Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

πλανᾶσθαι· καὶ καλῶς εἴρηται ἐπὶ μυιῶν· πλανῶνται γάρπως ἀεὶ πετόμεναι. (ῃ. 471) Τὸ δέ «γλάγος ἄγγεα δεύει» ἐκ τοῦ παρακολουθοῦντος εἴρηται περιφραστικῶς ἀντὶ τοῦ «ὅτε γάλα ἀμέλγεται», πολύ τε καὶπῖον καὶ γλυκύτερον καὶ μυιῶν ἐπισπαστικόν· διὸ καὶ τὴν ἐαρινὴν ὥρανπαρέλαβεν, ἐν ᾗ μάλιστα τὰ τοιαῦτα γίνεται. [Γλάγος δὲ γάλα ἀγανόν, ὅ ἐστινἡδύ· γάλα μέντοι παρὰ τὸ καλόν ἢ διὰ τὸ ἐκ γυίων ἅλλεσθαι· ἀπ' αὐτοῦ δὲ καὶγλάξ βοτάνη γαλακτοποιὸς ταῖς ἐσθιούσαις. (ῃ. 474–7) Ὅτι ἡ προμνημονευθεῖσα ἐκ τῶν αἰγῶν παραβολὴ οὕτω φράζεται Ὁμηρικῶς· «τοὺς δ' ὥς τ'αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνουσιν, ἐπεί κε νομῷ μιγέωσιν,ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνηνδ' ἰέναι».] (ῃ. 474) Ἰστέονδὲ ὅτι αἰπόλια πλατέα αἰγῶν ἢ τὰ μεγάλα ἢ μᾶλλον παρατετηρημένως τὰπεπλατυσμένα, ἐπείπερ αἱ αἶγες ἐσκεδασμέναι νέμονται. τὰς μέντοι ὄϊςἀδινάς τε λέγει καὶ ἀγχηστίνας, ἤγουν ἄγχι ἑστηκυίας, πυκνάς· πυκνοῦνταιγὰρ ἐν τῇ νομῇ καὶ οὐ πολὺ διΐστανται. δῆλον δὲ ὅτι αἰπόλιον μὲν λέγεται αἰγῶν,ποίμνιον δὲ προβάτων. ἔστι δ' ὅτε γενικῶς πάντα τῷ ποιμνίῳ περιέχονται.διὸ ἀνωτέρω σταθμὸν ποιμνήϊον ἔφη ἁπλῶς τὸν ἀγροτικόν. ἐκ περισσοῦ δὲκεῖται τὸ αἰγῶν. ἀρκεῖ γὰρ τὸ αἰπόλιον εἰς νόησιν αἰγῶν· αἰπόλιον γάρ τιςἀκούσας αἰγῶν πλῆθος ἐνόησεν. οὕτω δὲ καὶ ἐν τῷ «συῶν συβόσιον» παρέλκειτὸ συῶν. εἰσὶ δέ, ὡς προεγράφη, καὶ ἄλλα τοιαῦτα. (ῃ. 476) Ἐν δὲ τῷ «ἡγεμόνες διεκόσμεον» διακοσμεῖν λέγει τὸ εὐκόσμως τάττειν, ὅθεν καὶ κοσμήτωρὁ ἡγεμών· καὶ κόσμιος δὲ ἐντεῦθεν ὁ εὔτακτος, ἄκοσμος δὲ ὁ μὴ τοιοῦτος.καὶ οὐκ ἐν κόσμῳ φεύγειν τὸ ἀτάκτως τῆς μάχης ὑποχωρεῖν. [∆ιήκει δὲ ἡλέξις καὶ εἰς ἄλλα, οἷον καὶ εἰς δαῖτα, ἧς λυθείσης ἀποκοσμεῖται ἔντεα δαιτός.