Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐμβλέπειν τὸ θυμικῶς ἐντρανίζειν καὶἀταυρώτη γυνή, ἡ ἄζυξ, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 484–93) Ὅτι ἔστιν ὅτε ὁποιητὴς κατὰ ποσά τινα διαστήματα ἐγκόπτει τὸν λόγον τῇ Μούσῃ καὶ ὡς ἐξὑπαρχῆς αὖθις αὐτὴν ἀξιοῖ εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. ποιεῖ δὲ τοῦτο, ἡνίκα πραγμάτων ἐντύχῃ μεγέθει καὶ πλήθει, αὔξων καὶ οὕτως ἐκεῖνα καὶ ἐνδεικνύμενοςὡς οὐκ ἄνευ θεοῦ καὶ μουσικῆς ἐπιπνοίας ἀφηγηθήσονται· ἢ καὶ ἄλλως ποιεῖτοῦτο, ὅτε ἡ μὲν ἀκολουθία τῶν ἑξῆς ἐθέλει ἔχεσθαι, ὁ δὲ ποιητὴς ἢ ὁ φιλομαθὴς ἀκροατὴς ἐπ' ἄλλο γλίχεταί τι τραπῆναι τὸν λόγον, μέγα ὂν καὶ αὐτὸκαὶ ἱστορίας ἄξιον. ὡς καὶ ἐνταῦθα ἡ μὲν ἀκολουθία ἤθελε μετὰ τοὺς περὶἈγαμέμνονος λόγους εὐθὺς κεῖσθαι τὸ «Τρωσὶ δ' ἄγγελος ἦλθε ποδήνεμοςὠκέα Ἶρις» καὶ τὰ ἑξῆς τοῦ τέλους τῆς Βοιωτίας· ὁ δὲ ποιητὴς ἐπεισόδιόν τιἐξευρὼν ἀξιοῖ τὰς Μούσας νεῶν ποιῆσαι κατάλογον καὶ ἡγεμόνων Ἑλληνικῶν.φησὶ γοῦν· «ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι, οἵ τινες ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεονδέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι ∆ιὸς αἰγιόχοιο θυγατέρες μνησαίαθ',ὅσοι ὑπὸ Ἴλιον ἦλθον. ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας». ἔστι δὲ ὃ λέγειτοιοῦτόν τι. Ἐνθύμιόν ἐστί μοι ἀναπαύσαντι τὸν λόγον, ὦ Μοῦσαι, νεῶν τεἙλληνικῶν κατάλογον ποιῆσαι καὶ τοὺς Ἕλληνας δὲ ὀνομάσαι, ἐὰν ὑμεῖς ἐμπνέητέ μοι. ἀλλὰ τούτων τὸ μὲν δυναίμην ἄν, τὸ τὰς νῆας δηλαδὴ καταλέξαικαὶ ἐκφωνῆσαι ἐξ ἐπιπνοίας ὑμῶν, τὸ δὲ ἕτερον, τὸ τοὺς Ἕλληνας ὀνομάσαι,πῇ μὲν ἔχοιμι ἂν ποιῆσαι, πῇ δὲ οὔ. τοὺς μὲν γὰρ ἀρχούς, εἴτ' οὖν ἡγεμόνας τῶνἙλλήνων, ἐρῶ πρὸς ὄνομα ὑποφητεύων ἐπιπνεούσαις ὑμῖν· τὴν δὲπληθὺν ὑμεῖς μὲν ἐρεῖτε ἂν καὶ ὀνομάσητε–θεαὶ γάρ ἐστε–ἐγὼ δὲ οὐκ ἂνμυθήσομαι οὐδὲ ὀνομήνω, ἤγουν ἐξ ὀνόματος εἴπω, οὐδ' εἰ τάδε μοι καὶ τάδεγένοιτο καὶ πολλαπλασίων, φασίν, ἐμαυτοῦ γένωμαι. φύλλων γὰρ ἢ ἀνθέωνἐαρινῶν ἢ ψάμμου, οἷς οἱ Ἕλληνες εἰκάζονται, καὶ τὸ μέτρον οὐ περιληπτὸνκαὶ τὸ ἕκαστον ὀνομάζειν ὁμοίως ἀδύνατον ἀνθρώπῳ γε ὄντι μοι. ὑπισχνεῖταιοὖν διὰ τούτων ὁ ποιητὴς νεῶν μὲν κατάλογον ποιῆσαι καὶ τοὺς αὐτῶν ἡγεμόνας 1.396 ἱστορῆσαι πρὸς ὄνομα [δίκην ὑποβολέως,] ἐὰν αἱ Μοῦσαι συλλαμβανόμεναιπροβάλλωσιν αὐτῷ ταῦτα, ἵνα ἐκεῖναι μὲν λαλῶσιν αὐτῷ, αὐτὸς δὲ τοῖς λοιποῖς·τὴν δὲ πληθὺν ἐᾶσαί φησι, διότι οὐκ ἂν ὑποφητεύειν καὶ εἰς τοῦτο ταῖς Μούσαιςἀρκέσειεν· ἥ τε γὰρ γλῶσσα μία οὖσα ναρκήσειεν ἄν, ἀποκάμοι δὲ καὶ τὸ στόμα·ῥαγήσεται δὲ καὶ ἡ φωνὴ καὶ ἡ ψυχὴ ἀνεθήσεται. τὸ τοίνυν τὴν πληθὺν ὀνομάσαι,πάνυ ὂν μεῖζον τοῦ τοὺς ἡγεμόνας εἰπεῖν, ταῖς μὲν Μούσαις ὡς θεαῖς δυνατὸνεἶναί φησιν, ἑαυτῷ δὲ ἀδύνατον. διὸ καὶ προαναφωνεῖ μὴ ἂν ὀνομάσαι τὴνπληθύν, καθὰ τάς τε νῆας καὶ τοὺς ἡγεμόνας. Καίτοι κατὰ τὴν τῶν παλαιῶνἐπιβολὴν εἶπε τρόπον τινὰ καὶ περὶ τοῦ πλήθους. ἐπεὶ γάρ, φασί, περὶ μὲν τοῦ Φιλοκτήτου ἐν τοῖς ἑξῆς εἶπεν ἐκ πεντήκοντα ἐρετῶν εἶναι τὰς αὐτοῦ νῆας, περὶδὲ Βοιωτῶν, ὅτι ἐξ ἑκατὸν εἴκοσιν αὐτοῖς ἑκάστη ναῦς, δῆλός ἐστιν ἐμφῆναιβουλόμενος τὴν πληθὺν ἐκ τῆς ἀμφοῖν τούτων συνθέσεως. Ἔστι γὰρ κατὰ τὸν Θουκυδίδου κανόνα τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαβόντα τεκμήρασθαι,πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ οἱ τοῦ πλήθους· ὃ καὶ ποιοῦντες οἱ Ὁμηρικοὶεὑρίσκουσιν ὑπὲρ δέκα μυριάδας συναγομένην τὴν πληθύν. ἐπεὶ γάρ, ὡς ἐν τῇ Βοιωτίᾳ δηλοῦται, αἱ νῆες ὑπὲρ χιλίας, μέσον δὲ τοῦ πεντήκοντα ἀριθμοῦ καὶτοῦ ἑκατὸν εἴκοσιν ὁ ὀγδοηκονταπέντε, πολυπλασιασθεὶς ὁ ὀγδοηκονταπέντεἐπὶ τὸν ἀριθμὸν τῶν νηῶν μετρεῖ τὸ τῶν ἐμπλεόντων πλῆθος ὑπὲρ μυριάδαςὂν δέκα, ὡς καὶ προείρηται. καὶ οὕτω δοκεῖ, φασί, καὶ περὶ τοῦ πλήθους λέγεινὁ ποιητής. πρὸς οὓς ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἁπλῶς περὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 252

