Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἀπὸτῆς πλάτης τῶν κωπῶν καὶ Πλαταιεῖς ἀπὸ κωπηλασίας ζῶντες, εἰ καὶ ὕστερονἄποθεν τῆς λίμνης οἰκοῦντες οὐκέτι ἐτύμως προσαγορεύονται. καὶ Ἕλος δὲ καὶἘλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι, ὕστερον δέ, [καθὰ καὶ προερρέθη,] οὐχ' ὁμοίως ἔχει ταῦτα, ὡς ἢ τῶν ἀνθρώπων ἀνοικισθέντων ἢ τοῦ ὕδατοςἐπὶ πολὺ ταπεινωθέντος. ζήτει δὲ καὶ τὰ περὶ Κωπῶν πρὸ ὀλίγου ῥηθέντα. ὁ δ'αὐτὸς λέγει καί, ὅτι Ἐλάτειαν οὐκ οἶδεν Ὅμηρος μεγίστην τῶν Φωκικῶν πόλεων· οὔπω γὰρ ἔκτιστο· Καὶ ὅτι Πλαταιαὶ μεταξὺ Κιθαιρῶνος καὶ Θηβῶν ἐν ὁδῷ τῇεἰς Ἀθήνας καὶ Μέγαρα. παραρρεῖ δ' αὐτὰς ὁ προρρηθεὶς Ἀσωπός, ἔνθαΜαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν Ἕλληνες ῥίψαντες ἱδρύσαντο Ἐλευθερίου ∆ιὸς ἱερὸν καὶ τοὺς ἐν μάχῃ τελευτήσαντας δημοσίᾳ θάψαντεςἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν τὰ Ἐλευθέρια. ἔστι δὲ καὶ Σικυώνιοςδῆμος Πλαταιαί. Γλίσσας δὲ κατοικία τίς, φασί, Θηβαϊκὴ ἐν τῷ Ὑπάτῳ ὄρειἀπὸ Γλίσσωνος ὠνόμασται ἢ Γλίσσαντος, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικά. τῷδὲ τόνῳ Γλίσσας Γλίσσαντος, ὡς γίγας γίγαντος. οἱ δὲ Σχολιασταί φασιν, ὅτιἡ μὲν συνήθεια προπερισπᾷ Γλισσᾶντα λέγουσα, ἡ δὲ ἱστορία προπαροξύνει 1.412 τὸ ὄνομα. ἰστέον δὲ ὡς τὴν δευτέραν ταύτην κλίσιν οὐκ οἶδεν ἡ ἀκρίβεια, τὴνπροπερισπῶσαν τὸν Γλισσᾶντα, εἰ μὴ ἄρα ἐκ τοῦ Γλισσάεις κλίνεται καὶσυναιρεῖται ὡς τὸ «αἰγλῆντα» καὶ «χρυσὸν τιμῆντα». ὁ δὲ Χοιροβοσκὸς οὐπροπερισπωμένως Γλισσᾶντα, ἀλλὰ περισπωμένως Γλισσᾶν, ὡς Θωμᾶν καὶ Κοσμᾶν καὶ τὰ τοιαῦτα· εὐθεῖα γὰρ τούτου κατ' αὐτὸν ὁ Γλισσᾶς. οἱ δὲπερὶ τὰ ἀντίστοιχα πονησάμενοι Γλίσσαν πόλιν ἀναγράφουσιν, ἴσως μὲν Ὁμηρικήν, ἴσως δὲ ἑτέραν τινά. (ῃ. 505) Περὶ δὲ Θηβῶν εἴρηται ἐν τοῖς τοῦ Περιηγητοῦ, εἰ τέως ἐνταῦθα Θήβας δισυλλάβως ἀναγνωστέον. Ἰστέον γὰρ ὅτι Ὁμήρου γράψαντος «οἵ θ' ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον», οἱ πλείουςοὐ νοοῦσιν ὑπὸ Θήβας ἐν δυσὶ μέρεσι λόγου, ἀλλὰ ὑφὲν Ὑποθήβας λέγοντες,ὅτι πολλοὶ τόποι καλοῦνται μετὰ προθέσεων, οἷον Ἐπικνημίδιοι, Ὑπερβόρεοι,Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται, Ὑποχαλκίς, πόλις Αἰτωλίας. οὕτω γοῦν καὶ Ὑποθῆβαι πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτωςὠνομασμένον. ὡς γὰρ Ὑποχαλκίς, πόλις Αἰτωλική, διὰ τὸ ὑπὸ τὸ ὄρος φασὶτὴν Χαλκίδα κεῖσθαι, οὕτω καὶ Ὑποθῆβαι αἱ ὑπὸ τὰς Βοιωτίας Θήβας. Φασὶδὲ οὕτω καλεῖσθαι τὰς Ποτνίας τῆς Βοιωτίας, ἔνθα αἱ τοῦ Θρᾳκὸς ∆ιομήδουςἵπποι ἐμάνησαν κατά τινας, μάλιστα μὲν οὖν κατὰ τὸν Γεωγράφον, ἐφ' ὧνμυθεύεται ὁ Ποτνιεὺς Γλαῦκος ὑπὸ ἵππων διασπασθῆναι, ἃς Εὐριπίδης Ποτνιάδας ἵππους φησίν. αἱ δὲ ῥηθεῖσαι Πότνιαι καὶ δισυλλάβως εὕρηνται Πότναι λεγόμεναι. φασὶ δέ τινες καί, ὅτι παρ' ἱστορίαν ἐστὶ τὸ μνησθῆναι Θηβῶνἐνταῦθα τὸν ποιητήν. ὡς γὰρ δηλοῖ καὶ τὰ εἰς τὸν Λυκόφρονα Ὑπομνήματα,οὐκ ἐστράτευσαν εἰς Τροίαν Θηβαῖοι νεωστὶ πορθηθέντες ὑπὸ Ἀργείων καὶἄρτι τὴν πόλιν συνοικίσαντες. τινὲς δὲ Ὑποθήβας φασὶ τὰς ὑποκειμένας κώμαςταῖς ἑπταπύλοις Θήβαις· ἑπτάπυλοι γὰρ αἱ Βοιώτιαι, ὥσπερ ἑκατόμπυλοι αἱ Αἰγύπτιαι· ἕτεροι δὲ Ὑποθήβας τὰς ἐλάττους Θήβας, ἃς δηλαδὴ ἠλάττωσαν1.413 οἱ Ἐπίγονοι τῶν Ἑπτὰ ἐπὶ Θήβας, ὡς μετὰ ταῦτα ἱστορήσει ὁ ποιητής. δῆλον δὲ ὅτι αἱ Ὑποθῆβαι τῶν Θηβῶν εἰσι παρώνυμοι. αὐταὶ δὲ οὕτω καλοῦνται ἢἀπὸ Θήβης, θυγατρὸς Ἀσωποῦ, ἐντοπίου ποταμοῦ, ἢ διὰ τὸ θεῦσαι τὴν βοῦνἤτοι δραμεῖν μέχρις ἐκεῖ, τὴν ὁδηγὸν τοῦ Κάδμου, ἣν ἐκεῖνος θύσας τὴν πόλιν Θήβην ἐκάλεσεν ἀπὸ τῆς θεύσεως ἤτοι τοῦ δρόμου τῆς βοός· ἀφ' ἧς καὶ ἡ Βοιωτία κατά τινας ὠνόμασται. ὡδήγησε δὲ ἡ τοιαύτη βοῦς τὸν Κάδμον κατὰτὸν Πυθοῖ χρησμόν, ὅτε κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς αὐτὸς πλανώμενοςἧκεν εἰς ∆ελφοὺς ἐρησόμενος, ποῦ ποτε ἂν εὕρῃ τὴν ζητουμένην· καὶ πρὸς ὃμὲν ἤρετο, ἤκουσεν οὐδέν· χρῆσθαι δὲ ὁδηγῷ παρηγγέλθη τῷ πρώτῳ παρατυχόντι ἢ αὐτὸ δὴ τοῦτο, βοΐ, καὶ πόλιν κτίσαι, ἔνθα ἡ βοῦς εἰς τὰ δεξιὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 262

