18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

σεμνὸν ζῷον ὁ ταῦροςκαὶ ἡγεμονικόν, οὐδεὶς ἀγνοεῖ. καὶ εἶχε μὲν εἰκάσαι αὐτὸν λέοντι,

ὡς καὶἀλλαχοῦ· οὐκ ἦν δὲ νῦν χρήσιμον· οὐ γὰρ πρὸς ἀνδρίαν ἡ εἰκών, ἀλλὰ

πρὸςἡγεμονίας σχῆμα. ἡγεμονικώτερον δὲ ταῦρος λέοντος, ὡς καὶ ὁ χρυσοῦς

∆ίωνμελετᾷ τὴν μὲν τοῦ λέοντος ἀρχὴν τυραννικὴν εἶναι κατασκευάζων, τὴν δὲ

τοῦταύρου βασιλικήν. τὸν μέντοι Ὀδυσσέα ἐν τοῖς ἑξῆς ἀρνειῷ εἰκάζει, ὡς τὴν

εἰκόνατοῦ ταύρου οἷα ὑψηλοτέραν τῷ βασιλεῖ ἀναθείς. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡςἐκ

τριῶν δαιμόνων τὸ διαπρεπὲς ἐκλεξάμενος ὁ ποιητὴς προσήρμοσε τῷβασιλεῖ, ∆ιὸς μὲν

τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν καὶ ὑπερανεστηκός· τοιοῦτοςγὰρ ὁ Ζεὺς οὐ μόνον ὁ

ἀλληγορούμενος, ἀλλ', ὡς εἰκός, καὶ ὁ μυθικός· Ἄρεοςδὲ τὸ τῆς παντευχίας κόσμιον· ὡς

γὰρ ἂν ὁ Ἄρης ὁπλισθείη, ὁ αὐτοπόλεμος,οὕτω καὶ ὁ βασιλεὺς ὥπλισται· Ποσειδῶνος δὲ

τὸ εὐρύστερνον καὶ εὐσθενές· 1.394 ταῦτα γὰρ τῷ Ποσειδῶνι ἐμφαίνεται μυθικῶς τε καὶ

ἀλληγορικῶς εἰς τὸ τοῦὕδατος ἀναγομένῳ στοιχεῖον. τρία οὖν ὁ ποιητὴς φαίνεται τῷ

βασιλεῖ προσμαρτυρῶν τὸ ἀξιωματικόν, τὸ πολεμικὸν καὶ τὸ γεραρόν, [ὃ καὶ αὐτὸ

πρέπονἐστὶ μάλιστα βασιλεῖ, ὡς δηλοῦται καὶ ἐν τῷ «οὐδ' οὕτω γεραρόν· βασιλῆϊ

γὰρἀνδρὶ ἔοικε».] Τὴν δὲ βασιλικὴν θειότητα δηλοῖ καὶ τὸ «θεός, θεός», ὃ κατὰτὸν

Παυσανίαν ταῖς ἀρχαῖς οἱ παλαιοὶ ἐπέλεγον ἐπιφημιζόμενοι. Αἴλιος δὲ ∆ιονύσιός φησιν,

ὅτι καὶ ἐν ἱεροποιΐαις καὶ ἄλλαις πράξεσι τὸ «θεός, θεός»ἐπελέγετο. ἐν δὲ ἑτέρῳ

ῥητορικῷ Λεξικῷ φέρεται καί, ὅτι παντὸς ἔργουἀρχόμενοι ἔλεγον θεός, θεός. Φασὶ δὲ οἱ

παλαιοὶ καί, ὅτι γραφεῖς μὲν τὸ ἀληθὲςμεταδιώκουσιν· ἀκριβοῦν γὰρ οἱ ζωγράφοι τὰ

μιμήματα θέλουσι· τραγικοὶ δὲ τὸσεμνότερον· ὑψοῦσι γὰρ τὰς τῶν πραγμάτων

περιπετείας· κωμικοὶ δὲ τὸἔλαττον· οὐδὲν γὰρ ἡρωϊκὸν παρ' αὐτοῖς, ἀλλὰ χάριν

γέλωτος εὐτελείας ἡκωμῳδία στοχάζεται. ταῦτα δὴ πάντα παρὰ τῷ ποιητῇ εὕρηται.