καὶ εὔκοσμος δὲ εἴδησις λέγοιτ' ἄν, ἧς ἀνάπαλιν ἔχει ὁ ἄκοσμά τε πολλά τεεἰδώς. εἴη δ' ἂν καὶ ἔρις κοσμία, ἣν ὁ μὴ ποιούμενος μὰψ ἀτὰρ οὐ κατὰκόσμον ἐρίζει. (ῃ. 475) Τὸ δέ «ῥεῖα διακρίνειν» αἰπόλου δηλοῖ ἀρετὴν εἰδότοςοὕτω ῥᾷον ποιεῖν. Νομὸς δέ ποτε μεταφορικῶς καὶ ἐπὶ πληθυσμοῦ, ὡς δηλοῖ 1.393 τὸ ἐπέων νομός. (ῃ. 477) Τὸ δέ «διεκόσμεον ὑσμίνηνδ' ἰέναι» ὑπογραφή ἐστιτοῦ λαῶν κοσμήτορος. κοσμήτωρ γὰρ τοιοῦτος ὁ διακοσμῶν εἰς μάχην.](ῃ. 482 ς.) Ὅτι παραβολικῶς διδάξας τὰ κατὰ τὸν ὄχλον μεταβαίνει καὶ εἰςβασιλικὸν εἰκασμὸν καὶ λαλήσας τεράστιά τινα καὶ διὰ τῶν εἰκόνων διαγράψαςτὸν βασιλέα ἐκπρεπέα καὶ ἔξοχον πάντων ἡρώων καὶ εἰδώς, ὅτι παρ' ἱστορίανλαλῶν οὐκ ἂν πιστευθείη–οὐ γὰρ τοιοῦτος ὁ Ἀγαμέμνων, ἀλλὰ μάλιστα ὁ Αἴας καὶ ὁ Ἀχιλλεύς–ἐπάγει, ὅτι τὴν ἡμέραν ἐκείνην ἐφάνη τοιοῦτος· καὶ οὐδὲ λέγει, ὅτι τοιοῦτος ἦν, ἀλλὰ τοιοῦτον τὸν Ἀτρείδην ἔθηκε Ζεὺς ἤματικείνῳ, οὐ φύσει τοιοῦτον ὄντα, θέσει δὲ γενόμενον· τοῦτο γὰρ δηλοῖ τὸ ἔθηκεν.ἔθος δὲ τῷ ποιητῇ τοὺς ἐνδόξους οὕτω φαντάζειν, ὥς που καὶ ἐν Ὀδυσσείᾳ τῷ Λαερτιάδῃ αὔξει τὰ μέλη καὶ ἀπόβλεπτον τοῖς θεωμένοις οὕτω ποιεῖ· ἀλλ'ἐκεῖνον μὲν ἡ Ἀθηνᾶ μεταβάλλει· διὰ γὰρ τὴν φρόνησιν περιεβλέπετο καὶσεμνότερος ἑαυτοῦ ἐδόκει· τοῦτον δὲ ὁ Ζεύς· διὰ γὰρ τὸ βασιλικὸν κατάστημαἔδοξεν ἄρτι πολύς· (ῃ. 478–83) Τῶν δὲ βασιλικῶν εἰκόνων τὸ μέν ἐστι σεμνὸνκαὶ νοητόν· φησὶ γάρ· «ὄμματα καὶ κεφαλὴν ἴκελος ∆ιΐ, Ἄρεϊ δὲ ζώνην,στέρνον δὲ Ποσειδάωνι». τὸ δὲ αἰσθητὸν καὶ οὐ πάνυ μὲν σεμνόν, σαφὲς δέ·λέγει γάρ· «καθὰ βοῦς ἀγέλῃφι μέγα ἔξοχος ἔπλετο πάντων, ταῦρος, ὃ γάρ τεβόεσσι μεταπρέπει ἀγρομέναις, τοῖον ἄρ' Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσι». καὶ δοκεῖ μὲν ἐξ ὑψηλοῦ ταπεινῶσαιτὸν βασιλέα ὁ ποιητής, νῦν μὲν θεοῖς εἰκάζων αὐτὸν καὶ ταῦτα τρισί, νῦν δὲ αὖθιςταύρῳ βοῒ σεμνῶς διὰ τῆς ἀγέλης βαδίζοντι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δι'ἀμφοτέρων ὑψοῖ, πῇ μὲν εἰ βούλοιτό τις ἀλληγορεῖν θειότερον εἰκάζων αὐτόν,πῇ δὲ εἰ μὴ δύναταί τις εἰς ἀλληγορίας βάθος προκύπτειν, ἀπὸ αἰσθητῶν καὶἡμῖν γνωρίμων σεμνῶν χαρακτηρίζων αὐτόν· ὅτι γὰρ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 250

