18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πλήθους εἰπεῖν καὶαὐτῷ τῷ πλήθει καθ' ἕνα ἕκαστον πρὸς ὄνομα ἐπεξελθεῖν. ὁ μὲν γὰρ

πλήθειἐπεξιὼν ἕνα ἕκαστον λέγει, ὃ καὶ ἐπὶ τῶν ἡγεμόνων ποιεῖ ὁ Ὅμηρος τοῖς

καθ'ἕκαστον ἐπεξερχόμενος λεπτομερῶς· ὁ δὲ ἁπλῶς περὶ πλήθους λέγων

παχύτερόνπως λέγει καὶ οὐ διευκρινεῖ. Οὕτως οὖν καὶ ἐνταῦθα ὁ ποιητὴς τοὺς

μὲνἡγεμόνας ὀνομάζων καταλέγει, τὴν δὲ πληθὺν οὐδὲ ἀριθμεῖ γοῦν φανερῶς.εἰ δὲ καὶ

ἀριθμεῖν δοκεῖ κατὰ τὴν ῥηθεῖσαν Θουκυδίδειον μέθοδον, ἀλλ'ἕτερον τὸ περὶ ἑκάστων

εἰπεῖν καὶ ἕτερον τὸ ἀριθμῆσαί τινας. τὸ μὲν γὰρδηλοῖ, τίνες, τὸ δέ, πόσοι. πολὺ δὲ

διαφέρει τὸ τίνες εἰπεῖν καὶ τὸ ὁπόσοι. τὸμὲν γὰρ τίνες διεξοδικώτερον καὶ

δυσχερέστερον ἅτε καὶ γένους μεμνημένον καὶτύχης καὶ ἐπιτηδευμάτων καὶ τοιούτων

τινῶν· τὸ δὲ ὁπόσοι συνεπτυγμένονἐστὶ καὶ εὐχερές· διὸ τοὺς μὲν ἡγεμόνας ἔχει εἰπεῖν

οὐ μόνον ὁπόσοι, ἀλλὰ καὶτίνες, ἐὰν αἱ Μοῦσαι συλλάβοιντο· τὴν δὲ πληθύν, τίνες μέν,

οὐκ ἂν ἔχοι εἰπεῖνοὐδὲ σὺν αὐταῖς ταῖς Μούσαις, κἂν ὑπὲρ φύσιν αὐτὸν διάθωνται·

μόνον δὲ τὸὁπόσοι εἰσὶν ἐρεῖν ἂν ὑπισχνεῖται, ἐὰν αἱ Ὀλυμπιάδες, ἢ κατὰ

Ζηνόδοτονβαθύκολποι, Μοῦσαι μνήσωσιν, ἤτοι ἀναμνήσωσιν αὐτόν, αἱ τῆς

Μνημοσύνηςκαὶ τοῦ ∆ιὸς θυγατέρες. τῷ ὄντι γὰρ Μουσῶν ἔργον ἤτοι λογιωτάτης

ἐφόδου 1.397 καὶ γνώσεως τὸ διὰ τῆς ῥηθείσης μεθόδου τὸ τῶν Ἑλλήνων πλῆθος

ἐμφῆναι. Συνακτέον οὖν, ὅτι δύο τούτων ἄρτι προκειμένων ἐν τῷ Καταλόγῳ, τοῦ

τοὺςἡγεμόνας εἰπεῖν καὶ τοῦ τὴν πληθύν, τοὺς μὲν ἡγεμόνας φησὶν εἰπεῖν καὶ τίνεςεἰσὶ

καὶ πόσοι, ἐὰν αἱ Μοῦσαι συλλαλῶσι, τὴν δὲ πληθὺν ἤτοι ἑκάστους, ὡςαὐτὸς ἐν τῇ

γάμμα ῥαψῳδίᾳ φησί, τίνες μέν εἰσι, μὴ ἂν εἰπεῖν, κἂν αὐταὶλαλῶσιν αἱ Μοῦσαι, πόσοι

δέ εἰσιν, ἀλλ' αὐτὸ τοῦτο καὶ μόνον εἰπεῖν. ἐπεὶ οὐπάντῃ πάντως ἀμήχανον, ἐὰν αἱ

Μοῦσαι μνήσαιντο, ἤτοι ἀναμνήσωσιν, ὃ καὶποιεῖ διὰ τῆς προρρηθείσης μεθόδου. (ῃ.

