Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

αὐτῷ ἀνάκειται τὸτῆς δάφνης φυτὸν [λεγόμενον οὕτω παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸ φωνεῖν·τοιοῦτον γάρ ἐστι καιόμενον, καθὰ καὶ ὁ πρῖνος]. καὶ ὅτι μαντικῆς αὐτό ἐστισύμβολον, καθάπερ ἄλλοις πλατύτερον καὶ σοφώτερον εἴρηται. (ῃ. 15) Τὸ δὲσκῆπτρον χρυσοῦν ἐνταῦθα πλάττει ὁ ποιητὴς τῷ Ἀπόλλωνι, τουτέστι τῷἩλίῳ, διὰ τὸ καὶ τὸ μέταλλον τοῦ χρυσοῦ Ἡλίῳ παρὰ τῶν παλαιῶν ἀνατίθεσθαι, ὡς τῇ Σελήνῃ τὸν ἄργυρον καὶ ἑτέρῳ τῶν πλανήτων ἄλλο τι, καθάπερἐν τοῖς τοῦ Πινδάρου φέρεται. σημεῖον δὲ βασιλείας καὶ λόγων καὶ δίκης κατὰτοὺς παλαιοὺς τὸ σκῆπτρον ἦν. Ἀγαμέμνων τε γὰρ ὁ εὐρυκρείων ἵσταται 1.41 σκῆπτρον ἔχων καὶ Τηλεμάχῳ δημηγοροῦντι δίδωσί τις σκῆπτρον· ὡσαύτως καὶἈχιλλεὺς δημηγορῶν σκῆπτρον ἔχει. ὁ δ' αὐτὸς ἀδικηθεὶς κατ' αὐτοῦ ὄμνυσινὡς συμβόλου τῆς δίκης. ἔστι δὲ ὅτε καὶ ἐπὶ βακτηρίας εὐτελοῦς τὸ σκῆπτρονλαμβάνεται, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. γίνεται δὲ πλεονασμῷ τοῦ ˉρ ἀπὸ τοῦσκήπτω, τὸ ἐπερείδομαι, ὡς προϋπάρχοντος τοῦ σκήπτου, ἀφ' οὗ ὁ σκηπτοῦχος.ὅθεν ὁ Πίνδαρος σκᾶπτον αὐτὸ ∆ωρικῶς καλεῖ. ὅμοιος δὲ πλεονασμὸς τοῦ ˉργέγονε καὶ ἐν τῷ ἔνοπτρον καὶ λέκτρον καὶ δέρτρον καὶ βάκτρον καὶ ῥόπτρονκαὶ ἄροτρον καὶ τέρετρον. Ὅτι δὲ καὶ διαφέρει σκῆπτρον σκίπωνος, δηλοῖ ὁ Γεωγράφος εἰπὼν βασιλεῖς τινας σκίπωνα ἔχειν ἀντὶ σκήπτρου. Ὅτι ἡ ˉἀˉνˉα πρόθεσις ἰσοδυναμοῦσα μὲν τῇ ˉκˉαˉτˉα αἰτιατικῇ συντάσσεται παρὰ τῷ ποιητῇ,οἷον «ἀνὰ οὐλαμὸν ἀνδρῶν» καὶ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν» καὶ «ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο». ἑαυτῆς δὲ οὖσα καὶ τὴν ἄνω σχέσιν δηλοῦσα ποτὲ μὲνδοτικῇ συντάσσεται, ὡς τὸ «ἐτίθει ἅρματα ἀνὰ βωμοῖς» καὶ «ἀνὰ Γαργάρῳἄκρῳ» καὶ ἐν Ὀδυσσείᾳ «ἀνὰ φαιδίμῳ ὤμῳ». οὕτω δὲ καὶ Πίνδαρος «χρυσέαιςἀν' ἵπποις». ποτὲ δὲ μετὰ αἰτιατικῆς, ὡς τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα».