18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὡς Τεγέα. (ῃ. 508) Νῖσα δέ ἐστι μὲν καὶ Μεγαρική· ἡ δὲ ἐν Βοιωτοῖς ∆ιονύσου ἱερὸν εἶχεν

ἐπιφανές. ἔστι δὲ παρώνυμος Νίσῳ τινὶ ἥρωϊ. ἡ δὲ Μεγαρικὴ καὶ Νισαία ἐλέγετο τῆς

Μεγαρίδος οὖσα ἐπίνειον, ἀπὸ Νίσου κληθεῖσαυἱοῦ Πανδίονος. μνήμη δὲ αὐτῆς ἔσται

μετ' ὀλίγα ἐν τῷ περὶ Σαλαμῖνος λόγῳ.οἱ δὲ μεθ' Ὅμηρόν φασιν, ὅτι Νῖσα οὐδαμοῦ

φαίνεται Βοιωτίας. διὸ καὶγράφουσί τινες «Ἶσόν τε ζαθέην Ἀνθηδόνα τε», ὡς τῆς Ἴσου

εὑρισκομένης·τινὲς δέ «Κρεῦσάν τε ζαθέην», τὴν νῦν Κρέουσαν, ἐπίνειον Θεσπιέων πρὸς

τῷ Κρισσαίῳ κόλπῳ· ἄλλοι «Νῦσάν τε ζαθέην»–κώμη δέ ἐστιν Ἑλικῶνος ἡ τοιαύτη

Νῦσα–ἕτεροι δὲ ἀντὶ τοῦ «Νῖσάν τε ζαθέην» ἔγραψαν «Φηράς τεζαθέας» εἰπόντες, ὅτι

τετρακωμία περὶ Τάναγραν· Ἐλεών, Ἅρμα,Μυκαλησσός, Φηραί, ἃς δὴ Φηρὰς ἀντὶ τῆς

Νίσης ἔθεντο. ὅτι δὲ οὔτε ἐκ ταύτηςοὔτε ἐκ τῆς Μεγαρίδος Νισαίας οἱ Νισαῖοι ἵπποι

λέγονται, ἐν τοῖς ἑξῆςῥηθήσεται. τῆς δὲ ῥηθείσης Ἴσου ἡ ἄρχουσα ἐκτείνεται, φασί,

ποιητικῶς,συστέλλει δὲ αὐτὴν ὁ καλούμενος Ἴσος, τόπος ἐκεῖ ἱεροπρεπής. Ἡ δὲ

Ἀνθηδὼνκαλεῖται μὲν οὕτω διὰ τὸ αὐτῆς ἀνθηρὸν ἢ ἀπὸ Ἀνθηδόνος ἢ Ἀνθίου,

ἀπογόνουΠοσειδῶνος. συνῴκισαν δὲ αὐτὴν Θρᾷκες· διὸ καὶ Λυκόφρων

ΘρηϊκίηνἈνθηδόνα φησίν. ἐκ ταύτης Γλαῦκος, θαλάσσιος δαίμων κατὰ τὸν μῦθον,

ὃςἰχθὺν εἰς γῆν ἔκθετον ἰδὼν λειπόμενον τοῦ ζῆν καί τινος βοτάνης ψαύσαντα

καὶἀναζωπυρηθέντα εἰς ὅπερ ἦν καὶ τῆς θαλάσσης αὖθις γενόμενον μιμεῖται καὶτῆς

αὐτῆς πόας ἐμφαγὼν καθάλλεται εἰς θάλασσαν καὶ εἰς κῆτος

μεταβαλὼνἀπαθανατίζεταί, φασίν. ἁλιέων δὲ ἦν ἄριστος καὶ νήξασθαι δεινότατος

καὶἐμβραδῦναι τῷ βυθῷ καθὰ καί τινι χέρσῳ εὔπνους. καὶ ταῦτα τὸν περὶ αὐτοῦμῦθον

πλασθῆναι πιθανῶς ἐχορήγησαν· [Παρὰ δὲ τοῖς παλαιοῖς γένος τοῦ Γλαύκου τούτου

ποιεῖται τοιόνδε· «Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης. ἔνθεν

ἐγὼ γένος εἰμί· πατὴρ δέ με γείνατο Κωπεύς». ναυτικὸςδέ, φασί, καὶ κολυμβητὴς ἀγαθὸς