πέσῃκαμοῦσα. καὶ τοίνυν εἵπετο συντυχὼν ταύτῃ πορευομένῃ. ἡ δὲ ἀνεκλίθη ἔνθααἱ Θῆβαι αὗται. Τῷ δὲ Γεωγράφῳ ἐντυχών τις τάδε εἴσεται. Ὑποθήβας τινὲςπολείδιόν τί φασιν, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶνἘπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωϊκοῦ πολέμου· οἱ δὲ μετασχεῖνμὲν λέγουσιν, οἰκεῖν δὲ ἐν τοῖς ἐπιπέδοις χωρίοις ἀδυνατοῦντας κτίσαι τὴν Καδμείαν, ὅ ἐστιν αὐτὰς τὰς Θήβας. ὅθεν ὑπὸ Θήβας εἰπεῖν τὸν ποιητήν,ἤγουν ὑπὸ τῇ Καδμείᾳ, οἰκεῖν τοὺς τότε Θηβαίους. Καὶ ὅρα τὸ ὑπὸ Θήβαςἤγουν ὑπὸ τῇ Καδμείᾳ. διχῶς γὰρ συνέταξεν ὁ ῥήτωρ τὴν ὑπό πρόθεσιν,ἤγουν μετὰ αἰτιατικῆς καὶ δοτικῆς. πολλαχοῦ δὲ οὕτω γίνεται. καὶ σημείωσαι,ὅτι οὐ μόνον ὑφὲν ἀναγνωστέον τὰς Ὑποθήβας, ἀλλὰ καὶ ἐν δυσὶ μέρεσι λόγου,ἵνα ᾖ ὑπὸ τὰς Θήβας. (ῃ. 506) Ὀγχηστὸς δὲ ἄλσος ἐν τῇ Ἁλιαρτίων χώρᾳ ἱδρυθὲν ὑπὸ Ὀγχηστοῦ, παιδὸς Βοιωτοῦ, ὅς, φασίν, ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν. ἔστι δὲ καὶ πόλις μεγάλη κατά τινας. καὶ ποταμὸςδὲ ὁμώνυμος ταύτῃ Θετταλικός, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἱέρωται δὲ Ποσειδῶνι τὸ ῥηθὲν ἄλσος· διὸ καὶ «ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος» ὁ ποιητὴςαὐτὸ καλεῖ. περὶ δὲ τῆς λέξεως τοῦ Ποσειδηΐου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦεἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ζητητέον δέ, εἰ τὸ ταύτης ἁπλοῦν ἢπροπαροξύνεται, ἵνα ᾖ, ὥσπερ Ἡράκλειον καὶ Ἀπολλώνειον, οὕτω καὶΠοσείδειον, ἢ προπερισπᾶται, λεγόμενον Ποσειδεῖον κατὰ τὸ Θησεῖον καὶἸσεῖον καὶ Ἀσκληπιεῖον καὶ τὰ τοιαῦτα. ὁ δὲ Στράβων φησὶ καὶ ταῦτα· «Ὀγχηστὸς ἐν ὕψει κείμενος, ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, ψιλὸν καὶ αὐτό,οἱ δὲ ποιηταὶ κοσμοῦσιν ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά». καὶ φέρει 1.414 Πινδάρου χρῆσιν εἰς τοῦτο. συνήγετο δέ, φησί, τὸ Ἀμφικτυονικὸν εἰς Ὀγχηστόν. τί δὲ τὸ Ἀμφικτυονικόν, οὐ νῦν εὔκαιρον εἰπεῖν, ἀλλ' ἢ μόνον εἰς τοσοῦτον,ὅτι σύνταγμά τι ἦν πλήθους ἐκδικοῦν τὰ ἱερά. (ῃ. 507) Ἡ δὲ Ἄρνη ὁμώνυμός ἐστι