ἐνταῦθα δὲ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» τὴν ἀνὰ πρόθεσιν οἱ μὲν ἀντὶ τῆς σὺνἔλαβον, ἵνα λέγῃ ὅτι σὺν τῷ χρυσῷ σκήπτρῳ, οἱ δὲ ἀντὶ τοῦ ἄνω, ἵνα νοῆταιτὸ στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου. τὸ δὲ πάθος τοῦ στίχου τούτου συνίζησιςκατὰ τοὺς γραμματικούς, τοῦ ˉω φωνήεντος καὶ τῆς παραληγούσης τῆς ἀνὰπροθέσεως λαμβανομένης ἀντὶ βραχείας μιᾶς, ὡς καὶ προείρηται, [ἢ καὶ ἄλλωςτοῦ αὐτοῦ ˉω μετὰ τῆς πρὸ αὐτοῦ συλλαβῆς λογιζομένων εἰς μίαν βραχεῖανκατὰ συνίζησιν. ἡ γὰρ χασμῳδία κοινώσασα τὸ φύσει μακρὸν ˉω ἐταπείνωσεν,ὡς εἰ καὶ βραχὺ ὂν ἐλήφθη μετὰ ἑτέρου βραχέος εἰς μίαν βραχεῖαν συλλαβὴνπρὸς δακτύλου ἀπαρτισμόν. δῆλον δὲ ὡς προκέφαλος κατὰ τὴν προρρηθεῖσανστιχηρὰν μέθοδον εἴτ' οὖν μακροκέφαλος ὁ παρὼν στίχος ἐστίν.] Ἰστέον δὲ ὅτιὁμώνυμός ἐστι καὶ ἡ παρὰ τοῖς γραμματικοῖς συνίζησις. οὐ μόνον γὰρ ἡμετρική, ὁποία σὺν μυρίαις ἄλλαις καὶ ἡ ἐν τῷ πρώτῳ στίχῳ τῆς Ἰλιάδος καὶ ἡἐνταῦθα κειμένη, ἀλλὰ καὶ ἡ κατὰ κρᾶσιν, ὡς εἰκὸς δὲ καὶ ἡ κατὰ συναίρεσιν.Ἡρωδιανὸς οὖν τὴν ἐν τῷ σιδήρεος σιδηροῦς καὶ φοινίκεος φοινικοῦς κρᾶσινσυνίζησιν λέγει. διὸ καὶ ἔστιν εἰπεῖν ὡς ἡ μὲν μετρικὴ συνίζησις κλέπτειδιανοητῶς τὴν κλῆσιν ταύτην ὡς δυνάμει συνιζάνουσα διὰ τὸ ταχὺ καὶ οἷονσυναλειπτικὸν καὶ ἐπίτροχον καὶ οὕτω στενολόγον τῆς συνεκφωνήσεως. ἡ δὲ 1.42 κατὰ κρᾶσιν ἔτι δὲ καὶ συναίρεσιν ἐνεργείᾳ ἐστὶ συνίζησις. ἤδη γὰρ ἐν αὐτῇ ἐνήργηται διὰ τῆς ὀλιγοσυλλαβίας ἡ συνίζησις, [καθὰ καὶ ἐν τῇ συνόδῳ τῆς ὀξείαςκαὶ τῆς βαρείας εἰς περίκλασιν περισπωμένου τόνου. καὶ αὐτὸ γοῦν συνίζησινὁ αὐτὸς καλεῖ, ἐν οἷς περὶ τοῦ ἀχρήϊος καὶ ἀχρεῖος διαλαμβάνων φησὶν ὅτι «ἡγὰρ ὀξεῖα καὶ βαρεῖα συνίζουσαι περισπωμένην ποιοῦσιν». ἐκεῖ δὲ καὶ συναίρεσιντὴν τοιαύτην συνίζησιν ὁ αὐτὸς εἰπεῖν δοκεῖ.] Ὅτι ἔοικεν ἡ τῶν Ἑλλήνων ἐν τῇΤροίᾳ κατάστασις ἐκ δημοκρατίας συγκεῖσθαι καὶ βασιλείας, ὅπερ, οἷα εἰκός,καὶ ὁ Χρύσης εἰδὼς τούς τε Ἀχαιοὺς πάντας ἐλίσσετο καὶ τοὺς βασιλεῖς δὲμάλιστα. ἦν γὰρ τοῦ δήμου μὲν παντὸς εἰπεῖν, βασιλέως δὲ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 26

«ὑστάτην» κατ' Εὐριπίδην ἀφεῖναι «ὄπα» καὶ κυρῶσαι τὸ δοκοῦν, ὡς πολλαχοῦ δηλοῖ ὁποιητής, ὃς ἐνταῦθα μὲν τοῦ δήμου λαλήσαντος τὰ ὑπὲρ Χρύσου φησὶν ὡςοὐχὶ τῷ βασιλεῖ ταῦτα ἤρεσεν· ἐν δὲ τῇ ἦτα ῥαψῳδίᾳ ποιεῖ τὸν αὐτὸν βασιλέατοῖς τοῦ δήμου ἀρεσκόμενον καὶ λέγοντα, ὡς οἱ μὲν Ἀχαιοὶ ταῦτα «ὑποκρίνονται,ἐμοὶ δ' ἐπιανδάνει οὕτω». [Ἰστέον δὲ ὅτι τε κοινότερον τοῦ λίτω ἐνεστῶτοςδι' ἑνὸς ταῦ γραφομένου τὸ λίσσομαι καὶ τὰ ἐξ αὐτοῦ ἀναγκαίως διὰ δύο ˉσ γράφονται καὶ ὅτι τὸ ἑλίσσετο ἐβιάσαντό τινες δασῦναι, ἵνα ᾖ, ὡς ἐστρέφετο εἰςπάντας δυσωπητικῶς.] (ῃ. 16) Ὅτι ἐν τῷ «Ἀτρείδα δύω κοσμήτορε λαῶν» δοκεῖ παρέλκειν τὸ δύω. πάντως γὰρ ὁ ἀκούσας «Ἀτρείδα κοσμήτορε λαῶν»δύο νοεῖ, εἰ καὶ μὴ ῥητῶς τὸ δύο πρόσκειται. τοιοῦτον καὶ τὸ «δύο δοῦρε» καὶἕτερα. καλοῦσι δὲ καὶ τοῦτο ἀδολεσχίαν οἱ σοφοί, ὅτε δηλαδὴ τὸ ἀπό τινοςνοούμενον λέξεως προστεθείη ἐκ περισσοῦ ἐκφωνηθὲν καὶ οὕτω διττολογηθῇ.τοιοῦτον καὶ τὸ «Πριαμίδην νόθον υἱόν». καὶ γὰρ καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἰπεῖν Πριαμίδην τὸν υἱὸν δηλοῖ τοῦ Πριάμου, παρελκόντως κεῖται τὸ «νόθον υἱόν»καὶ ἀδολεσχία τις εἶναι καὶ αὐτὸ δοκεῖ· λέγει γὰρ Πριάμου υἱὸν νόθον υἱόν. ὅμοιονκαὶ παρὰ τῷ Κωμικῷ τὸ «διὰ μικρὸν ἀργυρίδιον». καὶ δίχα γὰρ τοῦ μικρόν ἀργύρου σμικρότητα δηλοῖ τὸ ἀργυρίδιον. ἔχουσι δὲ ἀπολογίαν τὰ τοιαῦτα,οὐ μόνον τὸν συνήθη τῇ ποιήσει πλεονασμόν, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς τοιαύτης προσθήκης σαφήνειαν. καθόλου γὰρ οὐδεμίαν προσθήκην κενῶς ἀπορριπτεῖὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ φανεῖται σαφέστερον. [περὶ δὲ τοῦ τοιούτου σχήματοςῥηθήσεταί τι καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ. οὐκ ἄδηλον δὲ οὐδ' ὅτι τὸ «δύω» τινὲς εἰς τὸ»κοσμήτορε» συνέταξαν, ἵνα ᾖ τοὺς δύο βασιλεῖς.] Κοσμήτορας δὲ πολλαχοῦ 1.43 τοὺς ἡγεμόνας λέγει, ὡς κοσμοῦντας ἤτοι εὐτακτοῦντας τὸν λαόν. κόσμοςγὰρ ἡ τάξις ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, ἀφ' οὗ καὶ ὁ πάντων