492) Ὅρα δὲ τὸ μνησαίατο ταὐτόνπως ὂν τῷ διδάξαιεν, ὡς δοκεῖν τοὺς εἰπόντας τὰς

μαθήσεις ἀναμνήσειςἐντεῦθεν λαβεῖν τὴν ἀρχήν. Ἰστέον δὲ ὅτι οὐ βούλεται ὁ ποιητὴς

οὐδὲ ἐγχειρεῖμυθήσασθαι καὶ ὀνομάσαι τὴν πληθὺν διά τε τὸ ἀδύνατον, ὅπερ καὶ αὐτὸς

εἶπε,καὶ διότι δὲ οὐκ ἂν τοσούτων ὀνομάτων ἠδυνήθη εὐπορῆσαι πλάσεως, ἔτι δὲκαὶ διὰ

τὸ τοῦ πράγματος ἄκαρπον καὶ εἰκαῖον καὶ ἀκερδὲς καὶ εὐπεριφρόνητοντοῖς

ἐντυγχάνουσι διὰ τὸ ἀλυσιτελές· σοφὸς γὰρ ὢν κατεστοχάσατο τοῦμέλλοντος. καὶ ἔγνω

μὴ ἂν τοὺς ἀκροατὰς ἐθέλειν ἐγκύπτειν τῷ τοιούτῳ αὐτοῦπονήματι διὰ τὸ μηδὲν

αὐτόθεν ἔχειν κερδαίνειν, ὅπου γε καὶ τὴν Βοιωτίαν,τουτέστι τὸν Κατάλογον τῶν νεῶν,

οἱ πολλοὶ περιφρονοῦσι διὰ τὰ τῶν ἡγεμόνων,φασίν, ὀνόματα καί, διότι οὐκ ἔχει

κίνησίν τινα ἡρωϊκήν. καὶ μὴν ἄλλωςπεποίκιλται θαυμασίως καὶ ὁ τοιοῦτος ὅλος τόπος

ἱστορίαις τε καὶ τοπογραφίαις καὶ γενεαλογίαις καὶ ἑτέροις τοιούτοις, ὡς προϊοῦσι

γνωσθήσεται.Ἰστέον δὲ καὶ ὅτι Ζηνοδότου βαθυκόλπους, ὡς εἴρηται, τὰς Μούσας

μεταγράψαντος μὴ ἀρεσκόμενοι οἱ παλαιοί φασιν, ὅτι οὐδὲ γυναῖκας

Ἑλληνίδαςβαθυκόλπους εἶπεν ὁ ποιητής. (ῃ. 491) [Ἔτι ἰστέον καὶ ὅτι τε τὸ

ὈλυμπιάδεςΜοῦσαι διχῶς νοεῖται· ἢ γὰρ αἱ Ὀλύμπια, ὡς ἐρρέθη, δώματα ἔχουσαι ἢ αἱ

τοῦ Ὀλυμπίου ∆ιὸς θυγατέρες τύπῳ πατρωνυμικῷ, καθὰ καὶ Πελιάδες αἱ τοῦ Πελίου καὶ

Ἡλιάδες αἱ τοῦ Ἡλίου, καὶ ὅτι Ἕρμιππος κατὰ τὴν δειπνοσοφιστικὴνἱστορίαν παίζων

παρασύρει τὸ «ἔσπετε νῦν μοι» καὶ ἑξῆς ὅλον τὸν στίχον εἰςτὰ ἑαυτοῦ. καὶ ἐρωτήσας

ὁπόσα ἐν ἀνθρώποις ἀγαθά, ἐξ οὗ ναυκληρεῖ φησι ∆ιόνυσος ἐπὶ οἴνοπα πόντον,

καταλέγει ἀστείως πρὸς ἄλλοις, ὡς ἤγαγε παρὰ Περδίκκου ψεύδεα ναυσὶ πάνυ πολλαῖς

καὶ ὡς αἱ Συράκουσαι σῖτον καὶ τυρὸνπαρέχουσι καὶ ἕτερά τινα τοιαῦτα. ἔνθα ὅρα τὸ

«ψεύδεα ναυσὶ πάνυ πολλαῖς»παραξεσθὲν ἐξ Ὁμήρου φαμένου ἐν τοῖς ἑξῆς δυνατὸν

εἶναι ὀνείδεα μυθήσασθαι,ὅσα οὐδ' ἂν ἑκατόνζυγος ναῦς ἄροιτο· καὶ ὅτι κείμενον μετὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

253

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!