τῇ ἡρωΐδι. αὐτὴ δὲ ἀπὸ περιουσιασμοῦ ἀρνῶν ἔοικεν ὑπὸ τοῦ πατρὸςἌρνη κληθῆναι, καθὰ καὶ αὐτὴ παῖδα ὑπὸ τῷ Ποσειδῶνι τεκοῦσα Βοιωτὸν ἐκτῶν βοῶν ἐκάλεσε. φησὶ γοῦν Εὐφορίων· «Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ καλέσαντονομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις». ὡς οὖν ὁ υἱὸς αὐτῆς ἐκλήθη Βοιωτὸς ἐκ τῶν βοῶν, οὕτω καὶ αὐτή, ὡς εἰκός, Ἄρνη ἐκ παρωνυμίας ἀρνῶν, ζῴου φιλουμένου τοῖς παλαιοῖς, ἐξ οὗ καὶ τὸ ἄρνυσθαι ἐπὶ ἀντικαταλλαγῆς καὶὁ πολύαρνος Θυέστης. τέσσαρες δὲ Ἄρναι ἀριθμοῦνται τοῖς παλαιοῖς, ἐν αἷςκαὶ Θετταλικὴ ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ἐχρήσθη οὕτως· «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». τὰ δὲ Σχόλια γράφουσι καί, ὅτι Ἄρνη νῦν Χαιρωνείαςκαὶ ὅτι ἦν καὶ Τάρνη τις πόλις Ἀχαΐας. ἡ δὲ παρ' ἑτέροις Λεοντάρνη κώμη καὶαὐτὴ περὶ τὸν Ἑλικῶνα ἢ κρήνη κληθεῖσα οὕτω, διότι Ἀδράστου θύοντος, φασίν, ἐκεῖ λέων τὸν ἄρνα ἥρπασε. τὴν δὲ παρ' Ὁμήρῳ Ἄρνην ταύτην Ζηνόδοτος Ἄσκρην γράφει. οὐ δύναται δέ, φασί, πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γὰρ αὐτὸς Ἡσίοδος λέγων «Ἄσκρη χεῖμα κακή, θέρος ἀργαλέη, οὔποτ' ἐσθλή», ὥστε οὐδὲ πολύκαρπος ἡ τοιαύτη λέγοιτο ἄν, περὶ ἧς, φασίν, Εὔδοξος πολὺ χείρονα Ἡσιόδου εἶπε. τοὺς δὲ γράψαντας Τάρνην ἀντὶ Ἄρνηςαἰτιῶνται οἱ παλαιοί· Λυδῶν γάρ, φασίν, ἡ Τάρνη, ὅθεν ἦν Φαῖστος υἱὸς Βώρου, ὃν ἐν Ἰλιάδι ἀναιρεῖ Ἰδομενεύς. Ἡ δὲ μνημονευθεῖσα Χαιρώνειπλησίον ἦν Ὀρχομενοῦ, περὶ οὗ ῥηθήσεται, ὅπου, φασί, Φίλιππος μεγάλῃμάχῃ νικήσας Ἀθηναίους καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος. φασὶ δὲ καὶ τὴν Ὁμηρικὴν ταύτην Ἄρνην ὑπὸ τῆς Κωπαΐδος λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Μίδεια δὲ οὐ μόνον αὕτη, ἀλλὰ καὶ Ἀργεία, ἡκαὶ πόλις Περσέως, κληθεῖσα οὕτως ἀπὸ Μιδείας, θυγατρὸς Ἀλωέως, λεγομένηκαὶ Μίδεα χωρὶς τοῦ ˉι, ὅθεν καὶ Μιδεᾶτις Ἀλκμήνη. φασὶ δέ, ὅτι ἡ μὲν Βοιωτικὴ Μίδεα λέγεται προπαροξυτόνως, ὡς πρόνοια, ἡ δὲ περὶ Τίρυνθα 1.415 Μιδέα, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 263