γενόμενος πόντιος ἐκαλεῖτο, Σύμης ἐραστής,ᾗ ὁμώνυμος ἡ ἐν Καρίᾳ νῆσος Σύμη. ᾄδεται

δὲ καὶ τῆς Ἀργοῦς δημιουργὸςγενέσθαι καὶ κυβερνῶν αὐτήν, ὅτε Ἰάσων Τυρρηνοῖς

ἐμάχετο, μόνος αὐτὸς ἄτρωτος ἐν τῇ ναυμαχίᾳ μεῖναι. τὴν δὲ βοτάνην, ἣν φαγὼν

ἄτρωτος ἢ καὶ ἀθάνατοςἐλέχθη γενέσθαι, ἄγρωστιν εἶπεν ὁ γράψας τὸ «καὶ θεῶν

ἄγρωστιν εὗρες, ἣν 1.416 Κρόνος κατέσπειρε». μαθεῖν δὲ αὐτὴν λέγεται κατὰ μέν τινας

ὑπὸ ἰχθύος, κατὰδὲ ἄλλους ὑπὸ λαγὼ τεθηραμένου, ὃν λειποθυμοῦντα ἐκ διώξεως

ἀπαχθῆναι ὑπότινι κρήνῃ καὶ πόᾳ παρακειμένῃ ἀπομάσσειν τὸ ζῷον ἤδη ψυχόμενον· ὡς

δὲἀνεζωπύρησεν ὁ λαγὼς τῇ βοτάνῃ, ἐπιγνούς, φασίν, ὁ Γλαῦκος αὐτῆς τὴνδύναμιν

ἐνέφαγε καὶ οὕτως ἔνθεος γενόμενος εἰς θάλασσαν ἑαυτὸν ἐξέρριψεκαὶ τὸ ἐντεῦθεν

λαβὰς ἐνδέδωκε τῷ μύθῳ ἀοίδιμον θέσθαι αὐτόν. καὶ τοιαῦταμὲν καὶ ταῦτα περὶ τοῦ

Ἀνθηδονίου Γλαύκου.] Ἀνηγορεύθη δέ, φασί, Νίκων παγκρατιαστὴς Ἀνθηδόνιος. καὶ

Λεωνίδας δὲ ζωγράφος Ἀνθηδόνιος ἦν, μαθητὴς Εὐφράνορος. κεῖται δὲ παρὰ τὸν

Εὔριπον ἡ Ἀνθηδών, περὶ ἧς καὶοὕτω γράφεται· «Ἀνθηδὼν πόλις, λιμένα ἔχουσα,

ἐσχάτη τῆς Βοιωτικῆςπαραλίας τῆς πρὸς Εὐβοίᾳ». (ῃ. 512–6) Ὅτι τριάκοντα νῆες ἦσαν

«Ἀσκαλάφῳ καὶ Ἰαλμένῳ, οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζείδαο», ἤγουν

υἱουἈζέως, ἀνδρὸς οὕτω καλουμένου, «παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα,Ἄρηϊ

κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ». καὶ σημείωσαι, ὅτι παρθένιοιἦσαν υἱοὶ τῇ Ἀστυόχῃ

Ἀσκάλαφος καὶ Ἰάλμενος. τίνες δὲ οἱ παρθένιοι, ἐν τοῖςμετὰ ταῦτα ῥηθήσεται. (ῃ. 515)

Τὸ δέ «Ἄρηϊ κρατερῷ» ἐλλιπῶς εἴρηται.λείπει γὰρ ἡ ὑπό πρόθεσις. διὸ προϊὼν ἐντελῶς

ἐπὶ τοῦ Ἀγχίσου ἐρεῖ· «ὃνὑπ' Ἀγχίσῃ τέκεν Ἀφροδίτη». ὁμοίως καὶ ἐπὶ Πολυποίτου· «τὸν

ὑπὸ Πειριθόῳ τέκεν Ἱπποδάμεια». [τὸ δέ «κρατερῷ» οὐ μόνον ἔπαινον δηλοῖ, ἀλλὰ καί

τισφοδρότητος. πολλαχοῦ γὰρ τοιαύτη ἡ λέξις αὕτη ὡς καὶ ἐν τῷ «ἀπηνέα τεκρατερόν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

264

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!