18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἀνεβλάστανεν ὡς τοὺς Σπαρτοὺς καὶ ἐκ μυρμήκωνδὲ μετέβαλλεν. ὁ δ' αὐτὸς μῦθος ὁ ἐκ

λίθων ἀνθρώπους ποιήσας ληφθήσεταίποτε καὶ εἰς σκῶμμα σκληρῶν ἀνθρώπων, ὡς

ἐοικέναι τοῖς τοιούτοις τὸν μῦθοντοῦτον ἐπαληθεύεσθαι. ὅτι δὲ ἡ σκληρότης εἰς

λιθωδίαν λαμβάνεται, δηλώσει καὶὁ ποιητής, ὅτε εἴπῃ «λαοὺς δὲ λίθους ποίησε

Κρονίων», τουτέστι σκληρούς, ἀτέγκτους, ἀσυμπαθεῖς.

(ῃ. 9–11) Ὅτι τρεῖς ἐνταῦθα ὁ ποιητὴς αἰτίας ἐξηρτημένας ἀλλήλων τίθησιν, ὡς

δηλοῦσι καὶ οἱ αἰτιολογικοὶ σύνδεσμοι. φησὶ γὰρ ὅτιτοὺς βασιλεῖς ὁ Ἀπόλλων τῇ ἔριδι

ξυνέβαλε. διὰ ποίαν αἰτίαν; «ὃ γὰρ βασιλῆϊχολωθείς» νόσον ἐπήγειρε τοῖς Ἕλλησι.

τίνος ἕνεκεν; «οὕνεκα τὸν Χρύσηνἠτίμησεν ὁ βασιλεύς». διὰ τί δέ; «ὃ γὰρ ἦλθε θοὰς ἐπὶ

νῆας Ἀχαιῶν» καὶ τὰἑξῆς. καὶ ἔστι τὸ σχῆμα ἐμπερίβολον. τοιοῦτον δέ τι ποιήσει καὶ

ἀλλαχοῦπολλαχοῦ καὶ ἐν τῷ λόγῳ δὲ τοῦ βασιλέως τῷ περὶ Χρυσηΐδος. Ὅρα δὲ ὅτι

οὐλέγει κατὰ τοὺς ὕστερον ἀτιμῶ ἀτιμώσω ἐν τρίτῃ συζυγίᾳ, ἀλλὰ ἀτιμήσωκατὰ

δευτέραν συζυγίαν, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Τὸ δὲ οὕνεκα σύνδεσμόςἐστιν

αἰτιολογικός. γέγονε δὲ ἀπὸ τοῦ οὗ ἕνεκα. διὸ καὶ δασύνεται παθὸνἔκθλιψιν τοῦ μετὰ

τὴν καταρχὴν δευτέρου φωνήεντος, ὡς καὶ τὸ ὦ ἐτάν, ὦ'τάν, καὶ μὴ ἔστι, μή 'στι, καὶ

ἄλλα πολλά. [(ῃ. 12) Τὸ δέ «ὃ γὰρ ἦλθεν»ἐπαναφορὰν ποιεῖ μετὰ τοῦ «ὃ γὰρ βασιλῆϊ

χολωθείς», ποιητικὴν μέντοι καὶ οὐπεζῷ λόγῳ πρέπουσαν. Θοαὶ δὲ νῆες ἢ ταχεῖαι ἤ,

ὥσπερ θοὸν βέλος τὸ ὀξύ,οὕτω θοαὶ καὶ αὐταί, ὡς ὀξεῖαι τὰ περὶ πρῷραν, ἵνα ταχὺ οὕτω

πλέοιεντέμνουσαι ῥᾷον τὸ ὕδωρ.] (ῃ. 13) Ὅτι ἐπὶ αἰχμαλώτων ἐξωνήσεως οἰκεῖον

τὸλύεσθαι. ὅθεν καὶ λύτρα τὰ δῶρα λέγονται τὰ εἰς τοῦτο διδόμενα. τὰ δ' αὐτὰ καὶ 1.40

ἄποινα, ὡς ἄν τις εἴποι ἄφοινα, δι' ὧν τις φόνου λύεται. ὁ μέντοι μὴ ἐξωνησάμενος,

ἀλλὰ τρόπον ἄλλον ἐκ τῶν πολεμίων τινὰ ἐξαγαγών, ῥύεσθαι λέγει, οὐμὴν λύεσθαι, καὶ

