18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

αὐλητὴνἸσμηνίαν· Θισβεὺς γὰρ ἦν· ἐκλήθη δὲ ἀπὸ Θίσβης, θυγατρὸς Ἀσωποῦ. ὁ δὲ

λιμὴν τῶν Θισβέων καὶ τὸ ἐπίνειον ἔχει, φασί, πλῆθος περιστερῶν, ὡς καὶ ὁποιητὴς

ἐπεσημήνατο. ἱστορεῖ δὲ τοῦτο καὶ ὁ Γεωγράφος λέγων· «Θίσβη ἡκαὶ Θίσβαι οἰκεῖται

μικρὸν ὑπὲρ θαλάσσης χωρίον ὅμορον Θεσπιεῦσιν ἐν τῇ 1.410 Κορωνειακῇ

ὑποπεπτωκὸς ἐκ νότου τῷ Ἑλικῶνι· ἐπίνειον αὐτῆς πετρῶδεςπεριστερῶν μεστόν». ἔνθα

σημειοῦται καί, ὅτι λίαν περιέργως ἐξενήνοχεν ὁποιητὴς τὸ «πολυτρήρωνα Θίσβην» ὡς

καὶ τὸ «Ἁλίαρτον ποιήεντα» καὶ τὰλοιπά· οὐδεμίαν γάρ, φησί, προσθήκην κενῶς

ἀπορριπτεῖ. (ῃ. 503) Ἡ δὲ Κορώνεια ἐκλήθη ἀπὸ Κορώνου, υἱοῦ Θερσάνδρου. εἰσὶ δὲ καὶ

ἄλλαι Κορώνειαι,ὡς ὁ τὰ Ἐθνικὰ γράψας ἀριθμεῖ λέγων καί, ὅτι ἐν ταύτῃ οὐ φαίνεται

ἀσπάλαξπάσης τῆς Βοιωτίας ἐχούσης, κἄν τις ἔξωθεν ἐνέγκῃ, οὐ δύναται αὐτόθι

ζῆν.Ἰστέον δὲ ὅτι, εἰ καὶ παράγωγόν ἐστιν ἡ Κορώνεια ἐκ τοῦ Κορώνη, ἀλλ' οὖνἡ

τρισυλλάβως λεγομένη Κορώνη πόλις Μεσσήνης ἐστίν. ἐν δὲ τῷ Γεωγράφῳφέρεται, ὅτι

Κορώνεια ἐγγὺς Ἑλικῶνος ἐφ' ὕψους ἱδρυμένη· παραρρέει δ'αὐτὴν ποταμὸς Κουάριος·

ἔνθα τὰ Παμβοιώτια συνετέλουν. ταύτης τῆς Κορωνείας, φησίν, οἱ πολῖται Κορώνιοι, οἱ

δὲ ἐν τῇ Μεσσηνιακῇ Κορωνεῖς.ὥστε κατὰ τοῦτον οὐ μόνον Κορώνη ἐν τρισὶ συλλαβαῖς

ἡ Μεσσηνιακή, ἀλλ'ἰδοὺ καὶ Κορώνεια. Ὅρα δὲ τὸ Παμβοιώτια· Ἑορτὴ γὰρ ἦν κοινὴ

πάντωνΒοιωτῶν, ὥσπερ καὶ ἡ τῶν Ἰώνων πάντων Πανιώνια, ὅμοιον καὶ τὸ

Παναθήναια. ἐξ Ὁμήρου δὲ τῶν τοιούτων ἡ ἀρχὴ εἰπόντος Παναχαιοί, οὗ παράφρασιςτὸ

Πανελλήνιον. Ἁλίαρτος δὲ ἀρσενικῶς λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, κτισθεὶς

ὑπὸ Ἁλιάρτου, υἱοῦ Θερσάνδρου. γράφεται δέ, φησί, καὶ Ἀρίαρτος. ὅτι δὲ δασύνεται ἡ

ἄρχουσα, δηλοῖ τὸ «ποιήενθ' Ἁλίαρτον». ἔχει δὲ ἕλη καὶλίμνας καὶ ὑδατόρρυτός ἐστι·

διὸ καὶ ποιήεις λέγεται, ὅ ἐστι βοτανώδης ἢπολυβότανος. ὁ δὲ Ἁλίαρτος ἀδελφὸς ἦν

Κορώνου τοῦ ἀνωτέρω ῥηθέντος.Ἡ δὲ γεωγραφία λέγει καὶ πῶς ποιήεις ὁ Ἁλίαρτος.