σεμνὸν ζῷον ὁ ταῦροςκαὶ ἡγεμονικόν, οὐδεὶς ἀγνοεῖ. καὶ εἶχε μὲν εἰκάσαι αὐτὸν λέοντι, ὡς καὶἀλλαχοῦ· οὐκ ἦν δὲ νῦν χρήσιμον· οὐ γὰρ πρὸς ἀνδρίαν ἡ εἰκών, ἀλλὰ πρὸςἡγεμονίας σχῆμα. ἡγεμονικώτερον δὲ ταῦρος λέοντος, ὡς καὶ ὁ χρυσοῦς ∆ίωνμελετᾷ τὴν μὲν τοῦ λέοντος ἀρχὴν τυραννικὴν εἶναι κατασκευάζων, τὴν δὲ τοῦταύρου βασιλικήν. τὸν μέντοι Ὀδυσσέα ἐν τοῖς ἑξῆς ἀρνειῷ εἰκάζει, ὡς τὴν εἰκόνατοῦ ταύρου οἷα ὑψηλοτέραν τῷ βασιλεῖ ἀναθείς. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡςἐκ τριῶν δαιμόνων τὸ διαπρεπὲς ἐκλεξάμενος ὁ ποιητὴς προσήρμοσε τῷβασιλεῖ, ∆ιὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν καὶ ὑπερανεστηκός· τοιοῦτοςγὰρ ὁ Ζεὺς οὐ μόνον ὁ ἀλληγορούμενος, ἀλλ', ὡς εἰκός, καὶ ὁ μυθικός· Ἄρεοςδὲ τὸ τῆς παντευχίας κόσμιον· ὡς γὰρ ἂν ὁ Ἄρης ὁπλισθείη, ὁ αὐτοπόλεμος,οὕτω καὶ ὁ βασιλεὺς ὥπλισται· Ποσειδῶνος δὲ τὸ εὐρύστερνον καὶ εὐσθενές· 1.394 ταῦτα γὰρ τῷ Ποσειδῶνι ἐμφαίνεται μυθικῶς τε καὶ ἀλληγορικῶς εἰς τὸ τοῦὕδατος ἀναγομένῳ στοιχεῖον. τρία οὖν ὁ ποιητὴς φαίνεται τῷ βασιλεῖ προσμαρτυρῶν τὸ ἀξιωματικόν, τὸ πολεμικὸν καὶ τὸ γεραρόν, [ὃ καὶ αὐτὸ πρέπονἐστὶ μάλιστα βασιλεῖ, ὡς δηλοῦται καὶ ἐν τῷ «οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρἀνδρὶ ἔοικε».] Τὴν δὲ βασιλικὴν θειότητα δηλοῖ καὶ τὸ «θεός, θεός», ὃ κατὰτὸν Παυσανίαν ταῖς ἀρχαῖς οἱ παλαιοὶ ἐπέλεγον ἐπιφημιζόμενοι. Αἴλιος δὲ ∆ιονύσιός φησιν, ὅτι καὶ ἐν ἱεροποιΐαις καὶ ἄλλαις πράξεσι τὸ «θεός, θεός»ἐπελέγετο. ἐν δὲ ἑτέρῳ ῥητορικῷ Λεξικῷ φέρεται καί, ὅτι παντὸς ἔργουἀρχόμενοι ἔλεγον θεός, θεός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι γραφεῖς μὲν τὸ ἀληθὲςμεταδιώκουσιν· ἀκριβοῦν γὰρ οἱ ζωγράφοι τὰ μιμήματα θέλουσι· τραγικοὶ δὲ τὸσεμνότερον· ὑψοῦσι γὰρ τὰς τῶν πραγμάτων περιπετείας· κωμικοὶ δὲ τὸἔλαττον· οὐδὲν γὰρ ἡρωϊκὸν παρ' αὐτοῖς, ἀλλὰ χάριν γέλωτος εὐτελείας ἡκωμῳδία στοχάζεται. ταῦτα δὴ πάντα παρὰ τῷ ποιητῇ εὕρηται. κωμῳδῶνμὲν γὰρ καταρριπτεῖ τὸν Θερσίτην, νῦν δὲ τῷ βασιλεῖ μεγαλοπρεπεστέραν ὄψιντῆς ἀληθινῆς ἀναπλάττει, ἐν οἷς δὲ διασκευάζει θυτικῶς μιμεῖται τὴν γραφικήν.