18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τε».] Ἰστέον δὲ ὅτι, ἐπεὶ ὕπτιον τὸ τῆς Ὁμηρικῆς Βοιωτίας βιβλίον, ἔτι δὲ καὶ γλίσχρον,

οὗ μόνος οὗτος σκοπὸς ἀρχοὺς νηῶν ἐρεῖν νῆάς τε προπάσας,παρεμπλέκει καὶ μύθους

καὶ ἱστορίας καὶ ἐπαίνους καὶ ἕτερα ὁ ποιητής· δι' ὧνκαὶ τὸ μονοειδὲς ἐξαιρεῖ τῆς

ἀφηγηματικῆς πραγματείας καὶ πλατύνει τὸὀλιγόϋλον καὶ τὴν ὑπτιότητα τοῦ λόγου

μεταποιεῖ πρὸς γοργότητα. ἔθος δὲαὐτῷ ἢ οὕτως ἄρχεσθαι ἐπὶ ἑκάστων, ὡς ἐξ ἀρχῆς

εἶπε. «Βοιωτῶν μὲνἦρχεν» ὁ δεῖνα καὶ δεῖνα, «οἵ», τουτέστιν οἱ Βοιωτοί, «τάσδε τὰς

πόλεις ἐνέμοντο»· ἢ οὕτως· ὁ δεῖνα ἦγε τούσδε τινάς, οἳ εἶχον τὴν δεῖνα καὶ δεῖνα

πόλιν· ἢ καὶοὕτως οἱ δὲ τὰς δεῖνα πόλεις ἐνέμοντο, τούτων ἦρχεν ὁ δεῖνα. ὥσπερ καὶ

ἐνταῦθα·»οἳ δ' Ἀσπληδόν' ἔναιον καὶ Ὀρχομενὸν Μινύειον», τούτων ἦρχον οἱ δεῖνα. (ῃ.

514) Ὅρα δὲ ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ˉι, ὅπερ καὶ ἐνταῦθα 1.417

στιχθὲν ἐκπεφώνηται, ὥσπερ καὶ λῷον καὶ λώϊον, τὸ κρεῖττον. δηλοῖ δέ,φασίν,

ὑπερῷον τὸ δίστεγον. τοιούτους δὲ θαλάμους, ὑπερῴους δηλαδή, ταῖςπαρθένοις οἱ

ἀρχαῖοι ἐποίουν ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. (ῃ. 511)Ἡ δὲ Ἀσπληδὼν γράφεται

παρ' ἑτέροις καὶ χωρὶς τοῦ ˉα. ἐκλήθη δὲ ἀπὸ Ἀσπληδόνος, υἱοῦ Ποσειδῶνος ἢ

Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γάρ,φασίν, υἱοί «Ἀσπληδών, Κλύμενός τε καὶ

Ἀμφίδοκος θεοειδής». ἔστι δὲ καὶΦωκική, φασίν, Ἀσπληδών. ἐν δὲ τοῖς τοῦ Γεωγράφου

καὶ ταῦτα φέρεται· Ἀσπληδὼν καὶ δίχα τῆς πρώτης συλλαβῆς· μετωνομάσθη δὲ

Εὐδείελος καὶαὐτὴ καὶ ἡ χώρα, ἰδίωμά τι τάχα προσφερομένη ἐκ τοῦ δειλινοῦ

κλίματος,οἰκεῖον τοῖς κατοικοῦσι καὶ μάλιστα τὸ εὐχείμερον. ψυχρότατα μὲν

γὰρχειμῶνος τὰ ἄκρα τῆς ἡμέρας. τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον.εἰς

ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇ νυκτί. ἴαμα δὲ ψύχους ἥλιος. τὸ οὖν ἡλιαζόμενον

πλεῖστον ἐν ψυχροτάτῳ καιρῷ εὐχειμερώτατον, ὥστε κατὰ τοῦτοντὸν τοῦ σοφοῦ λόγον

εὐδείελος ἡ ἐν καιρῷ χειμῶνος εὖ ἔχουσα τοῦ πρὸς δείληνκαταστήματος διὰ τὸ εὐφυὲς

