18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δηλοῦσιν αἱ ἱστορίαι. Ἰστέον δὲ καὶ ὅτι νεῶν Κατάλογος ἡ περιπέτεια ἐπιγράφεται αὕτη,

οὐ μὴν καὶ ἀνδρῶν,ὡς ἐκ μέρους τῶν νηῶν δηλαδή. ἄλλως γὰρ ἐκεῖνο ποιεῖ, ὃ

προέθετο, οὐ μόνοντὰς νῆας ἐξαριθμούμενος ἀλλὰ καὶ τοὺς αὐτῶν ἀρχούς, οἷς τὸ

σεμνὸν οἱ ἀρχαῖοιπεριποιούμενοι γενεαλογοῦσιν αὐτοὺς μυθικώτερον. καὶ τὰ πολλὰ εἰς

τὸν ∆ίατούτους ἀνάγουσιν ἐπαγωνιζόμενοι καὶ συγγένειαν αὐτοῖς ἀποδεῖξαι πρὸς

τοὺςβασιλεῖς, ἤγουν πρὸς Ἀγαμέμνονα καὶ Μενέλαον, πλατύνοντες μὲν τὸν

ἡρωϊκὸνκατάλογον, κάλλιον δέ τι Ὁμήρου ποιοῦντες οὐδέν, ἀλλ' ἢ μόνον

ὀνομάτωνἀήθων φορυτῷ ἀηδίζοντες τοὺς ἐντυγχάνοντας. Παρασημειοῦται δὲ καὶ ὁ

Πορφύριος τὸν Ὁμηρικὸν Κατάλογον πᾶσαν περιέχειν ἀλήθειαν ἔν τε χωρογραφίᾳ καὶ

πόλεων ἰδιώμασιν ἱστορῶν καί, ὅτι νόμους τινὲς ἐξέθεντο ἀποστοματίζειντοὺς

παιδευομένους τὸν Ὁμήρου Κατάλογον, ὡς καὶ ὁ Κερδίας νομοθετῶν τῇπατρίδι. λέγει

δὲ καὶ ὅτι πρὸς ἄλλοις καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐπραγματεύσατο τὰ περὶ τοῦ

Καταλόγου ἄριστα ἐν δώδεκα βιβλίοις, Μηνογένης δὲ ἐντρισὶ καὶ εἴκοσι. μετρεῖ δὲ καὶ

ἡγεμόνας Ἀχαιῶν μζʹ, ὧν ιδʹ, φησίν, ἐν Τροίᾳἔθανον. (ῃ. 494–508) Ὅτι Βοιωτῶν

Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε. ἐνέμοντο δέ,

φησίν, Ὑρίαν καὶ Αὐλίδα, Σχοῖνόντε Σκῶλόν τε καὶ Ἐτεωνόν, Θέσπιαν τε Γραῖάν τε καὶ

Μυκαλησσὸν καὶ 1.402 Ἅρμα καὶ Εἰλέσιον καὶ Ἐρυθρὰς καὶ Ἐλεῶνα καὶ Ὕλην καὶ

Πετεῶνα καιὨκαλέην καὶ Μεδεῶνα, Κώπας τε Εὔτρησίν τε καὶ Θίσβην καὶ Κορώνειαν

καὶἉλίαρτον καὶ Πλάταιαν καὶ Γλίσσαντα καὶ Θήβας ἢ Ὑποθήβας καὶ Ὀγχηστὸνκαὶ

Ἄρνην καὶ Μίδειαν καὶ Νῖσαν καὶ Ἀνθηδόνα. Ἐνταῦθα δὲ ὁ ποιητὴςχρᾶται κατακόρως

καὶ σχήματι κάλλους, τῇ λεγομένῃ κατὰ κῶλον ἐπαναφορᾷ.ἀρξάμενος γὰρ ἀπὸ τοῦ «οἵ»

ἄρθρου πληθυντικοῦ ἀρσενικοῦ ὑποτακτικοῦ,ἐπιμένει αὐτῷ, καὶ ἐπαναφέρων φησίν·

«οἵ θ' Ὑρίην ἐνέμοντο, οἵ τ' Ἐλεῶν' εἶχον» καὶ πάλιν μετὰ δύο ἔπη «οἵ τε Κορώνειαν, οἵ

