18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἔχει πάντα, ὡς ἢ ἀνοικισθέντων τῶνἐνοικούντων ἢ τῆς λίμνης ἐπὶ πολὺ ταπεινωθείσης

διὰ ἐκρύσεων. δηλοῖ γοῦν ἐντούτοις ὁ Γεωγράφος μὴ οὕτως ἑλώδεις τοὺς ῥηθέντας

εἶναι τόπους, ὡς ἦσαν τὸπαλαιόν. κατὰ δέ τινας ὁ Ἐλεὼν ἀπὸ Ἐλεῶνος ὠνόμασται, υἱοῦ

Ἐτεωνοῦ τοῦἀνωτέρω μνημονευθέντος. Τὸ δὲ Ὕλη ἐνταῦθα μὲν ἐκτείνει τὸ ˉυ, ἐν δὲ

τοῖς ἑξῆςεὕρηται καὶ συστελλόμενον. παρασημειοῦται γοῦν ὁ Στράβων, ὅτι ἐν τῷ»ὅς ῥ'

ἐν Ὕλῃ ναίεσκε» «σκυτοτόμων ὄχ' ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων» συστέλλεται τὸ ˉυ.

ἔνθα καὶ αἰτιᾶται τοὺς γράφοντας «Ὕδῃ ἔνι οἰκία ναίων».Ὕδη γὰρ πόλις Λυδίας· οὐκ

ἂν δὲ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο.ὁμοίως συστέλλεται τὸ Ὕλη καὶ ἐν τῷ «ὅς

ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς». ὅτι δὲ Ὕλη καὶ ἐνταῦθα ἡ Βοιωτική, δηλοῖ

ἐπιφέρων· «λίμνῃκεκλιμένος Κηφισσίδι». εἰ γὰρ ἡ Κηφισσὶς λίμνη Βοιωτική, Βοιώτιος

ἄρα καὶὁ Ὑλαῖος οὗτος πλούσιος ὁ τῇ Κηφισσίδι λίμνῃ κεκλιμένος. Ἡ δὲ Πετεών –κώμη

δὲ αὕτη Θηβαΐδος κατὰ τὸν Στράβωνα πρὸς τῇ ἐπ' Ἀνθηδόνα ὁδῷκειμένη–οὐκ ἠξίωται

λόγου πολλοῦ τοῖς παλαιοῖς ἢ μόνον εἰς τοσοῦτον, ὅτιἀπὸ Πετεῶνος ἐκλήθη τινός. (ῃ.

501) Ἡ δὲ Ὠκαλέη εὕρηται μὲν καὶ Ὠκάλεια·καλεῖται δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως

ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸποταμοῦ παραρρέοντος. ἡ δὲ γεωγραφικὴ ἱστορία

λέγει καί, ὅτι Ὠκαλέη μέσηἉλιάρτου καὶ Ἀλαλκομενίου ἔκειτο τριάκοντα σταδίους

ἑκατέρου ἀπέχουσα· παραρρεῖ δ' αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δὲ ἀπὸ Μεδεῶνος,

υἱοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι δέ, φασί, καὶ Φωκικὴ Μεδεὼν καὶ Ἠπειρωτική.ὁ δὲ

Γεωγράφος φησί· «Μεδεὼν ὁ μὲν Φωκικός, ἐν τῷ Κρισσαίῳ κόλπῳ,διέχων Βοιωτίας

στάδια ἑκατὸν ἑξήκοντα· ὁ δὲ Βοιωτικὸς ἀπ' ἐκείνου κέκληται».(ῃ. 502) Αἱ δὲ Κῶπαι ἀπὸ

Κωπέως ἢ Κωπεῶνος οὕτω καλοῦνται, υἱοῦ 1.409 Ὀγχηστοῦ. ταύτης ὁ πολίτης

Κωπαΐτης. περὶ αὐτὴν δὲ καὶ λίμνη μεγάλη Κωπαΐς, ἐν ᾗ ἐγχέλεις ἀγαθαί. ταύτης φασὶ

