18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Πηνέλεως Ἀττικὸν δοκεῖ παρ' Ὁμήρῳ οἷά τι κοινὸν κεῖσθαι, σμικρῦνον τὴνλήγουσαν.

καὶ ἐνταῦθα μὲν λανθάνει τοῦτο· ἐν δὲ τῷ «Πηνελέοιο ἄνακτος» ἔκδηλόν ἐστι τὸ ῥηθέν.

ὡς γὰρ καλός καλοῖο, σοφός σοφοῖο, οὕτω πάντως Πηνέλεος Πηνελέοιο.] Τὸ δὲ Λήϊτος

ἀριστέως ὄνομα δηλοῦν τὸν ἐκ πολέμου κτώμενον, 1.403 ἀπὸ τοῦ ληΐζω, τὸ

λαφυραγωγῶ, ἐξ οὗ λελῃσμένος κατὰ συναίρεσιν παρ' Εὐριπίδῃ ὁ λεληϊσμένος.

[Γράφεται δὲ διὰ μόνου τοῦ ˉι διχρόνου κατὰ τὴν παραλήγουσαν ὁ Λήϊτος, οὐ μόνον ὡς

ἀπὸ τοῦ ληΐζω, ἀλλὰ καὶ διὰ κανόνα τὸν οὕτωγράφοντα τὰ τοιαῦτα κύρια ὀνόματα, ἐν

οἷς καὶ ὁ Μόνιτος, ὃν Ἰωνικῶς μετὰ τοῦˉυ προφέρει ὁ Λυκόφρων. καὶ ὁ Ἐπίκτιτος δὲ τὸ

κύριον κατὰ τοὺς τεχνικοὺςκαὶ ὁ Θεοδώριτος.] (ῃ. 495) Τὸ δὲ Ἀρκεσίλαος ἀμυντικὸν

ἤτοι βοηθητικόν·δηλοῖ γὰρ τὸν ἐπαρκοῦντα λαοῖς, ὥσπερ δὲ μνῶ μνήσω Μνησίλοχος,

οὕτω καὶἀρκῶ ἀρκέσω Ἀρκεσίλαος. Τὸ δὲ Προθοήνωρ θάρσους ἔνδειξις· δηλοῦται

γὰρδι' αὐτοῦ ὁ προθέων ἐν ἠνορέῃ ἤγουν ἀνδρίᾳ ἢ ὁ προθέων τῶν ἀνδρῶν ἐν

καιρῷἔργου. [ἡ δὲ ἀναλογία τοῦ Προθοήνωρ κατὰ τὸ Ῥηξήνωρ, Ἀγαπήνωρ,

Ἀγήνωρ,Ἐλεφήνωρ καὶ τὰ τοιαῦτα.] Τὸ δὲ Κλονίος ῥωμαλεότητος, οἱονεὶ ὁ μάχιμος

καὶγενναῖος καὶ κλονῶν. παροξύνεται δὲ κατὰ τοὺς παλαιούς, καθὰ καὶ τὸ

Σχεδίος,Ὀδίος, ὡς κύριον τρίβραχυ. τὰ δὲ τοιαῦτα πρὸ μιᾶς συλλαβῆς τὴν ὀξεῖανἔχουσι

δίχα τινῶν ὀλίγων, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἅπερ εἰσὶν Ἅλιος,Ἄνιος, Κρόνιος,

Ξένιος. Ἰστέον δὲ ὅτι ἐν τῇ ἀναπτύξει τῶν ῥηθέντων πέντε στρατιωτικῶν ὀνομάτων

φασὶν οἱ Σχολιασταί, ὅτι τοῖς παλαιοῖς σφόδρα ἔμελετῶν πολεμικῶν. καὶ ταῦτα μὲν ἐν

τούτοις. (ῃ. 496) Ἡ δὲ Ὑρία χώρα ἐστὶ πλησίον Αὐλίδος κατὰ τοὺς παλαιούς. ἦν δέ ποτε

καὶ πολείδιον. ταύτην ὁκτίσας Ὑριεὺς ἐκαλεῖτο, πολίτης δὲ αὐτῆς Ὑριάτης. Ὑρία δέ,

φασί, καὶ ἡκατὰ Ἰσαυρίαν Σελεύκεια. ἔστι δὲ Ὑρία καὶ περὶ Ἰαπυγίαν Καλαβρικὴ πόλις,

Κρητῶν κτίσμα, ἡ λεγομένη καὶ Ὕριον οὐδετέρως, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται.