περιεκτικὸςκόσμος, ὃν εὐτάκτως ἡ πρόνοια ἔταξεν. [ἀγαθὴ δὲ καὶ ἄλλως εἰς ἔπαινονἡ λέξις. ἀπ' αὐτῆς γὰρ κόσμιος ἀνὴρ καὶ πρᾶγμα κατὰ κόσμον πραχθὲν τὸ εὔκοσμον, οὗ τὸ ἀνάπαλιν ἄκοσμον καὶ «μάψ, ἀτὰρ οὐ κατὰ κόσμον» γινόμενον.] Τὸδὲ δύω δύναται μὲν καὶ διὰ τοῦ ˉο μικροῦ σῴζειν τὸ μέτρον, ἡ πλείων δὲ γραφὴἐκτείνει αὐτὸ κατὰ ἀναλογίαν τῶν εἰς ˉω ληγόντων δυϊκῶν ὀνομάτων. εἰ δέ τιςμέμφεται τοῦτο, μεμφέσθω καὶ τὸ δυοῖν καθ' ὁμοίαν ἀναλογίαν ἐκφωνηθὲν καὶτὸ τρεῖς καὶ τὸ τριῶν καὶ τὸ τρισίν, ὧν κλίσις μὲν διόλου οὐκ ἔστιν, αὐτὰ δὲὅμως πρὸς ὁμοιότητα πτώσεων ὀνομάτων ἐκπεφώνηται. [μαρτυρεῖ δὲ τῇ τοῦδύω διὰ τοῦ ˉω μεγάλου γραφῇ καὶ τὸ κοινῶς γραφόμενον δυώδεκα, ἐξ οὗ τὸδώδεκα.] (ῃ. 17) Ὅτι ὥσπερ θώραξ ὅπλον σκέπον τὸν τοῦ ἡμετέρου σώματοςθώρακα, οὕτω καὶ κνημὶς τὸ σκέπον τὰς κνήμας τῶν στρατιωτῶν. ἀφ' οὗ εὐκνήμιδες Ἀχαιοὶ ἀπὸ μέρους οἱ εὔοπλοι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται πλατύτερον.ἀρετὴ γὰρ στρατιώτου καὶ ἡ τῶν ὅπλων διευθέτησις. ὅτι δὲ καὶ ἐπὶ ὀρεινῶντινων μερῶν, [ὥσπερ οἱ κνημοί, οὕτω καὶ] αἱ κνημῖδες λέγονται, ἀλλαχόθιγνωσόμεθα. ἐκτείνει δὲ τὴν λήγουσαν Ἀττικῶς καὶ ἡ κνημὶς καὶ τὸ εὐκνήμις.βαρύνεται δὲ τὸ εὐκνήμις κανόνι τοιούτῳ· τὰ εἰς ˉιˉς θηλυκὰ ὀξύτονα εἰ μὲν ἐντῇ συνθέσει φυλάσσει τὸ θηλυκὸν μόνον γένος καὶ τὸν αὐτὸν τόνον φυλάσσει,οἷον· σκελίς, περισκελίς. εἰ δὲ μεταληπτικὰ γίνονται καὶ ἀρσενικοῦ γένους,μεθίστανται εἰς βαρεῖαν τάσιν, οἷον· ἐλπίς, δύσελπις. τοῦτο γὰρ κοινόν ἐστιτῷ γένει. ταύτῃ τοι καὶ τὸ καταιγίς μὲν ὀξύνεται ὡς μονογενές, τὸ δὲ μελάναιγιςβαρύνεται. οὕτω δὲ καὶ τὸ κληΐς εὐκλήϊς, κνημίς εὐκνήμις. ὁμοίως καὶ ψηφίςπολυψήφις, ὡς τὸ «πολυψήφιδα παρ' ὅρμον φεύγειν». καὶ οὕτω μὲν τὸ εὐκνήμιςβαρύνεται, μακροκαταληκτεῖ δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, καθότι, ὡς καὶτῷ Ἡρωδιανῷ δοκεῖ, τὰ μὲν βαρύτονα τῶν εἰς ˉιˉς ληγόντων συστέλλεται, τὰ δὲὀξύτονα ἐκτείνεται. τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 27