τὰ ὑπὲρ τούτου διδόμενα οὐ λύτρα, ἀλλὰ σῶστρα, ποτὲ δὲ καὶζῳάγρια. τὸ γὰρ λύεσθαι

καὶ τὸ λύτρον κυρίως ἐπὶ ἐξωνήσεως αἰχμαλώτου ἢζῶντος ἢ καὶ τεθνεῶτος, ὁποῖος ὁ

Ἕκτωρ ἐν τῇ ωʹ ῥαψῳδίᾳ. διὸ καὶ Ὅμηρος ἐπιμένει τῇ λέξει ταύτῃ διὰ τὸ καίριον καὶ

ὧδε καὶ ἐκεῖ. λέγεται δὲ καὶ παθητικῶςκαὶ κατ' ἐνέργειαν, ὡς δῆλον ἐκ τοῦ ποιητοῦ,

ποτὲ μὲν λέγοντος «λυσόμενόςτε θύγατρα» ποτὲ δέ «παῖδα δέ μοι λύσατε φίλην» καὶ

«τὴν δ' ἐγὼ οὐ λύσω»καὶ «οὐδ' ἀπέλυσε θύγατρα». Ὅτι συνετὸς ὁ Χρύσης, ὃς ὑπὲρ τῆς

θυγατρὸςἐλθὼν εἰς τὸ Ἑλληνικὸν ναύσταθμον ἄποινά τε φέρων λαμβάνει μεθ'

ἑαυτοῦκαὶ οὐχ' ἁπλῶς ἄποινα, ἀλλὰ καὶ ἀπερείσια ἤτοι λαμπρὰ καί, ὡς ὁ Ὅμηροςἐρεῖ,

ἀγλαά, πρὸς ἅπερ ἀπερείσειεν ἄν τις τὸν λογισμόν· ἢ καὶ ἄλλως, ἀπερείσιαἤγουν κατὰ

μετάθεσιν εἰπεῖν ἀπειρέσια. (ῃ. 14) καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶτὸ τοῦ Ἀπόλλωνος

αἴρει στέμμα, ἔτι δὲ καὶ τὸ σκῆπτρον, ἵνα ἢ δοκῇ καὶ αὐτὸςὁ Ἀπόλλων συμπαρεῖναι

αὐτῷ ἢ πρέσβυς οὗτος ἥκειν ἐκ τοῦ Ἀπόλλωνος, ὡς ἂν κατὰ τοὺς παλαιούς, εἰ μὲν εἴη

φιλοχρήματος ὁ Ἀγαμέμνων, δῶρα λαβὼνλύσηται τὴν παῖδα, εἰ δὲ φιλόθεος, αἰδέσηται

τὰ τοῦ Ἀπόλλωνος παράσημα.διὸ καὶ ἡ δημηγορία τοῦ Χρύσου λέγει, ὡς ἂν τὰ δῶρα

λάβῃ ἁζόμενος τὸνἈπόλλωνα, οἷα μηδὲ λογισομένου δῆθεν τοῦ Χρύσου δῶρα δοῦναι,

ἀλλ'ἐπιγράψοντος τὸ πᾶν τῇ τιμῇ τοῦ Ἀπόλλωνος. εἰ τοίνυν ὁ βασιλεὺς οὐ πεισθήσεται,

ἀλλὰ καὶ ἀπειλήσεται τῷ γέροντι, καί τι καὶ κατὰ τοῦ στέμματος ἐρεῖ καὶτοῦ σκήπτρου,

πιθανῶς ἂν ὁ Ἀπόλλων θυμωθείη καὶ ποιήσῃ τὰ μυθευόμενα,ὡς ἐν τοῖς μετὰ ταῦτα

εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ «φέρων ἄποινα» ἤτοι λύτραἀντὶ τοῦ βαστάζων λέγεται, ὃ

τί διαφέρει τοῦ ἄγειν, πολλαχοῦ φανήσεται.καὶ ὅτι ἐπὶ βάρους ἀχθεινοῦ κυρίως τὸ

φέρειν· διὸ τὸ στέμμα οὐ φέρει ὁ Χρύσης,ἀλλ' ἐν χερσὶν ἔχει ὡς ἐλαφρόν· καὶ ὅτι [κατ'

ἔρωτα τῆς μυθολογουμένης ∆άφνης] δάφνινον ἦν τὸ στέμμα τὸ τοῦ Ἀπόλλωνος. καὶ ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

25

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!