(ῃ. 479) Ζώνην δὲ ἐνταῦθα τὴν πολεμικὴν εἶπεν ὅλην ὅπλισιν ἀπὸ μέρους τῆςζώνης, περὶ ἧς ἐν τοῖς ἑξῆς ῥηθήσεται. τοιούτῳ δέ τινι λόγῳ ἔοικε φθάσας καὶγυναῖκα εὔζωνον εἰπεῖν τὴν εὐκόσμητον, ἀπὸ μέρους τῆς ζώνης τὸν ὅλον ἐμφήναςκαλλωπισμόν. [Ἐοίκασι δὲ φιλοτίμως αἱ πάλαι γυναῖκες ἔχειν τοῦ ζώνυσθαι.Ἀντύλαν γοῦν πόλιν φασίν, ὡς ἱστορεῖ Ἀθήναιος, οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας φορολογεῖσθαι τοῖς τότε βασιλεῦσιν Αἰγυπτίοις τε καὶ Πέρσαις εἰςζώνας ταῖς γυναιξί.] (ῃ. 480) Τὸ δέ «μέγ' ἔξοχος πάντων» γενικὴν ἔσχεσύνταξιν διὰ τὴν ἐν λέξει ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ τὸ μέγα ἔξοχος.ποιεῖ δὲ Ὅμηρος τοῦτο καὶ ἐν τῷ «δῖος Ἀχαιῶν» καὶ «ἀριδείκετος ἀνδρῶν» καὶ «δῖα γυναικῶν». τοιοῦτον δὲ καὶ τὸ κορυφαῖος χοροῦ· ὑπέρθεσις γὰρ καὶτούτοις ἐμφαίνεται διά τε τὸν ∆ία ὑπερφέροντα τῶν λοιπῶν θεῶν, διά τε τὴνκορυφὴν ὑπερκειμένην τοῦ σώματος, διά τε τὴν τοῦ ἀρί ἐπιρρηματικοῦ μορίουἐπίτασιν. αἱ δὲ ὑπερθέσεις φιλοῦσι τὴν γενικὴν σύνταξιν. (ῃ. 481) Τὸ δὲταῦρος πρὸς διαφορὰν εἴρηται, ἵνα κήλων βοῦς νοηθῇ, ὃς μεταπρέπει ταῖςβουσίν, ἤγουν ἐπῆρται καὶ ἐκπρεπής ἐστι. Τὸ δὲ μεταπρέπειν καὶ ἐκπρέπεινλέγεται, ὡς δηλοῖ τὸ ἐκπρεπέα ἐν πολλοῖς. δῆλον δὲ ὅτι ἐν τῷ «βοῦς ταῦρος»γενικὸν μὲν ὄνομα ὁ βοῦς, ὁ ταῦρος δὲ εἰδικόν. Ὅτι δὲ ταῦρος λέγεται ὡςοἷόν τις γαῦρος [ἢ ὡς τείνων τὴν οὐράν, λόγῳ ἰδιότητος, ἐξ οὗ τείνειν ταῦρος 1.395 καὶ τὸ ὑπὸ τὸν ὀσχεόν, ὅθεν καὶ λάσταυρος ὁ λάσιος τὸν τοιοῦτον ταῦρον,] καὶὅτι καὶ κύριον ὄνομά ἐστιν ὁ Ταῦρος, ὡς καί, ᾧ ἐμοιχᾶτο ἡ Πασιφάη, καὶ ὄροςδέ, οὐ μόνον οὗ μέρος καὶ ὁ Κράγος, ἀλλὰ καὶ πρόσβορον εὐφοροῦν βαλάνοις,ὅθεν [αἱ περι]ᾳδόμεναι Ταυρικαὶ πρόσοδοι, καὶ ὅτι καὶ ἔθνος βόρειον οἱ Ταῦροικαὶ ὅτι ταυροπόλος Ἄρτεμις, οὐ μόνον ἀπὸ τοῦ ἔθνους τῶν Ταύρων, ἀλλὰ καὶἀπὸ τοῦ ζῴου, ἐξ οὗ καὶ ταυρηδὸν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 251