ὁ δὲ Στράβων λέγει, ὅτι Ὑρία τῆς Ταναγραίας πρότερον, ὕστερονδὲ Θηβαΐδος, ὅπου ὁ

Ὑριεὺς καὶ ἡ τοῦ Ὠρίωνος μεμύθευται γέννησις. κεῖται δὲ ἐγγὺς Αὐλίδος, κτίσμα δέ ἐστι

Νυκτέως. Συνεχῶς δέ, φασί, λέγει τοὺςτόπους ἐνταῦθα, ὡς κεῖνται, καθὰ καὶ ἐν τῷ «οἳ

δ' Ἄργος εἶχον, Τίρυνθά τε»καὶ ἑξῆς ἕως τοῦ «Ἠϊόνας τε». ἀλλαχοῦ δὲ οὐχ' ὡσαύτως τῇ

τάξει χρᾶται.Ἰστέον δὲ ὅτι τοῦ ποιητοῦ εἰπόντος «οἵ θ' Ὑρίην ἐνέμοντο» τινὲς οὐ

σύνδεσμον ἐνόησαν ἐνταῦθα τὸν ˉτˉε, ἀλλὰ Θυρίην πόλιν ὑπέλαβον εἶναι. οὐκ εὖ δέ,

ὥς φασιν 1.404 οἱ παλαιοί· ἀπὸ γὰρ Ὑριέως γενομένη οὐκ ἂν ἔχῃ τὸ ˉθ, ἀλλὰ τὸ

συνδετικὸν ταῦ.οἱ δ' αὐτοὶ παράγουσι καὶ χρῆσιν Ἡσιόδου ταύτην βοηθοῦσαν τῇ δίχα

τοῦ ˉθγραφῇ· «ἣν δίη Ὑρίη Βοιωτίης τρέφε κούρην». Ἡ δὲ Αὐλὶς ἀντιπέραν μὲνΕὐβοίας

κεῖται φυλάσσουσα μέχρι καὶ νῦν τὸ ὄνομα. ἐκλήθη δὲ οὕτω παρὰ τὸἐκεῖ αὐλισθῆναι

τὰς τῶν Ἀχαιῶν νῆας πρὸ τοῦ ἀπόπλου ἢ ἁλισθῆναι, ἤγουνἀθροισθῆναι, ἢ ἀπὸ Αὐλίδος,

φασί, θυγατρὸς Εὐωνύμου, υἱοῦ Κηφισοῦ. ἔχειδέ, φασί, λιμένας ἡ Αὐλὶς τοὺς μὲν

βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺςἀπὸ πάσης Ἑλλάδος. διὸ καὶ ἀθροισθέντες

οἱ Ἀχαιοὶ αὐτόθι ἀνέπλευσαν. ὁΣτράβων δέ φησιν, ὅτι Αὐλὶς πετρῶδες χωρίον, ἔνθα

λιμὴν πεντήκοντα πλοίοις·ὥστε εἰκὸς τὸ ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ

ὑπάρξαι λιμένι. πλησίονδ' αὐτῆς Εὔριπος ὁ Χαλκιδικός, εἰς ὃν ἀπὸ Σουνίου σταδία οʹ.

ὀξύνεται δὲ ἡ Αὐλὶς ἀναλόγως διὰ τὴν παρωνυμίαν, ὡς πύλη πυλίς. τὸ δὲ βαρύτονον, ἐξ

οὗκαὶ ἡ ἔπαυλις, Αἰολικόν φασιν εἶναι· βαρυντικοὶ γὰρ οἱ Αἰολεῖς. [Καὶ ἄλλωςδὲ ἡ μὲν

Αὐλὶς ὡς ἐκ τοῦ αὐλίζω αὐλίσω ἔχοι ἂν ἴσως τὴν ὀξεῖαν τόνωσιν, ἡδὲ αὖλις τὴν βαρεῖαν

πρὸς διαστολήν· οἷον «ἀτερπέα δ' αὖλιν ἔκυρσαν». καὶἔστιν ἡ τούτου ἀναλογία κατὰ τὸ

Θέτιδα Θέτιν, Θέμιδα Θέμιν, Κύπριδα Κύπριν, ἃ δὴ πάντα καὶ βραχύνονται· ὧν πρὸς

μίμησιν καὶ τὴν κνημῖδα καὶσφραγῖδα βαρύναντες οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

257

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!