18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

παλαιοὶ λέγοντες ποιῆσαιοὕτω τὸν ποιητὴν διὰ τὸ χαρίζεσθαι ταῖς ἀνωτέρω

παρακληθείσαις Μούσαις,ὧν ἐνδιαίτημα ἦν ὁ Βοιώτιος Ἑλικὼν φυλάσσων μέχρι καὶ

νῦν τὴν κλῆσιν. οἱδὲ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα λέγοντες ἀκούουσιν ἐκ τῶν

παλαιῶνἐνστάσεις τινάς. καὶ ἄλλως δὲ ἀπὸ τῶν Βοιωτῶν ἡ ἀρχή, διότι, φασίν,

αὐτοὶμόνοι πέντε εἶχον ἡγεμόνας· τινὲς δέ, διότι πολύπολις ἡ Βοιωτία. τοῦτο δὲοὐχ'

ὑγιές· καὶ ἡ Κρήτη γὰρ ἑκατόμπολις καὶ ἡ Λακωνικὴ δέ. τί οὖν μὴ ἐξαὐτῶν ἤρξατο; οἱ

δέ, ὅτι ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ὁ ναύσταθμος γέγονετοῖς Ἀχαιοῖς· Ἕτεροι δέ, διότι

ἐν μεσαιτάτῳ τῆς Ἑλλάδος κεῖται ἡ Βοιωτία·ἔστι γὰρ αὐτῇ ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ

δὲ δυσμῶν Φωκίς, ἐκ βορείων Λοκρὶς καὶ ἐκ μεσημβρίας Ἀττική· κατὰ δὲ ἐνίους, διότι

μέγιστον εἶχε ναυτικὸν ἡ Βοιωτία ὡς Φοινίκων ἄποικος διὰ τὸν Φοίνικα Κάδμον· καὶ

διότι δέ, 1.400 φασίν, Ἕλλην ὁ ∆ευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκησεν ὁ τοῖς Ἕλλησι

κατάρξας τῆς κλήσεως. Ἀρίσταρχος δέ φησιν ἀπὸ Βοιωτῶν ἄρξασθαι τὸν ποιητὴν οὐκἔκ

τινος παρατηρήσεως, ἀλλὰ κατὰ ἐπιφοράν, ἤτοι κατά τινα φορὰν καὶ τύχηνκαὶ κατὰ τὸ

ἁπλῶς ἐπιτυχόν. εἰ δὲ καὶ ἀπὸ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἄν,φησί, τὴν αἰτίαν·

περὶ δὲ Βοιωτῶν ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ.Ἰστέον δὲ ὅτι ἡ Βοιωτία καὶ

Ἀονία ἐκλήθη ποτὲ ἀπὸ τῶν κατοικούντων Ἀόνων. ἔθνος δὲ Βοιώτιον οἱ Ἄονες, ὅθεν

καὶ σίδηρος Ἀόνιος ὁ Βοιώτιος,ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. οἱ δὲ παλαιοὶ

λέγουσι καὶ ταῦτα ἐνταῦθα,ὡς θαυμάσιος ὁ ποιητὴς μηδ' ὁτιοῦν μὲν παραλείπων τῆς

ὑποθέσεως, πάντα δ'ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, οἷον

θεῶν ἔριν,Ἑλένης ἁρπαγήν, Ἀχιλλέως θάνατον· ἡ γὰρ κατὰ τάξιν, φασί, διήγησις

νεωτερικὸν καὶ συγγραφικὸν καὶ ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον οὖν,

φασίν,ἐπιθεὶς Ὅμηρος τῷ Νέστορι ῥητορείαν τὸν Κατάλογον τοῦτον ἐμνηστεύσατο,ἵνα

ἐντεῦθεν γνωρισθῶσιν αἱ ἡρωϊκαὶ φρῆτραι καὶ τὰ φῦλα καὶ μὴ ἐπιταράσσοιτοἐν τοῖς

ἑξῆς ἡ ἀκοὴ παρεισκρινομένων τῶν τῆς Βοιωτίας διηγημάτων. ἔτι καὶταῦτα τῶν

παλαιῶν. Εἰσὶ τρεῖς ἰδέαι λόγων κατὰ Πλάτωνα, ἡ μιμητικὴ καὶδραματική, καθ' ἣν ὁ

ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς ἤθεσι τῶν εἰς μίμησινὑποκειμένων προσώπων· δευτέρα

ἰδέα ἡ ἀμίμητος, ὡς ἡ Φωκυλίδου καὶ Θεόγνιδος· καὶ τρίτη ἡ μικτή, ὡς ἡ τοῦ Ἡσιόδου.

ἐν γοῦν τοῖς ἀμιμήτοις καὶ ψιλοῖς ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι πολυτρόπως

ἐπικαλλύνοντα τὴνφράσιν σχήμασι καὶ λοιπαῖς παντοίαις ἐξαλλαγαῖς, ὅπερ ἐνταῦθα

τεχνησάμενοςὍμηρος τοῖς τε τῶν πόλεων ἐπιθέτοις ἐγκροαίνει καὶ τούτοις

ἠκριβωμένοις· 1.401 οὐ γὰρ ἀνεξέλεγκτός, φασί, νῦν περὶ χωρίων Ἑλληνικῶν διεξιών·

καὶ οὕτωγλυκαίνει τὴν ποίησιν· ἐξαλλάσσει δὲ καὶ τὰ τοῦ Καταλόγου σχήματα

πολυειδῶς· παρενείρει δὲ καὶ ἱστορίας παλαιοτέρας τοῦ Τρωϊκοῦ πολέμου εἰς

ποικιλίαν·ἔτι δὲ καὶ εἰς ψυχαγωγίαν ἀκροατοῦ καὶ λέξεων δὲ πολυωνυμίαν ἀκριβοῖ

καὶἄλλα μυρία μεθοδεύει, ὡς ἐν τοῖς κατὰ μέρος φανήσεται, δι' ὧν τὸ τῆς

ἀμιμήτουἰδέας ὕπτιον ἐξανιστᾷ. οὕτω δέ, φασίν, ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ

Κατάλογος,ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι Ὁμηρικοῖς ἔπεσιν ἐχρήσαντο πρὸς λύσιν

ἔριδος. Καλυδῶνα μὲν γάρ, φασίν, Αἰτωλοῖς ὁ ποιητὴς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς

Αἰολέας μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρ' Ἀθηναίων

ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· «Καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην».

Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκάλης διαφερομένοις εἰςνίκην ἐπήρκεσε τὰ ἔπη

ταῦτα· «Οἳ δὲ Μίλητον ἔχον φθειρῶν τ' ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς

Μυκάλης τ' αἰπεινὰ κάρηνα». καὶ Σόλων δὲ τὴν Σαλαμῖνα, φασίν, Ἀθηναίοις ἀπένειμε

προσθεὶς ἔπος, ὅπερ ἐν τοῖς ἑξῆς δηλωθήσεται,ὅπου μνήμη τοῦ μεγάλου Αἴαντος

γένηται. ὅτι δὲ καὶ πολλὰ βιβλία εἰς τὴν Βοιωτίαν ταύτην φιλοτίμως ἐπραγματεύθησαν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

255

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!