18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὸ «ἔσπετε νῦνμοι Μοῦσαι»] τὸ «ὑμεῖς γὰρ πάρεστέ τε ἴστε τε πάντα· ἡμεῖς δὲ κλέος

οἷονἀΐομεν οὐδέ τι ἴδμεν», λεχθείη ἂν ὑπὸ τῶν ἀκοῇ τι παρειληφότων πρὸς τοὺς

εἰδή1.398 μονας καὶ αὐτόπτας τοῦ πράγματος. [Ἔνθα ὅρα κάλλος ἐν τρισὶ ῥήμασι

καὶδυσὶ συνδέσμοις καίριον καὶ φυσικὸν καὶ γοργόν, οὐ μὴν περίεργον

καὶἐπιτετηδευμένον κατὰ τὰ ὕστερον· τοιοῦτον γὰρ πάντως τὸ «θεαί ἐστε πάρεστέτε

ἴστε τε». ὁ μέντοι γράψας πρὸς ἀστεϊσμὸν τὸ «νάρκη πνικτή, πέρκη σχιστή,τευθὶς

σακτή», ταὐτὸν δ' εἰπεῖν κατὰ τοὺς ἰδιωτίζοντας παραγεμιστή, «γλαύκουπροτομή,

γόγγρου κεφαλή», ἔτι δὲ καὶ ὁ παρισώσας τὸ «τυρὸς ξηρός, τυρὸςκοπτός, τυρὸς ξυστός,

τυρὸς τμητός» καὶ ὅσα δὲ ἄλλα τοιαῦτα–μυρία δέεἰσιν ἐκεῖνα–καλλωπίζουσι μὲν

γοργῶς καὶ εὐρύθμως, οὐ μὴν σεμνῶς καὶφύσει καθ' Ὅμηρον.] (ῃ. 488–90) Τὸ δέ «οὐκ ἂν

ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω»,ἢ ἁπλῶς εἴπω καὶ διηγήσωμαι, «οὐδ' εἴ μοι δέκα μὲν

γλῶσσαι», ὡς καὶ προεγράφη, «δέκα δὲ στόματα εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι

ἦτορ ἐνείη»ἐπὶ πραγμάτων μεγάλων ἁρμόζει, ἃ μόλις ἄν τις ἀφηγήσηται. (ῃ. 490)

Σημείωσαι δὲ ὅτι τὸ «φωνὴ δ' ἄρρηκτος» εἴη, δέδωκεν ἀφορμὴν τοῖς Στωϊκοῖς τοῦσῶμα

λέγειν τὴν φωνήν· σωμάτων γὰρ εἶναι δοκεῖ τὸ ῥήγνυσθαι. εἰ γὰρ καὶ ὁ Πλάτων οὐ

σῶμα λέγει αὐτὴν εἶναι, ὡς ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσαν,μετὰ δὲ τοῦτο μὴ

ὑφισταμένην, ἀλλ' οἱ τῆς Στοᾶς σῶμα ἔλεγον τὴν φωνὴν διὰτὸ δραστικὸν αὐτῆς καὶ

παθητικόν. δρᾷ μὲν γάρ, φασίν, ἀκουομένη· πάσχει δὲἀνιεμένη καὶ ἐπιτεινομένη. ἔτι δέ,

φασί, σῶμά ἐστιν ἡ φωνὴ καὶ διότι πίπτειὑπὸ αἴσθησιν, τὴν ἀκοὴν δηλαδή, ἔτι δὲ καὶ διὰ

τὴν ἀντιτυπίαν· ἀντιτυπεῖγὰρ προσπίπτουσα ταῖς ἀκοαῖς. (ῃ. 489 ς.) Ὅρα δὲ καὶ ὅτι δέκα

γλωσσῶν καὶστομάτων τοσούτων μνησθείς, οἷς συμμερίζοιτο ἂν καὶ ἡ φωνή, τὸ ἦτορ

ἑνικῶςεἶπεν· ἐπεὶ καὶ ὁ μῦθος μόρια μὲν σωματικὰ πολλάκις πληθύνει, ὡς δηλοῦσικαὶ

οἱ Ἑκατόγχειρες καὶ τὰ πολυκέφαλα τέρατα, ἐπὶ δὲ ψυχῆς οὐδὲν τοιοῦτονἐτερατεύσατο,