τῆς τοῦ τόπου θέσεως. ὅτι δὲ ὁ νῦν παρ' ὉμήρῳὈρχομενός, ἡ ῥηθεῖσα πόλις, ἀνωτέρω

εὐδαίμων ἦν καὶ πλουσία, δηλώσει πουἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής, ὃς καὶ

περὶ Ἀρκαδικοῦ Ὀρχομενοῦμετ' ὀλίγα ἐρεῖ. ἔστι δὲ καὶ Θετταλικὸς Ὀρχομενός, οὗ καὶ

αὐτοῦ σῴζεταιμέχρι καὶ νῦν ἡ κλῆσις. καὶ Μακεδονικὸν δέ φασιν εἶναι Ὀρχομενὸν καὶ

Καρύστιον. ὁ Βοιώτιος δὲ τῷ τοῦ ∆ιὸς Ὀρχομενῷ ἐπωνόμασται. ταύτης πολίτης

Ἐργῖνος, Κλυμένου παῖς, ὃς δασμὸν Θηβαίοις ἐπέθηκεν, ὃν καὶ ἔφερον ἄχρις

οὗἩρακλῆς αὐτοὺς ἠλευθέρωσε φονεύσας Ἐργῖνον τὸν Ἀσκαλάφου καὶ

Ἰαλμένοπρόγονον. Ἐργίνου γὰρ Ἀζεὺς ὁ προρρηθείς, οὗ Ἄκτωρ, οὗ Ἀστυόχη, ἧς

καιἌρεος Ἀσκάλαφος καὶ Ἰάλμενος. Ἰστέον δὲ ὅτι ὁ Βοιώτιος Ὀρχομενὸς καὶ

Ἀρκαδικὸς τοῖς ἐπιθέτοις διαστέλλονται. ὁ μὲν γὰρ Ἀρκαδικὸς πολύμηλος, ὡς μετ'

ὀλίγον εἰσόμεθα· ὁ δὲ Βοιώτιος Μινύειος, ἐπειδὴ Μινύας ποταμὸς αὐτὸνπαραρρέει, ἢ ὅτι

γένος λαμπρόν, οἱ Μινύαι, ἀπό τινος Μινύου βασιλέως κληθέν,ἐν αὐτῷ ποτε ἤνθησαν. ὁ

Γεωγράφος δὲ οὐ μόνον πλουσίους, ἀλλὰ καὶ μάλαδυνατοὺς τοὺς Βοιωτίους

Ὀρχομενίους δείκνυσι λέγων καί, ὅτι Ἐτεοκλῆς, Ὀρχομενοῦ βασιλεύς, Χαρίτων ἱερὸν

πρῶτος ἱδρύσατο. καὶ ὅτι Μινύαι τινὲς 1.418 Ὀρχομένιοι ἀπῴκησαν εἰς Ἰωλκόν, ὅθεν

καὶ οἱ Ἀργοναῦται Μινύαι παρὰ Λυκόφρονι. ὁ αὐτὸς δὲ ἱστορεῖ καί, ὅτι Ὀρχομενὸς

πρότερον ᾠκεῖτο ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνῳκίσθησαν πρὸς τὸ

Ἀκόντιον ὄρος.καὶ ὅτι οἱ ἐν τῷ Πόντῳ Ἀχαιοί, οἳ καὶ παρὰ τῷ Περιηγητῇ, Ὀρχομενίων

ἄποικοι πλανηθέντων ἐκεῖ σὺν Ἰαλμένῳ τῷ ἀρχηγῷ μετὰ Τροίας ἅλωσιν καὶὅτι

πλησίον τοῦ τοιούτου Ὀρχομενοῦ ἡ προρρηθεῖσα Χαιρώνεια καὶ ὅτιχωρίζει αὐτὸν ὁ

ποιητὴς τοῦ Βοιωτικοῦ ἔθνους καλέσας αὐτὸν Μινύειον ἀπὸἔθνους Μινυῶν τῶν

ἀνωτέρω ῥηθέντων καὶ ὅτι ἐκαλοῦντο καὶ οἱ περί που Λυκίαν Σόλυμοι Μινύαι ἀπό

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

265

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!