τῆς λίμνης κειμένης πλησίονἉλιάρτου περίμετρος ὀγδοήκοντα καὶ τριακόσια στάδια·

ἔκρυσις δὲ αὐτῆςοὐδαμοῦ φαίνεται, ὡς ὁ Γεωγράφος φησί, πλὴν τοῦ χάσματος

τοῦδεχομένου τὸν Κηφισσόν. εἰσβάλλουσι δέ, φησίν, εἰς αὐτὴν καὶ ἕτεροι ποταμοὶδύο ἐκ

τοῦ Ἑλικῶνος. ἔκειντο δὲ αἱ Κῶπαι προσάρκτιοι τῇ Κωπαΐδι λίμνῃ.ὁ δ' αὐτὸς ἱστορῶν,

ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, τοὺς Πλαταιεῖς ἀπὸ τῆς διὰ τῶνπλατῶν κωπηλασίας, λέγει,

ὅτι καὶ αἱ Κῶπαι τὸ αὐτὸ ἐνδείκνυνται, ἀφ' ὧν ἡ Κωπαῒς λίμνη πληρουμένη ἐκ τοῦ

Κηφισσοῦ, ἧς αὐξομένης ὡς κινδυνεύεινκαταποθῆναι τοὺς Κωπαεῖς, ἀνοιχθὲν χάσμα

ἐδέξατο τὸν ποταμόν· εἶταἐξέρρηξεν αὐτὸν ἀλλαχοῦ. σκοπητέον δέ, μήποτε ἀκολούθως

ταῖς Κώπαις καὶταῖς Πλαταίαις καὶ ἡ Ἐλάτεια ὠνόμασται ὡς ἀπὸ τοῦ ἐλᾶν, ἐξ οὗ

σύνθετοντὸ κωπηλατεῖν. ἕτεροι δὲ ταῦτα σαφέστερον φράζοντές φασιν, ὅτι Κῶπαικαὶ

Κωπαῒς ἐκλήθησαν διὰ τὰς κώπας, αἷς ἐχρῶντο οἱ ἐγχώριοι πρὸς ἀλλήλουςπλέοντες διὰ

τὸ ἀπολιμνωθῆναι, φασί, τὰ ἐκεῖ. ὅθεν καὶ ἡ ἐκεῖσέ που Πλάταιαπόλις παρὰ τὴν πλάτην,

ὃ δηλοῖ τὴν κώπην· ὡς γὰρ φώκη Φώκαια, νίκη Νίκαια, οὕτω πλάτη Πλάταια. ἦν δέ

ποτε καιρός, ὅτε διὰ τοὺς λιμνασμοὺςοὐκ ἦν ἀλλήλοις τοὺς αὐτόθι ἐντυγχάνειν, εἰ μὴ

πλάταις ἤτοι κώπαις ἐπλωΐζοντο ἐπὶ λέμβων τινῶν. [δῆλον δέ, ὡς ὁμώνυμος λέξις αἱ

κῶπαι. πόλις τε γάρ,ὡς δεδήλωται, καὶ νηῶν ὅπλα ὡσεὶ καὶ πτερὰ καὶ λαβαὶ ξιφῶν.] Ἡ

δὲ Εὔτρησιςἐτίμα Εὐτρησίτην Ἀπόλλωνα, οὗ καὶ μαντεῖον ἐκεῖ ἔνδοξον. ἐκλήθη δὲ

οὕτωδιὰ τὸ πολλαῖς αὐτὴν ῥυμοτομίαις οἱονεὶ συντετρῆσθαι τεμνομένην εἰς

ἀμφόδουςσυχνάς. ἔκειτο δέ, φασί, παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιάς.

ἐτείχισαν δὲ αὐτὴν Ζῆθος καὶ Ἀμφίων οἱ ἀδελφοί. ὁ δὲ Στράβων λέγει, ὅτι

Εὔτρησιςκώμιον Θεσπιέων, ἔνθα Ζῆθος καὶ Ἀμφίων ᾤκησαν πρὶν βασιλεῦσαι

Θηβαίων.καὶ ὅρα τὸ κώμιον ὑποκοριστικῶς λεχθὲν καὶ προπαροξυτόνως, ὡς καὶ

λύραλύριον καὶ θύρα θύριον. Ἡ δὲ Θίσβη πολίτην μὲν ἔσχε τὸν περίπυστον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

260

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!