πλήθους εἰπεῖν καὶαὐτῷ τῷ πλήθει καθ' ἕνα ἕκαστον πρὸς ὄνομα ἐπεξελθεῖν. ὁ μὲν γὰρ πλήθειἐπεξιὼν ἕνα ἕκαστον λέγει, ὃ καὶ ἐπὶ τῶν ἡγεμόνων ποιεῖ ὁ Ὅμηρος τοῖς καθ'ἕκαστον ἐπεξερχόμενος λεπτομερῶς· ὁ δὲ ἁπλῶς περὶ πλήθους λέγων παχύτερόνπως λέγει καὶ οὐ διευκρινεῖ. Οὕτως οὖν καὶ ἐνταῦθα ὁ ποιητὴς τοὺς μὲνἡγεμόνας ὀνομάζων καταλέγει, τὴν δὲ πληθὺν οὐδὲ ἀριθμεῖ γοῦν φανερῶς.εἰ δὲ καὶ ἀριθμεῖν δοκεῖ κατὰ τὴν ῥηθεῖσαν Θουκυδίδειον μέθοδον, ἀλλ'ἕτερον τὸ περὶ ἑκάστων εἰπεῖν καὶ ἕτερον τὸ ἀριθμῆσαί τινας. τὸ μὲν γὰρδηλοῖ, τίνες, τὸ δέ, πόσοι. πολὺ δὲ διαφέρει τὸ τίνες εἰπεῖν καὶ τὸ ὁπόσοι. τὸμὲν γὰρ τίνες διεξοδικώτερον καὶ δυσχερέστερον ἅτε καὶ γένους μεμνημένον καὶτύχης καὶ ἐπιτηδευμάτων καὶ τοιούτων τινῶν· τὸ δὲ ὁπόσοι συνεπτυγμένονἐστὶ καὶ εὐχερές· διὸ τοὺς μὲν ἡγεμόνας ἔχει εἰπεῖν οὐ μόνον ὁπόσοι, ἀλλὰ καὶτίνες, ἐὰν αἱ Μοῦσαι συλλάβοιντο· τὴν δὲ πληθύν, τίνες μέν, οὐκ ἂν ἔχοι εἰπεῖνοὐδὲ σὺν αὐταῖς ταῖς Μούσαις, κἂν ὑπὲρ φύσιν αὐτὸν διάθωνται· μόνον δὲ τὸὁπόσοι εἰσὶν ἐρεῖν ἂν ὑπισχνεῖται, ἐὰν αἱ Ὀλυμπιάδες, ἢ κατὰ Ζηνόδοτονβαθύκολποι, Μοῦσαι μνήσωσιν, ἤτοι ἀναμνήσωσιν αὐτόν, αἱ τῆς Μνημοσύνηςκαὶ τοῦ ∆ιὸς θυγατέρες. τῷ ὄντι γὰρ Μουσῶν ἔργον ἤτοι λογιωτάτης ἐφόδου 1.397 καὶ γνώσεως τὸ διὰ τῆς ῥηθείσης μεθόδου τὸ τῶν Ἑλλήνων πλῆθος ἐμφῆναι. Συνακτέον οὖν, ὅτι δύο τούτων ἄρτι προκειμένων ἐν τῷ Καταλόγῳ, τοῦ τοὺςἡγεμόνας εἰπεῖν καὶ τοῦ τὴν πληθύν, τοὺς μὲν ἡγεμόνας φησὶν εἰπεῖν καὶ τίνεςεἰσὶ καὶ πόσοι, ἐὰν αἱ Μοῦσαι συλλαλῶσι, τὴν δὲ πληθὺν ἤτοι ἑκάστους, ὡςαὐτὸς ἐν τῇ γάμμα ῥαψῳδίᾳ φησί, τίνες μέν εἰσι, μὴ ἂν εἰπεῖν, κἂν αὐταὶλαλῶσιν αἱ Μοῦσαι, πόσοι δέ εἰσιν, ἀλλ' αὐτὸ τοῦτο καὶ μόνον εἰπεῖν. ἐπεὶ οὐπάντῃ πάντως ἀμήχανον, ἐὰν αἱ Μοῦσαι μνήσαιντο, ἤτοι ἀναμνήσωσιν, ὃ καὶποιεῖ διὰ τῆς προρρηθείσης μεθόδου. (ῃ. 492) Ὅρα δὲ τὸ μνησαίατο ταὐτόνπως ὂν τῷ διδάξαιεν, ὡς δοκεῖν τοὺς εἰπόντας