18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φασί, καὶ ἡ Ἄσκρη δεξιὰ Ἑλικῶνος ἐφ'ὑψηλοῦ καὶ τραχέος τόπου, ἀπέχουσα Θεσπιῶν

ὅσον τεσσαράκοντα στάδια.καὶ ταῦτα μὲν περὶ Θεσπιῶν. Γραῖα δέ ἐστι κατά τινας ἡ καὶ

Τάναγρα, ὧν οἱπολῖται Γραῖος καὶ Ταναγραῖος· κατὰ δέ τινας οὔκ εἰσιν αἱ αὐταί, ὡς

δηλοῦσινὅ τε γράψας, ὅτι Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰτὸ

πλησίον εἶναι, καὶ οἱ ἱστοροῦντες, ὅτι Ταναγραῖοι οὐκ ἐστράτευσαν εἰς Τροίαν, ὡς καὶ

Εὐφορίων· «οἳ πλόον ἠρνήσαντο καὶ ὅρκιον αἰγιαλοῖο». ἐκαλεῖτοδὲ ἡ Γραῖα, εἴτε καὶ ἡ

Τάναγρα, καὶ Ποιμανδρία, ὡς κεῖται παρὰ Λυκόφρονι.Ἀριστοτέλης δέ, φασί, Γραῖαν

λέγει τὴν νῦν Ὠρωπόν. τὸ δὲ τῆς κλήσεως αἴτιον ἀπὸ Γραίας τῆς Μελεδῶνος. Στράβων

δέ φησιν, ὅτι Γραῖα τόποςπλησίον Ὠρωποῦ, ἔνθα ἱερὸν Ἀμφιαράου καὶ μνῆμα

Ναρκίσσου τοῦ Ἐρετριέως,ὃ καλεῖται Σιγηλοῦ· ἐπεὶ σιγῶσιν οἱ παριόντες ἐκεῖ· τὴν δὲ

αἰτίαν οὐ λέγει.τινὲς δὲ τὴν αὐτήν φασι τῇ Τανάγρᾳ τὴν Γραῖαν. καλοῦνται δέ, φησί, καὶ

Γεφυραῖοι οἱ Τανάγριοι. λέγει δὲ καί, ὅτι τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀπιόντι ἐν ἀριστερᾷ ἡ

Τάναγρα καὶ ὅτι νῦν μόνη συνέστηκε τῶν Βοιωτικῶν πόλεων 1.407 Τάναγρα, τῶν δ'

ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται. Μυκαλησσὸς δὲμεσογεία πόλις Βοιωτίας κειμένη

καὶ παρὰ Θουκυδίδῃ. καλεῖται δὲ οὕτως ἢ ἀπὸτοῦ ἐκεῖ γεγονυίας τὰς Γοργόνας

μυκήσασθαι ἢ ἀπὸ τῆς βοός, ἥτις τὸν Σύριον Κάδμον καὶ τοὺς σὺν αὐτῷ ποδηγήσασα εἰς

Θήβας ἐνταῦθα ἐμυκήσατο. ἔστι δὲκαὶ ἑτέρα Μυκαλησσὸς Καρική· ἔνθα Μυκαλέως ∆ιὸς

λαμπρὸν ἱερόν. καὶ ὄροςδὲ Μυκαλησσὸς ἐναντίον Σάμου. τῆς δὲ Μυκαλησσοῦ ὁ πολίτης

Μυκαλήσσιος.ἡ μέντοι Μυκάλη ἑτέρα ταύτης ἐστίν, ὡς προϊοῦσι φανήσεται. ὁ δὲ

Στράβων λέγει,ὅτι Μυκαλησσὸς κώμη Ταναγρικὴ κειμένη παρ' ὁδὸν τὴν Θήβηθεν εἰς

Χαλκίδα.καλοῦσι δέ, φησίν, αὐτὴν Βοιωτικῶς Μυκαληττόν. (ῃ. 499) Ἅρμα δὲ κώμη

τιςπλησίον Μυκαλησσοῦ, ἀλλὰ καὶ δῆμος ἔχων φρούριον ὀχυρὸν ὅμορόν φασι τῇ

Ταναγρικῇ, οὗ ὁ πολίτης Ἁρματεύς. ἐκλήθη δέ, φασίν, οὕτως ἤ, διότι ἐκεῖ κατεάγη τὸ

τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ τοῦ ἅρματος Ἀμφιαράου καταφυγόντος ἐκεῖ καὶ μὴ

ἐκδοθέντος τοῖς διώκουσιν. ἐκαλεῖτο δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ λουτρὰἈμφιαράου. ἔστι δέ,

φασί, καὶ τῆς Ἀττικῆς τόπος ἐν Πάρνηθι Ἅρμακαλούμενος, κείμενος περὶ τὴν οὕτω

καλουμένην Φυλήν. τὸ δὲ παροιμιῶδες τὸ»ὁπότ' ἂν ἀστράψῃ δι' Ἅρματος», ἤγουν ὀψέ

ποτε καὶ διὰ χρόνου ἀδήλου, τοῦἈττικοῦ Ἅρματος μέμνηται ἢ μᾶλλον τοῦ Βοιωτικοῦ.

φασὶ δὲ καὶ ὡς ἀστραπὴν ἐσημειοῦντο κατά τινα χρησμὸν οἱ Πυθαϊσταὶ βλέποντες ἐπὶ τὸ

τοιοῦτονἍρμα. καὶ ὅτε ἤστραψεν, ἔπεμπον θυσίαν εἰς ∆ελφούς. ἐτήρουν δὲ ἐπὶ

τρεῖςμῆνας καὶ καθ' ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας ἀπὸ τῆς ἐσχάρας

τοῦἀστραπαίου ∆ιός. Περὶ δὲ Εἰλεσίου, οὗ ὁ πολίτης Εἰλεσιεύς, καὶ περὶ

Ἐλεῶνοςκατωτέρω ῥηθήσεται. Ἐρυθραὶ δέ εἰσι μὲν καὶ Ἰωνίας καὶ Λιβύης καὶΛοκρίδος,

καὶ Κύπρου δέ, ἥτις ἐστί, φασίν, ἡ νῦν Πάφος, ἰδοὺ δὲ καὶ Βοιωτίας.ἱστορεῖται δέ τις

Ναυκράτης Ἐρυθραίηθεν Ὅμηρον ὑπομνηματίσαι. Ἀπίωνμὲν οὖν καὶ Ἡρόδωρος

ὀξύνουσι τὴν λέξιν λέγοντες Ἐρυθράς ὡς καλάς. ἕτεροι δέ φασιν, ὅτι Ἐρύθραι μὲν

βαρυτόνως αἱ τῆς Βοιωτίας ἀπὸ Ἐρυθροῦ, υἱοῦ Ποσειδῶνος καὶ Ἀμφιμεδούσης θυγατρὸς

∆αναοῦ, κεῖνται δὲ ὑπὸ τὸν Κιθαιρῶνα· Ἐρυθραὶ δὲ ὀξυτόνως αἱ τῆς Ἰωνίας, ὧν

μέμνηται ὁ Γεωγράφος 1.408 εἰπών, ὅτι μεταξὺ Ἐρυθρῶν καὶ τῶν Ὑποκρήμνων Μίμας

ὄρος ὑψηλὸν εὔθηρον καὶ πολύδενδρον. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι τῶν Ἐρυθρῶν τούτων

ἄποικοι αἱἸωνικαί. (ῃ. 500) Ὕλη δὲ ἀπὸ Ὕλης, θυγατρὸς Θεσπιέως, ἢ ὅτι ὑλώδηςἐστί·

φασὶ γὰρ οἱ παλαιοί, ὅτι Ὕλη καὶ Εἰλέσιον καὶ Ἐλεών, ὧν ἀνωτέρω μνεία ἦν, ὑλώδεις

εἰσὶ τόποι Βοιωτῶν καὶ ἑλώδεις, ὥστε ἀπὸ τοῦ ἕλους καὶ τὸ Εἰλέσιον καὶ ὁ Ἐλεών. καὶ ὁ

Γεωγράφος δέ φησιν, ὅτι Ἐλεὼν κώμη Ταναγρικὴἀπὸ τῶν ἑλῶν καλουμένη, καὶ ὅτι

Ἕλος καὶ Ἐλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι. νῦν δέ, φησίν, οὐχ' ὁμοίως

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

259

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!