αὐτῷ ἀνάκειται τὸτῆς δάφνης φυτὸν [λεγόμενον οὕτω παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸ

φωνεῖν·τοιοῦτον γάρ ἐστι καιόμενον, καθὰ καὶ ὁ πρῖνος]. καὶ ὅτι μαντικῆς αὐτό

ἐστισύμβολον, καθάπερ ἄλλοις πλατύτερον καὶ σοφώτερον εἴρηται. (ῃ. 15) Τὸ

δὲσκῆπτρον χρυσοῦν ἐνταῦθα πλάττει ὁ ποιητὴς τῷ Ἀπόλλωνι, τουτέστι τῷἩλίῳ, διὰ

τὸ καὶ τὸ μέταλλον τοῦ χρυσοῦ Ἡλίῳ παρὰ τῶν παλαιῶν ἀνατίθεσθαι, ὡς τῇ Σελήνῃ

τὸν ἄργυρον καὶ ἑτέρῳ τῶν πλανήτων ἄλλο τι, καθάπερἐν τοῖς τοῦ Πινδάρου φέρεται.

σημεῖον δὲ βασιλείας καὶ λόγων καὶ δίκης κατὰτοὺς παλαιοὺς τὸ σκῆπτρον ἦν.

Ἀγαμέμνων τε γὰρ ὁ εὐρυκρείων ἵσταται 1.41 σκῆπτρον ἔχων καὶ Τηλεμάχῳ

δημηγοροῦντι δίδωσί τις σκῆπτρον· ὡσαύτως καὶἈχιλλεὺς δημηγορῶν σκῆπτρον ἔχει. ὁ

δ' αὐτὸς ἀδικηθεὶς κατ' αὐτοῦ ὄμνυσινὡς συμβόλου τῆς δίκης. ἔστι δὲ ὅτε καὶ ἐπὶ

βακτηρίας εὐτελοῦς τὸ σκῆπτρονλαμβάνεται, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. γίνεται δὲ

πλεονασμῷ τοῦ ˉρ ἀπὸ τοῦσκήπτω, τὸ ἐπερείδομαι, ὡς προϋπάρχοντος τοῦ σκήπτου,

ἀφ' οὗ ὁ σκηπτοῦχος.ὅθεν ὁ Πίνδαρος σκᾶπτον αὐτὸ ∆ωρικῶς καλεῖ. ὅμοιος δὲ

πλεονασμὸς τοῦ ˉργέγονε καὶ ἐν τῷ ἔνοπτρον καὶ λέκτρον καὶ δέρτρον καὶ βάκτρον καὶ

ῥόπτρονκαὶ ἄροτρον καὶ τέρετρον. Ὅτι δὲ καὶ διαφέρει σκῆπτρον σκίπωνος, δηλοῖ ὁ

Γεωγράφος εἰπὼν βασιλεῖς τινας σκίπωνα ἔχειν ἀντὶ σκήπτρου. Ὅτι ἡ ˉἀˉνˉα πρόθεσις

ἰσοδυναμοῦσα μὲν τῇ ˉκˉαˉτˉα αἰτιατικῇ συντάσσεται παρὰ τῷ ποιητῇ,οἷον «ἀνὰ

οὐλαμὸν ἀνδρῶν» καὶ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν» καὶ «ἀνὰ στρατὸν ᾤχετο

κῆλα θεοῖο». ἑαυτῆς δὲ οὖσα καὶ τὴν ἄνω σχέσιν δηλοῦσα ποτὲ μὲνδοτικῇ συντάσσεται,

ὡς τὸ «ἐτίθει ἅρματα ἀνὰ βωμοῖς» καὶ «ἀνὰ Γαργάρῳἄκρῳ» καὶ ἐν Ὀδυσσείᾳ «ἀνὰ

φαιδίμῳ ὤμῳ». οὕτω δὲ καὶ Πίνδαρος «χρυσέαιςἀν' ἵπποις». ποτὲ δὲ μετὰ αἰτιατικῆς, ὡς

τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα».ἐνταῦθα δὲ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» τὴν ἀνὰ

πρόθεσιν οἱ μὲν ἀντὶ τῆς σὺνἔλαβον, ἵνα λέγῃ ὅτι σὺν τῷ χρυσῷ σκήπτρῳ, οἱ δὲ ἀντὶ τοῦ