πλανᾶσθαι· καὶ καλῶς εἴρηται ἐπὶ μυιῶν· πλανῶνται γάρπως ἀεὶ πετόμεναι. (ῃ. 471) Τὸ

δέ «γλάγος ἄγγεα δεύει» ἐκ τοῦ παρακολουθοῦντος εἴρηται περιφραστικῶς ἀντὶ τοῦ

«ὅτε γάλα ἀμέλγεται», πολύ τε καὶπῖον καὶ γλυκύτερον καὶ μυιῶν ἐπισπαστικόν· διὸ καὶ

τὴν ἐαρινὴν ὥρανπαρέλαβεν, ἐν ᾗ μάλιστα τὰ τοιαῦτα γίνεται. [Γλάγος δὲ γάλα ἀγανόν,

ὅ ἐστινἡδύ· γάλα μέντοι παρὰ τὸ καλόν ἢ διὰ τὸ ἐκ γυίων ἅλλεσθαι· ἀπ' αὐτοῦ δὲ

καὶγλάξ βοτάνη γαλακτοποιὸς ταῖς ἐσθιούσαις. (ῃ. 474–7) Ὅτι ἡ προμνημονευθεῖσα ἐκ

τῶν αἰγῶν παραβολὴ οὕτω φράζεται Ὁμηρικῶς· «τοὺς δ' ὥς τ'αἰπόλια πλατέ' αἰγῶν

αἰπόλοι ἄνδρες ῥεῖα διακρίνουσιν, ἐπεί κε νομῷ μιγέωσιν,ὣς τοὺς ἡγεμόνες διεκόσμεον

ἔνθα καὶ ἔνθα ὑσμίνηνδ' ἰέναι».] (ῃ. 474) Ἰστέονδὲ ὅτι αἰπόλια πλατέα αἰγῶν ἢ τὰ

μεγάλα ἢ μᾶλλον παρατετηρημένως τὰπεπλατυσμένα, ἐπείπερ αἱ αἶγες ἐσκεδασμέναι

νέμονται. τὰς μέντοι ὄϊςἀδινάς τε λέγει καὶ ἀγχηστίνας, ἤγουν ἄγχι ἑστηκυίας, πυκνάς·

πυκνοῦνταιγὰρ ἐν τῇ νομῇ καὶ οὐ πολὺ διΐστανται. δῆλον δὲ ὅτι αἰπόλιον μὲν λέγεται

αἰγῶν,ποίμνιον δὲ προβάτων. ἔστι δ' ὅτε γενικῶς πάντα τῷ ποιμνίῳ περιέχονται.διὸ

ἀνωτέρω σταθμὸν ποιμνήϊον ἔφη ἁπλῶς τὸν ἀγροτικόν. ἐκ περισσοῦ δὲκεῖται τὸ αἰγῶν.

ἀρκεῖ γὰρ τὸ αἰπόλιον εἰς νόησιν αἰγῶν· αἰπόλιον γάρ τιςἀκούσας αἰγῶν πλῆθος

ἐνόησεν. οὕτω δὲ καὶ ἐν τῷ «συῶν συβόσιον» παρέλκειτὸ συῶν. εἰσὶ δέ, ὡς προεγράφη,

καὶ ἄλλα τοιαῦτα. (ῃ. 476) Ἐν δὲ τῷ «ἡγεμόνες διεκόσμεον» διακοσμεῖν λέγει τὸ

εὐκόσμως τάττειν, ὅθεν καὶ κοσμήτωρὁ ἡγεμών· καὶ κόσμιος δὲ ἐντεῦθεν ὁ εὔτακτος,

ἄκοσμος δὲ ὁ μὴ τοιοῦτος.καὶ οὐκ ἐν κόσμῳ φεύγειν τὸ ἀτάκτως τῆς μάχης ὑποχωρεῖν.

[∆ιήκει δὲ ἡλέξις καὶ εἰς ἄλλα, οἷον καὶ εἰς δαῖτα, ἧς λυθείσης ἀποκοσμεῖται ἔντεα

δαιτός.καὶ εὔκοσμος δὲ εἴδησις λέγοιτ' ἄν, ἧς ἀνάπαλιν ἔχει ὁ ἄκοσμά τε πολλά τεεἰδώς.