ὡς πλάσασθαί τινα καὶ πολύψυχον. ἡ μέντοι τραγικὴ εὐχὴ ἡ θέλουσα φωνήεντα

γενέσθαι πολλὰ τῶν μορίων τοῦ σώματος, τῆς Ὁμηρικῆςταύτης ἀσφαλείας τε καὶ

σεμνότητος πολὺ ἐκπέπτωκεν, ὁρμᾶται δέ πως ἐκ τοῦμύθου τοῦ κατὰ τὸν Ἄργον·

εὔχεται γὰρ ἡ τραγικὴ Ἑκάβη μονονουχὶ στόμασι κατατετρῆσθαι πολλοῖς, ὥς που καὶ ὁ

Ἄργος τοῖς ὄμμασιν. [Ἰστέον δὲ ὅτι παρὰ τὸ δέκα μὲν στόματα καὶ ἑξῆς πέπαικταί τινι

παλαιῷ ὡς ἐκ προσώπου λίχνουτὸ «ἀλλ' ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε

χείλη πέντ' ἔχω». γλυκύτερονδὲ τὸ τοῦ παρῳδοῦ Μάτρωνος· «πῶς ἂν ἔπειτα

πλακοῦντος ἐγὼ θείου ἀπεχοί1.399 μην; οὐδ' εἴ μοι δέκα μὲν χείλη, δέκα δὲ στόματ'

εἶεν, γαστὴρ δ' ἄρρηκτος,χάλκεον δέ μοι ἦτορ ἐνείη». παρῴδηται δὲ τὸ «πῶς ἂν ἐγώ»

καὶ ἑξῆς ἐξ Ὀδυσσείας· «πῶς ἂν ἔπειτ' Ὀδυσσῆος ἐγὼ θείοιο λαθοίμην».] (ῃ. 493) Ἐν δὲ

τῷ «νῆας προπάσας» ἢ περιττὴ ἡ ˉπˉρˉο πρόθεσις ἢ τὸ διόλου καὶ ἐνταῦθα δηλοῖ.Ἐν δὲ

τῷ «ἀρχοὺς νηῶν ἐρέω νῆάς τε προπάσας» ὁ σκοπὸς τῆς Βοιωτίας κεῖταικατὰ λόγον

προαναφωνήσεως ἤτοι προεκθέσεως· τέλος γὰρ αὐτῆς νηῶν τε καὶἀρχηγῶν κατάλογος,

ὡς αὐτίκα φανήσεται. καὶ ὅρα τὸ «ἀρχοὺς αὖ νηῶν ἐρέω».διὰ γὰρ τοῦ ἐρέω ἐκφαίνει

ἀριδήλως, ὅτι ὑποφητεύει ταῖς Μούσαις ὑποβολέωςδίκην καὶ αὐταὶ μὲν ᾄδουσιν ἢ

ἐννέπουσιν αὐτῷ, αὐτὸς δὲ τοῖς Ὁμηρίδαις ὡςοἷά τις μουσόληπτος. ὥστε ἐν τῷ «μῆνιν

ἄειδε θεά» προσυπακουστέον τὸ δι'ἐμοῦ, «ὃς ἀεὶ ἐν Μούσαις εἰμί», ὃ δὴ περὶ τῶν

ποιητῶν ἢ τῶν ἁπλῶς λογίων Εὐριπίδης φησί. καὶ ἐν τῷ «ἄνδρα μοι ἔννεπε Μοῦσα»

συνεννοητέον τὸ «ἵναἐγὼ τοῖς ἄλλοις ἐρέω».ΚΑΤΑΛΟΓΟΣ ΝΕΩΝ Ὅτι Κατάλογος μὲν

νεῶν ἤτοι ἐξαρίθμησις τὸ ἐφεξῆς τῆς παρούσης ῥαψῳδίαςἀπὸ τοῦ ἔργου ὠνόμασται,

Βοιωτία μέντοι ἀπὸ μόνης τῆς προοιμιακῆςεἰσβολῆς ἐχούσης οὕτω· (ῃ. 494) «Βοιωτῶν

μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.»διὰ τί δὲ ἀπὸ τῶν Βοιωτῶν ἤρξατο, δηλοῦσιν οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

254

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!