τὰς μαθήσεις ἀναμνήσειςἐντεῦθεν λαβεῖν τὴν ἀρχήν. Ἰστέον δὲ ὅτι οὐ βούλεται ὁ ποιητὴς οὐδὲ ἐγχειρεῖμυθήσασθαι καὶ ὀνομάσαι τὴν πληθὺν διά τε τὸ ἀδύνατον, ὅπερ καὶ αὐτὸς εἶπε,καὶ διότι δὲ οὐκ ἂν τοσούτων ὀνομάτων ἠδυνήθη εὐπορῆσαι πλάσεως, ἔτι δὲκαὶ διὰ τὸ τοῦ πράγματος ἄκαρπον καὶ εἰκαῖον καὶ ἀκερδὲς καὶ εὐπεριφρόνητοντοῖς ἐντυγχάνουσι διὰ τὸ ἀλυσιτελές· σοφὸς γὰρ ὢν κατεστοχάσατο τοῦμέλλοντος. καὶ ἔγνω μὴ ἂν τοὺς ἀκροατὰς ἐθέλειν ἐγκύπτειν τῷ τοιούτῳ αὐτοῦπονήματι διὰ τὸ μηδὲν αὐτόθεν ἔχειν κερδαίνειν, ὅπου γε καὶ τὴν Βοιωτίαν,τουτέστι τὸν Κατάλογον τῶν νεῶν, οἱ πολλοὶ περιφρονοῦσι διὰ τὰ τῶν ἡγεμόνων,φασίν, ὀνόματα καί, διότι οὐκ ἔχει κίνησίν τινα ἡρωϊκήν. καὶ μὴν ἄλλωςπεποίκιλται θαυμασίως καὶ ὁ τοιοῦτος ὅλος τόπος ἱστορίαις τε καὶ τοπογραφίαις καὶ γενεαλογίαις καὶ ἑτέροις τοιούτοις, ὡς προϊοῦσι γνωσθήσεται.Ἰστέον δὲ καὶ ὅτι Ζηνοδότου βαθυκόλπους, ὡς εἴρηται, τὰς Μούσας μεταγράψαντος μὴ ἀρεσκόμενοι οἱ παλαιοί φασιν, ὅτι οὐδὲ γυναῖκας Ἑλληνίδαςβαθυκόλπους εἶπεν ὁ ποιητής. (ῃ. 491) [Ἔτι ἰστέον καὶ ὅτι τε τὸ ὈλυμπιάδεςΜοῦσαι διχῶς νοεῖται· ἢ γὰρ αἱ Ὀλύμπια, ὡς ἐρρέθη, δώματα ἔχουσαι ἢ αἱ τοῦ Ὀλυμπίου ∆ιὸς θυγατέρες τύπῳ πατρωνυμικῷ, καθὰ καὶ Πελιάδες αἱ τοῦ Πελίου καὶ Ἡλιάδες αἱ τοῦ Ἡλίου, καὶ ὅτι Ἕρμιππος κατὰ τὴν δειπνοσοφιστικὴνἱστορίαν παίζων παρασύρει τὸ «ἔσπετε νῦν μοι» καὶ ἑξῆς ὅλον τὸν στίχον εἰςτὰ ἑαυτοῦ. καὶ ἐρωτήσας ὁπόσα ἐν ἀνθρώποις ἀγαθά, ἐξ οὗ ναυκληρεῖ φησι ∆ιόνυσος ἐπὶ οἴνοπα πόντον, καταλέγει ἀστείως πρὸς ἄλλοις, ὡς ἤγαγε παρὰ Περδίκκου ψεύδεα ναυσὶ πάνυ πολλαῖς καὶ ὡς αἱ Συράκουσαι σῖτον καὶ τυρὸνπαρέχουσι καὶ ἕτερά τινα τοιαῦτα. ἔνθα ὅρα τὸ «ψεύδεα ναυσὶ πάνυ πολλαῖς»παραξεσθὲν ἐξ Ὁμήρου φαμένου ἐν τοῖς ἑξῆς δυνατὸν εἶναι ὀνείδεα μυθήσασθαι,ὅσα οὐδ' ἂν ἑκατόνζυγος ναῦς ἄροιτο· καὶ ὅτι κείμενον μετὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 253