εἴη δ' ἂν καὶ ἔρις κοσμία, ἣν ὁ μὴ ποιούμενος μὰψ ἀτὰρ οὐ κατὰκόσμον ἐρίζει. (ῃ. 475)

Τὸ δέ «ῥεῖα διακρίνειν» αἰπόλου δηλοῖ ἀρετὴν εἰδότοςοὕτω ῥᾷον ποιεῖν. Νομὸς δέ ποτε

μεταφορικῶς καὶ ἐπὶ πληθυσμοῦ, ὡς δηλοῖ 1.393 τὸ ἐπέων νομός. (ῃ. 477) Τὸ δέ

«διεκόσμεον ὑσμίνηνδ' ἰέναι» ὑπογραφή ἐστιτοῦ λαῶν κοσμήτορος. κοσμήτωρ γὰρ

τοιοῦτος ὁ διακοσμῶν εἰς μάχην.](ῃ. 482 ς.) Ὅτι παραβολικῶς διδάξας τὰ κατὰ τὸν

ὄχλον μεταβαίνει καὶ εἰςβασιλικὸν εἰκασμὸν καὶ λαλήσας τεράστιά τινα καὶ διὰ τῶν

εἰκόνων διαγράψαςτὸν βασιλέα ἐκπρεπέα καὶ ἔξοχον πάντων ἡρώων καὶ εἰδώς, ὅτι παρ'

ἱστορίανλαλῶν οὐκ ἂν πιστευθείη–οὐ γὰρ τοιοῦτος ὁ Ἀγαμέμνων, ἀλλὰ μάλιστα ὁ Αἴας

καὶ ὁ Ἀχιλλεύς–ἐπάγει, ὅτι τὴν ἡμέραν ἐκείνην ἐφάνη τοιοῦτος· καὶ οὐδὲ λέγει, ὅτι

τοιοῦτος ἦν, ἀλλὰ τοιοῦτον τὸν Ἀτρείδην ἔθηκε Ζεὺς ἤματικείνῳ, οὐ φύσει τοιοῦτον

ὄντα, θέσει δὲ γενόμενον· τοῦτο γὰρ δηλοῖ τὸ ἔθηκεν.ἔθος δὲ τῷ ποιητῇ τοὺς ἐνδόξους

οὕτω φαντάζειν, ὥς που καὶ ἐν Ὀδυσσείᾳ τῷ Λαερτιάδῃ αὔξει τὰ μέλη καὶ ἀπόβλεπτον

τοῖς θεωμένοις οὕτω ποιεῖ· ἀλλ'ἐκεῖνον μὲν ἡ Ἀθηνᾶ μεταβάλλει· διὰ γὰρ τὴν φρόνησιν

περιεβλέπετο καὶσεμνότερος ἑαυτοῦ ἐδόκει· τοῦτον δὲ ὁ Ζεύς· διὰ γὰρ τὸ βασιλικὸν

κατάστημαἔδοξεν ἄρτι πολύς· (ῃ. 478–83) Τῶν δὲ βασιλικῶν εἰκόνων τὸ μέν ἐστι

σεμνὸνκαὶ νοητόν· φησὶ γάρ· «ὄμματα καὶ κεφαλὴν ἴκελος ∆ιΐ, Ἄρεϊ δὲ ζώνην,στέρνον

δὲ Ποσειδάωνι». τὸ δὲ αἰσθητὸν καὶ οὐ πάνυ μὲν σεμνόν, σαφὲς δέ·λέγει γάρ· «καθὰ

βοῦς ἀγέλῃφι μέγα ἔξοχος ἔπλετο πάντων, ταῦρος, ὃ γάρ τεβόεσσι μεταπρέπει

ἀγρομέναις, τοῖον ἄρ' Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον

ἡρώεσσι». καὶ δοκεῖ μὲν ἐξ ὑψηλοῦ ταπεινῶσαιτὸν βασιλέα ὁ ποιητής, νῦν μὲν θεοῖς

εἰκάζων αὐτὸν καὶ ταῦτα τρισί, νῦν δὲ αὖθιςταύρῳ βοῒ σεμνῶς διὰ τῆς ἀγέλης

βαδίζοντι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δι'ἀμφοτέρων ὑψοῖ, πῇ μὲν εἰ βούλοιτό τις

ἀλληγορεῖν θειότερον εἰκάζων αὐτόν,πῇ δὲ εἰ μὴ δύναταί τις εἰς ἀλληγορίας βάθος

προκύπτειν, ἀπὸ αἰσθητῶν καὶἡμῖν γνωρίμων σεμνῶν χαρακτηρίζων αὐτόν· ὅτι γὰρ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

250

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!