ἄνω, ἵνα νοῆταιτὸ στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου. τὸ δὲ πάθος τοῦ στίχου τούτου

συνίζησιςκατὰ τοὺς γραμματικούς, τοῦ ˉω φωνήεντος καὶ τῆς παραληγούσης τῆς

ἀνὰπροθέσεως λαμβανομένης ἀντὶ βραχείας μιᾶς, ὡς καὶ προείρηται, [ἢ καὶ ἄλλωςτοῦ

αὐτοῦ ˉω μετὰ τῆς πρὸ αὐτοῦ συλλαβῆς λογιζομένων εἰς μίαν βραχεῖανκατὰ συνίζησιν.

ἡ γὰρ χασμῳδία κοινώσασα τὸ φύσει μακρὸν ˉω ἐταπείνωσεν,ὡς εἰ καὶ βραχὺ ὂν

ἐλήφθη μετὰ ἑτέρου βραχέος εἰς μίαν βραχεῖαν συλλαβὴνπρὸς δακτύλου ἀπαρτισμόν.

δῆλον δὲ ὡς προκέφαλος κατὰ τὴν προρρηθεῖσανστιχηρὰν μέθοδον εἴτ' οὖν

μακροκέφαλος ὁ παρὼν στίχος ἐστίν.] Ἰστέον δὲ ὅτιὁμώνυμός ἐστι καὶ ἡ παρὰ τοῖς

γραμματικοῖς συνίζησις. οὐ μόνον γὰρ ἡμετρική, ὁποία σὺν μυρίαις ἄλλαις καὶ ἡ ἐν τῷ

πρώτῳ στίχῳ τῆς Ἰλιάδος καὶ ἡἐνταῦθα κειμένη, ἀλλὰ καὶ ἡ κατὰ κρᾶσιν, ὡς εἰκὸς δὲ

καὶ ἡ κατὰ συναίρεσιν.Ἡρωδιανὸς οὖν τὴν ἐν τῷ σιδήρεος σιδηροῦς καὶ φοινίκεος

φοινικοῦς κρᾶσινσυνίζησιν λέγει. διὸ καὶ ἔστιν εἰπεῖν ὡς ἡ μὲν μετρικὴ συνίζησις

κλέπτειδιανοητῶς τὴν κλῆσιν ταύτην ὡς δυνάμει συνιζάνουσα διὰ τὸ ταχὺ καὶ

οἷονσυναλειπτικὸν καὶ ἐπίτροχον καὶ οὕτω στενολόγον τῆς συνεκφωνήσεως. ἡ δὲ 1.42

κατὰ κρᾶσιν ἔτι δὲ καὶ συναίρεσιν ἐνεργείᾳ ἐστὶ συνίζησις. ἤδη γὰρ ἐν αὐτῇ ἐνήργηται

διὰ τῆς ὀλιγοσυλλαβίας ἡ συνίζησις, [καθὰ καὶ ἐν τῇ συνόδῳ τῆς ὀξείαςκαὶ τῆς βαρείας

εἰς περίκλασιν περισπωμένου τόνου. καὶ αὐτὸ γοῦν συνίζησινὁ αὐτὸς καλεῖ, ἐν οἷς περὶ

τοῦ ἀχρήϊος καὶ ἀχρεῖος διαλαμβάνων φησὶν ὅτι «ἡγὰρ ὀξεῖα καὶ βαρεῖα συνίζουσαι

περισπωμένην ποιοῦσιν». ἐκεῖ δὲ καὶ συναίρεσιντὴν τοιαύτην συνίζησιν ὁ αὐτὸς εἰπεῖν

δοκεῖ.] Ὅτι ἔοικεν ἡ τῶν Ἑλλήνων ἐν τῇΤροίᾳ κατάστασις ἐκ δημοκρατίας συγκεῖσθαι

καὶ βασιλείας, ὅπερ, οἷα εἰκός,καὶ ὁ Χρύσης εἰδὼς τούς τε Ἀχαιοὺς πάντας ἐλίσσετο καὶ

τοὺς βασιλεῖς δὲμάλιστα. ἦν γὰρ τοῦ δήμου μὲν παντὸς εἰπεῖν, βασιλέως δὲ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

26

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!