ἐμβλέπειν τὸ θυμικῶς ἐντρανίζειν καὶἀταυρώτη γυνή, ἡ ἄζυξ, δηλοῦσιν οἱ παλαιοί. (ῃ.

484–93) Ὅτι ἔστιν ὅτε ὁποιητὴς κατὰ ποσά τινα διαστήματα ἐγκόπτει τὸν λόγον τῇ

Μούσῃ καὶ ὡς ἐξὑπαρχῆς αὖθις αὐτὴν ἀξιοῖ εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. ποιεῖ δὲ τοῦτο,

ἡνίκα πραγμάτων ἐντύχῃ μεγέθει καὶ πλήθει, αὔξων καὶ οὕτως ἐκεῖνα καὶ

ἐνδεικνύμενοςὡς οὐκ ἄνευ θεοῦ καὶ μουσικῆς ἐπιπνοίας ἀφηγηθήσονται· ἢ καὶ ἄλλως

ποιεῖτοῦτο, ὅτε ἡ μὲν ἀκολουθία τῶν ἑξῆς ἐθέλει ἔχεσθαι, ὁ δὲ ποιητὴς ἢ ὁ φιλομαθὴς

ἀκροατὴς ἐπ' ἄλλο γλίχεταί τι τραπῆναι τὸν λόγον, μέγα ὂν καὶ αὐτὸκαὶ ἱστορίας ἄξιον.

ὡς καὶ ἐνταῦθα ἡ μὲν ἀκολουθία ἤθελε μετὰ τοὺς περὶἈγαμέμνονος λόγους εὐθὺς

κεῖσθαι τὸ «Τρωσὶ δ' ἄγγελος ἦλθε ποδήνεμοςὠκέα Ἶρις» καὶ τὰ ἑξῆς τοῦ τέλους τῆς

Βοιωτίας· ὁ δὲ ποιητὴς ἐπεισόδιόν τιἐξευρὼν ἀξιοῖ τὰς Μούσας νεῶν ποιῆσαι

κατάλογον καὶ ἡγεμόνων Ἑλληνικῶν.φησὶ γοῦν· «ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια

δώματ' ἔχουσαι, οἵ τινες ἡγεμόνες ∆αναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δ' οὐκ ἂν ἐγὼ

μυθήσομαι οὐδ' ὀνομήνω,οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, φωνὴ δ'

ἄρρηκτος, χάλκεονδέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι ∆ιὸς αἰγιόχοιο

θυγατέρες μνησαίαθ',ὅσοι ὑπὸ Ἴλιον ἦλθον. ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας».

ἔστι δὲ ὃ λέγειτοιοῦτόν τι. Ἐνθύμιόν ἐστί μοι ἀναπαύσαντι τὸν λόγον, ὦ Μοῦσαι, νεῶν

τεἙλληνικῶν κατάλογον ποιῆσαι καὶ τοὺς Ἕλληνας δὲ ὀνομάσαι, ἐὰν ὑμεῖς ἐμπνέητέ

μοι. ἀλλὰ τούτων τὸ μὲν δυναίμην ἄν, τὸ τὰς νῆας δηλαδὴ καταλέξαικαὶ ἐκφωνῆσαι ἐξ

ἐπιπνοίας ὑμῶν, τὸ δὲ ἕτερον, τὸ τοὺς Ἕλληνας ὀνομάσαι,πῇ μὲν ἔχοιμι ἂν ποιῆσαι, πῇ

δὲ οὔ. τοὺς μὲν γὰρ ἀρχούς, εἴτ' οὖν ἡγεμόνας τῶνἙλλήνων, ἐρῶ πρὸς ὄνομα

ὑποφητεύων ἐπιπνεούσαις ὑμῖν· τὴν δὲπληθὺν ὑμεῖς μὲν ἐρεῖτε ἂν καὶ ὀνομάσητε–θεαὶ

γάρ ἐστε–ἐγὼ δὲ οὐκ ἂνμυθήσομαι οὐδὲ ὀνομήνω, ἤγουν ἐξ ὀνόματος εἴπω, οὐδ' εἰ τάδε