πέσῃκαμοῦσα. καὶ τοίνυν εἵπετο συντυχὼν ταύτῃ πορευομένῃ. ἡ δὲ ἀνεκλίθη ἔνθααἱ

Θῆβαι αὗται. Τῷ δὲ Γεωγράφῳ ἐντυχών τις τάδε εἴσεται. Ὑποθήβας τινὲςπολείδιόν τί

φασιν, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶνἘπιγόνων στρατείαν

καὶ μὴ μετασχεῖν τοῦ Τρωϊκοῦ πολέμου· οἱ δὲ μετασχεῖνμὲν λέγουσιν, οἰκεῖν δὲ ἐν τοῖς

ἐπιπέδοις χωρίοις ἀδυνατοῦντας κτίσαι τὴν Καδμείαν, ὅ ἐστιν αὐτὰς τὰς Θήβας. ὅθεν

ὑπὸ Θήβας εἰπεῖν τὸν ποιητήν,ἤγουν ὑπὸ τῇ Καδμείᾳ, οἰκεῖν τοὺς τότε Θηβαίους. Καὶ

ὅρα τὸ ὑπὸ Θήβαςἤγουν ὑπὸ τῇ Καδμείᾳ. διχῶς γὰρ συνέταξεν ὁ ῥήτωρ τὴν ὑπό

πρόθεσιν,ἤγουν μετὰ αἰτιατικῆς καὶ δοτικῆς. πολλαχοῦ δὲ οὕτω γίνεται. καὶ

σημείωσαι,ὅτι οὐ μόνον ὑφὲν ἀναγνωστέον τὰς Ὑποθήβας, ἀλλὰ καὶ ἐν δυσὶ μέρεσι

λόγου,ἵνα ᾖ ὑπὸ τὰς Θήβας. (ῃ. 506) Ὀγχηστὸς δὲ ἄλσος ἐν τῇ Ἁλιαρτίων χώρᾳ ἱδρυθὲν

ὑπὸ Ὀγχηστοῦ, παιδὸς Βοιωτοῦ, ὅς, φασίν, ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο

ἱερόν. ἔστι δὲ καὶ πόλις μεγάλη κατά τινας. καὶ ποταμὸςδὲ ὁμώνυμος ταύτῃ Θετταλικός,

ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἱέρωται δὲ Ποσειδῶνι τὸ ῥηθὲν ἄλσος· διὸ καὶ «ἱερὸν

Ποσιδήϊον ἀγλαὸν ἄλσος» ὁ ποιητὴςαὐτὸ καλεῖ. περὶ δὲ τῆς λέξεως τοῦ Ποσειδηΐου καὶ

ἐν τοῖς τοῦ Περιηγητοῦεἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ζητητέον δέ, εἰ τὸ ταύτης

ἁπλοῦν ἢπροπαροξύνεται, ἵνα ᾖ, ὥσπερ Ἡράκλειον καὶ Ἀπολλώνειον, οὕτω

καὶΠοσείδειον, ἢ προπερισπᾶται, λεγόμενον Ποσειδεῖον κατὰ τὸ Θησεῖον καὶἸσεῖον καὶ

Ἀσκληπιεῖον καὶ τὰ τοιαῦτα. ὁ δὲ Στράβων φησὶ καὶ ταῦτα· «Ὀγχηστὸς ἐν ὕψει

κείμενος, ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, ψιλὸν καὶ αὐτό,οἱ δὲ ποιηταὶ κοσμοῦσιν ἄλση

καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά». καὶ φέρει 1.414 Πινδάρου χρῆσιν εἰς τοῦτο.