κωμῳδῶνμὲν γὰρ καταρριπτεῖ τὸν Θερσίτην, νῦν δὲ τῷ βασιλεῖ μεγαλοπρεπεστέραν

ὄψιντῆς ἀληθινῆς ἀναπλάττει, ἐν οἷς δὲ διασκευάζει θυτικῶς μιμεῖται τὴν γραφικήν.(ῃ.

479) Ζώνην δὲ ἐνταῦθα τὴν πολεμικὴν εἶπεν ὅλην ὅπλισιν ἀπὸ μέρους τῆςζώνης, περὶ

ἧς ἐν τοῖς ἑξῆς ῥηθήσεται. τοιούτῳ δέ τινι λόγῳ ἔοικε φθάσας καὶγυναῖκα εὔζωνον

εἰπεῖν τὴν εὐκόσμητον, ἀπὸ μέρους τῆς ζώνης τὸν ὅλον ἐμφήναςκαλλωπισμόν.

[Ἐοίκασι δὲ φιλοτίμως αἱ πάλαι γυναῖκες ἔχειν τοῦ ζώνυσθαι.Ἀντύλαν γοῦν πόλιν

φασίν, ὡς ἱστορεῖ Ἀθήναιος, οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας φορολογεῖσθαι τοῖς τότε

βασιλεῦσιν Αἰγυπτίοις τε καὶ Πέρσαις εἰςζώνας ταῖς γυναιξί.] (ῃ. 480) Τὸ δέ «μέγ' ἔξοχος

πάντων» γενικὴν ἔσχεσύνταξιν διὰ τὴν ἐν λέξει ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ τὸ μέγα

ἔξοχος.ποιεῖ δὲ Ὅμηρος τοῦτο καὶ ἐν τῷ «δῖος Ἀχαιῶν» καὶ «ἀριδείκετος ἀνδρῶν» καὶ

«δῖα γυναικῶν». τοιοῦτον δὲ καὶ τὸ κορυφαῖος χοροῦ· ὑπέρθεσις γὰρ καὶτούτοις

ἐμφαίνεται διά τε τὸν ∆ία ὑπερφέροντα τῶν λοιπῶν θεῶν, διά τε τὴνκορυφὴν

ὑπερκειμένην τοῦ σώματος, διά τε τὴν τοῦ ἀρί ἐπιρρηματικοῦ μορίουἐπίτασιν. αἱ δὲ

ὑπερθέσεις φιλοῦσι τὴν γενικὴν σύνταξιν. (ῃ. 481) Τὸ δὲταῦρος πρὸς διαφορὰν εἴρηται,

ἵνα κήλων βοῦς νοηθῇ, ὃς μεταπρέπει ταῖςβουσίν, ἤγουν ἐπῆρται καὶ ἐκπρεπής ἐστι. Τὸ

δὲ μεταπρέπειν καὶ ἐκπρέπεινλέγεται, ὡς δηλοῖ τὸ ἐκπρεπέα ἐν πολλοῖς. δῆλον δὲ ὅτι ἐν

τῷ «βοῦς ταῦρος»γενικὸν μὲν ὄνομα ὁ βοῦς, ὁ ταῦρος δὲ εἰδικόν. Ὅτι δὲ ταῦρος λέγεται

ὡςοἷόν τις γαῦρος [ἢ ὡς τείνων τὴν οὐράν, λόγῳ ἰδιότητος, ἐξ οὗ τείνειν ταῦρος 1.395

καὶ τὸ ὑπὸ τὸν ὀσχεόν, ὅθεν καὶ λάσταυρος ὁ λάσιος τὸν τοιοῦτον ταῦρον,] καὶὅτι καὶ

κύριον ὄνομά ἐστιν ὁ Ταῦρος, ὡς καί, ᾧ ἐμοιχᾶτο ἡ Πασιφάη, καὶ ὄροςδέ, οὐ μόνον οὗ

μέρος καὶ ὁ Κράγος, ἀλλὰ καὶ πρόσβορον εὐφοροῦν βαλάνοις,ὅθεν [αἱ περι]ᾳδόμεναι

Ταυρικαὶ πρόσοδοι, καὶ ὅτι καὶ ἔθνος βόρειον οἱ Ταῦροικαὶ ὅτι ταυροπόλος Ἄρτεμις, οὐ

μόνον ἀπὸ τοῦ ἔθνους τῶν Ταύρων, ἀλλὰ καὶἀπὸ τοῦ ζῴου, ἐξ οὗ καὶ ταυρηδὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

251

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!