μοι καὶ τάδεγένοιτο καὶ πολλαπλασίων, φασίν, ἐμαυτοῦ γένωμαι. φύλλων γὰρ ἢ

ἀνθέωνἐαρινῶν ἢ ψάμμου, οἷς οἱ Ἕλληνες εἰκάζονται, καὶ τὸ μέτρον οὐ περιληπτὸνκαὶ

τὸ ἕκαστον ὀνομάζειν ὁμοίως ἀδύνατον ἀνθρώπῳ γε ὄντι μοι. ὑπισχνεῖταιοὖν διὰ

τούτων ὁ ποιητὴς νεῶν μὲν κατάλογον ποιῆσαι καὶ τοὺς αὐτῶν ἡγεμόνας 1.396

ἱστορῆσαι πρὸς ὄνομα [δίκην ὑποβολέως,] ἐὰν αἱ Μοῦσαι

συλλαμβανόμεναιπροβάλλωσιν αὐτῷ ταῦτα, ἵνα ἐκεῖναι μὲν λαλῶσιν αὐτῷ, αὐτὸς δὲ

τοῖς λοιποῖς·τὴν δὲ πληθὺν ἐᾶσαί φησι, διότι οὐκ ἂν ὑποφητεύειν καὶ εἰς τοῦτο ταῖς

Μούσαιςἀρκέσειεν· ἥ τε γὰρ γλῶσσα μία οὖσα ναρκήσειεν ἄν, ἀποκάμοι δὲ καὶ τὸ

στόμα·ῥαγήσεται δὲ καὶ ἡ φωνὴ καὶ ἡ ψυχὴ ἀνεθήσεται. τὸ τοίνυν τὴν πληθὺν

ὀνομάσαι,πάνυ ὂν μεῖζον τοῦ τοὺς ἡγεμόνας εἰπεῖν, ταῖς μὲν Μούσαις ὡς θεαῖς

δυνατὸνεἶναί φησιν, ἑαυτῷ δὲ ἀδύνατον. διὸ καὶ προαναφωνεῖ μὴ ἂν ὀνομάσαι

τὴνπληθύν, καθὰ τάς τε νῆας καὶ τοὺς ἡγεμόνας. Καίτοι κατὰ τὴν τῶν

παλαιῶνἐπιβολὴν εἶπε τρόπον τινὰ καὶ περὶ τοῦ πλήθους. ἐπεὶ γάρ, φασί, περὶ μὲν τοῦ

Φιλοκτήτου ἐν τοῖς ἑξῆς εἶπεν ἐκ πεντήκοντα ἐρετῶν εἶναι τὰς αὐτοῦ νῆας, περὶδὲ

Βοιωτῶν, ὅτι ἐξ ἑκατὸν εἴκοσιν αὐτοῖς ἑκάστη ναῦς, δῆλός ἐστιν ἐμφῆναιβουλόμενος

τὴν πληθὺν ἐκ τῆς ἀμφοῖν τούτων συνθέσεως. Ἔστι γὰρ κατὰ τὸν Θουκυδίδου κανόνα

τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαβόντα τεκμήρασθαι,πόσοι δύνανται εἶναι τῷ

ἀριθμῷ οἱ τοῦ πλήθους· ὃ καὶ ποιοῦντες οἱ Ὁμηρικοὶεὑρίσκουσιν ὑπὲρ δέκα μυριάδας

συναγομένην τὴν πληθύν. ἐπεὶ γάρ, ὡς ἐν τῇ Βοιωτίᾳ δηλοῦται, αἱ νῆες ὑπὲρ χιλίας,

μέσον δὲ τοῦ πεντήκοντα ἀριθμοῦ καὶτοῦ ἑκατὸν εἴκοσιν ὁ ὀγδοηκονταπέντε,

πολυπλασιασθεὶς ὁ ὀγδοηκονταπέντεἐπὶ τὸν ἀριθμὸν τῶν νηῶν μετρεῖ τὸ τῶν

ἐμπλεόντων πλῆθος ὑπὲρ μυριάδαςὂν δέκα, ὡς καὶ προείρηται. καὶ οὕτω δοκεῖ, φασί,

καὶ περὶ τοῦ πλήθους λέγεινὁ ποιητής. πρὸς οὓς ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἁπλῶς περὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

252

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!