συνήγετο δέ, φησί, τὸ Ἀμφικτυονικὸν εἰς Ὀγχηστόν. τί δὲ τὸ Ἀμφικτυονικόν, οὐ νῦν

εὔκαιρον εἰπεῖν, ἀλλ' ἢ μόνον εἰς τοσοῦτον,ὅτι σύνταγμά τι ἦν πλήθους ἐκδικοῦν τὰ

ἱερά. (ῃ. 507) Ἡ δὲ Ἄρνη ὁμώνυμός ἐστι τῇ ἡρωΐδι. αὐτὴ δὲ ἀπὸ περιουσιασμοῦ ἀρνῶν

ἔοικεν ὑπὸ τοῦ πατρὸςἌρνη κληθῆναι, καθὰ καὶ αὐτὴ παῖδα ὑπὸ τῷ Ποσειδῶνι τεκοῦσα

Βοιωτὸν ἐκτῶν βοῶν ἐκάλεσε. φησὶ γοῦν Εὐφορίων· «Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ

καλέσαντονομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις». ὡς οὖν ὁ υἱὸς αὐτῆς

ἐκλήθη Βοιωτὸς ἐκ τῶν βοῶν, οὕτω καὶ αὐτή, ὡς εἰκός, Ἄρνη ἐκ παρωνυμίας ἀρνῶν,

ζῴου φιλουμένου τοῖς παλαιοῖς, ἐξ οὗ καὶ τὸ ἄρνυσθαι ἐπὶ ἀντικαταλλαγῆς καὶὁ

πολύαρνος Θυέστης. τέσσαρες δὲ Ἄρναι ἀριθμοῦνται τοῖς παλαιοῖς, ἐν αἷςκαὶ Θετταλικὴ

ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ἐχρήσθη οὕτως· «Ἄρνη χηρεύουσα μένει Βοιώτιον

ἄνδρα». τὰ δὲ Σχόλια γράφουσι καί, ὅτι Ἄρνη νῦν Χαιρωνείαςκαὶ ὅτι ἦν καὶ Τάρνη τις

πόλις Ἀχαΐας. ἡ δὲ παρ' ἑτέροις Λεοντάρνη κώμη καὶαὐτὴ περὶ τὸν Ἑλικῶνα ἢ κρήνη

κληθεῖσα οὕτω, διότι Ἀδράστου θύοντος, φασίν, ἐκεῖ λέων τὸν ἄρνα ἥρπασε. τὴν δὲ παρ'

Ὁμήρῳ Ἄρνην ταύτην Ζηνόδοτος Ἄσκρην γράφει. οὐ δύναται δέ, φασί, πολυστάφυλος

ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γὰρ αὐτὸς Ἡσίοδος λέγων «Ἄσκρη χεῖμα κακή,

θέρος ἀργαλέη, οὔποτ' ἐσθλή», ὥστε οὐδὲ πολύκαρπος ἡ τοιαύτη λέγοιτο ἄν, περὶ ἧς,

φασίν, Εὔδοξος πολὺ χείρονα Ἡσιόδου εἶπε. τοὺς δὲ γράψαντας Τάρνην ἀντὶ

Ἄρνηςαἰτιῶνται οἱ παλαιοί· Λυδῶν γάρ, φασίν, ἡ Τάρνη, ὅθεν ἦν Φαῖστος υἱὸς Βώρου,

ὃν ἐν Ἰλιάδι ἀναιρεῖ Ἰδομενεύς. Ἡ δὲ μνημονευθεῖσα Χαιρώνειπλησίον ἦν Ὀρχομενοῦ,

περὶ οὗ ῥηθήσεται, ὅπου, φασί, Φίλιππος μεγάλῃμάχῃ νικήσας Ἀθηναίους καὶ Βοιωτοὺς

καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος. φασὶ δὲ καὶ τὴν Ὁμηρικὴν ταύτην Ἄρνην

ὑπὸ τῆς Κωπαΐδος λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Μίδεια δὲ οὐ μόνον αὕτη, ἀλλὰ

καὶ Ἀργεία, ἡκαὶ πόλις Περσέως, κληθεῖσα οὕτως ἀπὸ Μιδείας, θυγατρὸς Ἀλωέως,

λεγομένηκαὶ Μίδεα χωρὶς τοῦ ˉι, ὅθεν καὶ Μιδεᾶτις Ἀλκμήνη. φασὶ δέ, ὅτι ἡ μὲν

Βοιωτικὴ Μίδεα λέγεται προπαροξυτόνως, ὡς πρόνοια, ἡ δὲ περὶ Τίρυνθα 1.415 Μιδέα,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

263

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!