τε Πλάταιαν καὶοἳ Γλίσσαντ' ἐνέμοντο, οἵ θ' Ὑποθήβας εἶχον». καὶ στοιβάσας

ἐνταῦθασυνεχεῖς τέσσαρας ἐπαναφορὰς πάλιν μετὰ ἓν ἔπος λέγει «οἵ τε Ἄρνην ἔχον,οἵ

τε Μίδειαν». καὶ οὕτω κομματικῶς, ὡς εἰπεῖν, καλλύνας τὸ τῆς Βοιωτίαςπρόσωπον

ἐπάγει· «πεντήκοντα δὲ νῆες αὐτοῖς, ἐν δὲ ἑκάστῃ κοῦροι ἑκατὸν καὶεἴκοσι βαῖνον».

εἴωθε δὲ οὕτω ποιεῖν καὶ ἐν τοῖς ἑξῆς Ὅμηρος καὶ μετὰ τοὺςστρατηγοὺς καὶ τὰς πόλεις

τιθέναι τὸν ἀριθμὸν τῶν νεῶν. τούτων δὲ τῶνπόλεων τὰς μὲν πλείους δίχα ἐπιθέτων

προάγει, τὴν δὲ Αὐλίδα πετρήεσσανλέγει, τοιαύτην ἀληθῶς οὖσαν, τὴν Ἐτεωνὸν

πολύκνημον, τὴν Μυκαλησσὸνεὐρύχορον, τὴν Μεδεῶνα εὐκτίμενον πτολίεθρον, ὡς καὶ

τὰς Θήβας, τὴν δὲ Θίσβην πολυτρήρωνα ὡς πολλάς, καθὰ μαρτυρεῖται, περιστερὰς

ἔχουσαν, τὴνἉλίαρτον ποιήεντα, ὡς «Πύλον ἠμαθόεντα». μέμνηται δὲ αὐτῆς καὶ

∆ημοσθένης· τὴν Ὀγχηστὸν ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, τὴν Ἄρνην πολυστάφυλον,

τὴν Νῖσαν ζαθέην, τὴν δὲ Ἀνθηδόνα ἐσχατόωσαν· τοῦτο δὲ οὐ δι' ἀρετὴντόπου, ἀλλὰ

θέσιν· φυλάττει δὲ καὶ νῦν τοὔνομα ὡς καὶ ἡ Κορώνεια. ἐν τούτῳδὲ τῷ τόπῳ τρὶς μὲν

χρᾶται τῷ ἐνέμοντο τήνδε ἢ τήνδε τὴν πόλιν, τῷ δὲ εἶχοντετράκις· ἐπὶ ἑτέρων δὲ

παρακατιὼν τὸ ἔναιον λέγει. καὶ ἐν τοῖς ἑξῆς δὲ διὰτῶν τοιούτων ῥημάτων χορεύει

λέγων «οἳ ἐνέμοντο» «οἳ ἀμφενέμοντο» «οἳ εἶχον»«οἳ ἔναιον». Τὰ δὲ ῥηθέντα πέντε

τῶν ἀρχηγῶν ὀνόματα προληπτικῶς ἐτέθησαν,ὥς φασιν οἱ παλαιοί, παισὶν οὖσιν, ἐξ ὧν

ἐπιτηδεύειν ἔμελλον. (ῃ. 494) Καὶ Πηνέλεως μὲν στρατηγικὸν ὄνομα παρὰ τὸ πένεσθαι

καὶ ἐνεργεῖν περὶ λαόν, ἵναεἴη πένω Πενέλεως, καθάπερ καὶ μένω Μενέλεως. καὶ πάλιν

ὥσπερ Μεθώνη Μηθώνη, Φέρης Φέρητος Φηρητιάδης, Ἄδμητος ἢ Εὔμηλος, οὕτω

καὶΠενέλεως Πηνέλεως Ἀττικῶς, οὗ τὸ κοινὸν ἄχρηστον ἡρωϊκῷ μέτρῳ, ἤγουν

τὸΠηνέλαος. τοιοῦτον δὲ καὶ τὸ Ἀρχέλεως ἐν Τραχινίαις. [Ἰστέον δὲ ὡς καὶ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

256

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!