὶ σαπέντα δράκοντα, ὡς ἐκ τοῦ πύθω

τὸσήπω, ἐξ οὗ τὸ «σοῦ δ' ὀστᾶ πύσει ἄρουρα», ἢ διὰ τὸ δύνασθαι τοὺς ἐκεῖχρωμένους

πυθέσθαι τὰ μέλλοντα ἤτοι μαθεῖν, ὅθεν καὶ Πύθιος Ἀπόλλων ὁἐκεῖ τιμώμενος καὶ

ἑορτὴ λαμπρὰ καὶ ἀγῶνες τὰ Πύθια καὶ προφῆτις Πυθιάςκαὶ πυθιάζειν ἔτι δὲ καὶ

πυθαΐζειν τὸ μαντεύεσθαι. ὕστερον μέντοι ∆ελφὶς ἡ Πυθὼν ἐκλήθη, ὅτι καὶ ∆ελφοὶ τὸ

ἐκεῖ ἔθνος. ἔστι δὲ καὶ Πυθὼ ἡ πόλις δίχατοῦ ˉν, ὡς Λητὼ καὶ Σαπφώ, καὶ δῆλον ἐκ τοῦ

Πυθῶδε καὶ τοῦ «Πυθοῖ ἐνἠγαθέῃ». περὶ δὲ ταύτης δηλοῦται καὶ ἐν τοῖς τοῦ

Περιηγητοῦ. (ῃ. 520) Κρίσσα δὲ πεδίον καὶ πόλις ἐν Λοκροῖς ἢ ἐν ∆ελφοῖς ἀπὸ Κρίσσου

τινὸςτυράννου ἢ, ὡς Ἑκαταῖός φησι, παιδὸς Φώκου· περὶ δὲ αὐτῆς καὶ ἀνωτέρωεἴρηται.

Τὸ δὲ ∆αυλίς ὀξύνεται, καθὰ καὶ ἡ Αὐλίς τὸ τοπικόν. ἡ γὰρ αὖλις, ὡςπροερρέθη,

Αἰολικῶς βαρύνεται. δασεῖα δὲ ἡ πόλις καὶ σύμφυτος, ὅθεν καὶ τὴνκλῆσιν ἔλαχε.

δαῦλον γὰρ τὸ δασὺ ἔλεγον προπερισπωμένως, ὡς δηλοῖ Παυσανίας εἰπών «δαῦλον τὸ

δασύ. ἡ προτέρα περισπᾶται. Αἰσχύλος· «∆αῦλος δ'ὑπήνη»«. κατὰ δὲ ἑτέρους ἀπὸ

∆αυλιέως τυράννου ἐκλήθη οὕτως. οἱ δὲ ὕστερον ∆αύλειαν αὐτήν φασι

προπαροξυτόνως καὶ διὰ διφθόγγου, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει. Παυσανίας δέ φησιν

ἐν ἰῶτα· διὸ πολίτης αὐτῆς ∆αυλιεὺς καὶ 1.421 ∆αύλιος καὶ ∆αυλίδιος. ὁ δὲ Γεωγράφος,

παρ' ᾧ κεῖται καί, ὅτι δαυλοὶ τὰ δάση,ἱστορεῖ ὅτι ∆αυλὶς ἐν μεσογαίᾳ μετὰ ∆ελφοὺς ὡς

πρὸς ἕω, πολίχνιον ὅπου Τηρέα τὸν Θρᾷκά φασί τινες δυναστεῦσαι. καὶ τὰ περὶ

Φιλομήλαν καὶ Πρόκνηνἐκεῖ μυθεύονται γενέσθαι ἢ καὶ ἐν Μεγάροις κατὰ Θουκυδίδην.

Ὁ δὲ Πανοπεὺςἀπὸ Πανοπέως ὠνόμασται, υἱοῦ Φώκου. ἕτεροι δὲ Πανόπην μὲν

γράφουσι τὴνπόλιν, Πανοπέα δὲ τὸν αὐτῆς πολίτην, ὡς ἐν τοῖς Ἐθνικοῖς γράφεται. ζήτει

δὲκαὶ τὸν Σοφοκλῆν εἰπόντα «Φανοτεὺς ὁ Φωκεύς». φασὶ γὰρ οἱ παλαιοὶ ἐκεῖ

τιναχρήσιμα τοῖς ἐνταῦθα. Φάμενοι δὲ οἱ ἀρχαῖοι, ὅτι ὁ Ζηνόδοτος ἐν τῷ «καὶ ∆αυλίδα

καὶ Πανοπῆα» γράφει καὶ Πανόπεων ὡς Μενέλεων, αἰτιῶνται τὴνγραφήν, διότι

ἄμετρόν τε ποιεῖ τὸν στίχον καὶ οὐδὲ σχηματίζει καθ' Ὅμηροντὸ ὄνομα. ἔστι γὰρ

Πανοπέως ὡς Ἀχιλλέως, ὡς δηλοῖ καὶ τὸ «ἐν κλυτῷ Πανοπῆϊ». Ἐν δὲ τῷ Γεωγράφῳ

κεῖται, ὅτι Πανοπεύς, ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις καὶ ὅτι

ἐνταῦθα ἡ τοῦ Ἐπειοῦ πατρὶς καὶὅτι ἐκεῖ μυθεύονται τὰ περὶ τὸν Τιτυόν, ἤγουν ἡ τῆς

Λητοῦς βία ὑπ' αὐτοῦ, δι'ἣν οἱ μυθικοὶ γῦπες αὐτῷ κατὰ τοῦ ἥπατος ἐμφύονται καὶ

κείρουσι τροφὴνεὑρηκότες ταύτην καλὴν καὶ διηνεκῆ καὶ ἀδάπανον, ὡς ὁ μῦθος

βούλεται.(ῃ. 521) Ἡ δὲ Ἀνεμώρεια ὠνόμασται μέν, φασίν, ἀπὸ τοῦ συμβαίνοντος

πάθους· ὑπέρκειται γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι'ἡμέρας καὶ

νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ ∆ελφῶν κειμένη ἐπὶ

λόφου ὑψηλοῦ. ταῦτα ἐν τοῖς Ἐθνικοῖς, ἐν οἷς καὶ ὅτι Ἀνεμώρεια ἡ νῦν Ἀνεμώλεια. τὸ

μέντοι ἐν Κιλικίᾳ Ἀνεμούριον ἐξ ὁμοίουμέν τινος πάθους ὠνόμασται, οὐδετέρως μέντοι

προάγεται. Ἡ δὲ τοῦ Γεωγράφουπερὶ Ἀνεμωρείας ἱστορία φησὶ καὶ αὐτή, ὅτι

Κατοπτήριος χῶρος ἐκεῖ καταιγίζων εἰς Ἀνεμώρειαν, κρημνός τις ἀπὸ Παρνασσοῦ

διήκων, καὶ ὅτι τινὲς Ἀνεμώλειαν ταύτην εἶπον καὶ ὅτι ὅριον ἦν ὁ τόπος ∆ελφῶν καὶ

Φωκέων. Ἡ δὲὙάμπολις εἰ μὲν ἀπὸ τῶν Ὑάντων ὠνόμασται τῶν περὶ Βοιωτίαν, οὐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

267

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!