ἐγένετο γάρ, φησί, κατὰ τὸν Ὀρχομενὸν χάσμα, ὃ τὸν Μέλανα ποταμὸν ἐδέξατο τὸν

ῥέοντα διὰτῆς Ἁλιαρτίας καὶ ποιοῦντα τὸ ἐκεῖ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον.

καὶἠφάνισται ὁ ποταμὸς τέλεον εἴτε τοῦ χάσματος διαχέαντος, φησίν, αὐτὸν εἰςἀδήλους

πόρους εἴτε τῶν Ἁλιαρτίων ἑλῶν προσαναλισκόντων αὐτόν· ἀφ' ὧνποιήεντα τὸν

Ἁλίαρτον ὁ ποιητὴς λέγει. λέγει δὲ ἡ αὐτὴ γεωγραφία καὶ ὅτι ἡἉλίαρτος. καὶ σημείωσαι,

ὅτι καὶ θηλυκῶς λέγεται ἡ Ἁλίαρτος. ἡ τοίνυν Ἁλίαρτος νῦν, φησίν, οὐκ ἔστι,

κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ.τὴν χώραν δ' ἔχουσιν Ἀθηναῖοι δόντων

Ῥωμαίων. [Σημείωσαι δέ ὡς, εἴπερ θήλεος μὲν γένους ἡ Ἁλίαρτος, εὐσυντάκτως δὲ ἔχει

οὕτω τὸ «ποιήενθ'Ἁλίαρτον», ἄρα κατὰ γένος ὅμοιον προήνεκται καὶ τὸ «Πύλον

ἠμαθόεντα» καὶ 1.411 «ὑλήεντα Ζάκυνθον». ὁ δὲ τὰ Ἐθνικὰ συγγραψάμενος ἄρρενος

γένους παραδίδωσιτὸν Ἁλίαρτον εἰπών· «Ἁλίαρτος πόλις Βοιωτῶν ἀρσενικῶς». τὸ δὲ

μέγα Ἐτυμολογικὸν συγκροτοῦν εἰς τὴν δασεῖαν τῆς ἀρχούσης λέγει παραχθῆναι

τὴνἉλίαρτον ἀπὸ ἁλιέων καὶ ἄρτου.] (ῃ. 504) Ἰστέον δὲ ὅτι οὐκ ἐξ ἀνάγκης εὑρίσκεσθαι

ἀναγκαστέον πόλεις ἢ κώμας, ὅσας ἱστορεῖ ὁ ποιητής· αὐτὸς μὲνγὰρ τὰ ἐφ' ἑαυτοῦ λέγει·

ὁ δὲ χρόνος πολλὰ ἠφάνισεν. Ἡ δὲ ἑνικῶς νῦνλεχθεῖσα Πλάταια, ὅτι παρὰ τὴν πλάτην,

ὅ ἐστι τὴν κώπην, λέγεται, προείρηται.καὶ ὅτι ὥσπερ ἡ Θέσπια προπαροξύνεται μὲν ἐν

τοῖς ἑνικοῖς, ὀξύνεται δὲ ἐντοῖς πληθυντικοῖς, οὕτω καὶ αὕτη· ἑνικῶς μὲν γὰρ ἡ

Πλάταια, πληθυντικῶς δὲαἱ Πλαταιαί. πολὺς δὲ ὁ τῆς πόλεως ταύτης λόγος τά τε ἄλλα,

καὶ ὅτι τάφους,φασί, καὶ τρόπαια εἶχεν ἀγαθῶν ἀνδρῶν τῶν τὴν Ἑλλάδα

ἐλευθερωσάντων καὶτὸ βασίλειον στράτευμα δουλωσάντων. ὁ δὲ πολίτης αὐτῆς

Πλαταιεύς, οὗαἰτιατικὴ ἑνικὴ τὸν Πλαταιᾶ ὡς τὸν Πειραιᾶ, πληθυντικὴ εὐθεῖα οἱ

Πλαταιεῖς,αἰτιατικὴ τοὺς Πλαταιεῖς καὶ Πλαταιᾶς. ὁ δὲ Γεωγράφος φησὶ Πλάταια

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

261

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!