Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Καΰστριος. (ῃ. 462)[Τὸ δὲ ποτῶμαι, τουτέστι πέτομαι, ὅτι καὶ ἐκτείνει τὴν ἄρχουσαν, δηλοῖ σὺν 1.389 ἄλλοις ἐν χρήσει καὶ ὁ ∆ειπνοσοφιστής.] Τὸ δέ «ἀγαλλόμεναι πτερύγεσσιν», ὡςκαὶ προεγράφη, ἀκαταλλήλως εἴρηται. ἐχρῆν γὰρ ὀρθῶς εἰπεῖν ἀγαλλόμενα,ἵνα λέγῃ ἔθνεα πολλὰ ἀγαλλόμενα. εἴρηται δὲ ὅμως Ἀττικῶς καὶ οὐκ ἀπεδόθηπρὸς τὴν φωνὴν τοῦ ἔθνεα, ἀλλὰ πρὸς τὸ σημαινόμενον, ὅπερ ἐστὶν αἱ ἀγέλαι ἢμάλιστα αἱ ὄρνιθες· ταὐτὸν γὰρ ἐνταῦθα ἔθνεα ὀρνίθων καὶ ὄρνιθας εἰπεῖν.καινοπρεπὲς οὖν σχῆμα τὸ εἰπεῖν «ἔθνεα πολλὰ ὀρνίθων ἀγαλλόμεναι πτέρυξιν»,ἀντὶ τοῦ ἀγέλαι ἢ ὄρνιθες χαίρουσαι τῇ πτήσει καὶ ἐντρυφῶσαι τοῖς πτεροῖς.τοιοῦτόν που καὶ τὸ «ἐκίνηθεν φάλαγγες ἐλπόμενοι παρὰ ναῦφιν Πηλείωνα»καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ τὸ ἐλπόμενοι ἀκατάλληλον μέν ἐστι πρὸς τὴν φωνὴν τοῦφάλαγγες, καταλλήλως δὲ ἔχει πρὸς τὸ σημαινόμενον. ἐπεὶ γὰρ φάλαγγες οἱ λαοί,λέγοι ἂν ὅτι ἐκινήθησαν οἱ Ἀχαιοὶ ἐλπόμενοι τόδε τι. φασὶ δέ τινες τῶνπαλαιῶν Ὑπομνηματιστῶν, ὅτι Ἀρίσταρχος ἀγαλλόμενα γράφει ἀκολούθως τῷ ἔθνεα. (ῃ. 459) Τὸ δὲ πετεηνῶν ἢ ἁπλῶς εἴρηται ὡς ὀρνίθων ἴδιον ἢ πρὸςδιαστολὴν ἴσως τῶν κατοικιδίων, οἷς οὐχ' οὕτως ἄνετον τὸ πτερὸν εἰς τὸπέτεσθαι. δῆλον δ' ὅτι ἐκ τοῦ πετεηνοῦ συγκέκοπται τὸ πτηνόν. Τὸ δὲ ἔθνεακαταχρηστικῶς καὶ νῦν λέγεται, ὡς προγέγραπται, ὥσπερ καὶ ἐπὶ μελισσῶνκαὶ μυιῶν καὶ ἐπὶ ἰχθύων δὲ παρὰ τῷ Ὀππιανῷ. ἔθνος μὲν γὰρ ἀπὸ τοῦἔθους· ἔθος δὲ ἐπὶ ἀλόγων οὐκ εἴωθε λέγεσθαι. (ῃ. 463) Τὸ δὲ σμαραγεῖὠνοματοπεποίηται πρὸς μίμησιν ἤχου, ὃν ἀποτελεῖ ὁ ὑγρὸς λειμὼν καθιπταμένων αὐτόθι ὀρνίθων. ἕτεροι δὲ τὴν λέξιν ἀντὶ τοῦ λάμπειν ἐνόησαν, ὅθεν, φασί,καὶ σμάραγδος λίθος. (ῃ. 465) Πεδίον δὲ Σκαμάνδριον τὸ μεταξὺ τῶν δύοποταμῶν, τοῦ τε Σιμόεντος καὶ αὐτοῦ τοῦ Σκαμάνδρου, ἔνθα ἐγίνετο ἡ μάχη,ὅπερ καὶ λειμῶνα λέγει Σκαμάνδριον ἀνθεμόεντα, ὡς ῥηθήσεται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἰδίως Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον,ἔνθα οἱ πλεῖστοι ἀγῶνες· πλατύτερον γάρ. ἐνταῦθα δὲ ὁρᾶται καὶ τὰ ἐν τοῖς ἑξῆςμνημονευθησόμενα, ὁ ἐρινεός, ὁ τάφος τοῦ Αἰσυήτου, ἡ βάτεια καὶ τὸ σῆματοῦ Ἴλου. Σημείωσαι δὲ ὅτι ὁ Σκάμανδρος δυσχερῶς ἐν μέτρῳ ἔχων παρεισρέεινἡρωϊκῷ ἐκαινοτομήθη ἐξ ἀνάγκης παρὰ τοῦ ποιητοῦ. ἐπεὶ γὰρ ἡ ἄρχουσαβραχεῖα οὖσα ἐκ δύο συμφώνων ἄρχεται καὶ ἐκτείνει τὸ πρὸ αὐτῆς πῖπτονβραχὺ καὶ διὰ τοῦτο οὐ χρησιμεύει ὅλως εἰς μέτρον δακτυλικόν, λαμβάνει τὴνἄρχουσαν ὁ ποιητὴς ἀναγκαίως ἀεὶ ἀδυνατοῦσαν ἐκτείνειν τὰ πρὸ αὐτῆς, 1.390 καθαπερεὶ καὶ ἦν μονογράμματος, οἷον λόγου χάριν Κάμανδρος, καὶ οὕτω ποιεῖαὐτὴν ἐπιτηδείαν εἰς δακτύλου ἀπαρτισμόν. διὸ ἐν τῷ «ἐς πεδίον προχέοντο Σκαμάνδριον» τὸ προχέοντο βραχεῖαν ἔχει τὴν λήγουσαν, ἵνα ποιήσῃ δάκτυλον.ὡσαύτως καὶ ἐν τῷ «λειμῶνι Σκαμανδρίῳ» τὸ λειμῶνι ἐν συστολῇ ἔχει τὴνλήγουσαν καὶ οὕτως ὁ Σκάμανδρος ἔχει χώραν κεῖσθαι παρὰ τῷ ποιητῇ,λεγόμενός ποτε καὶ Ξάνθος, ὡς φανήσεται. ὅμοιον δέ τι καὶ ἡ Ζέλεια ἔπαθεν,ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ προχέοντο δηλοῖ μὲν τὸ τῶν Ἀχαιῶν οἷον ὑγρὸνπρὸς εὐκινησίαν· εἴληπται δὲ δεξιῶς ἀπὸ ὑδάτων συλλειβομένων ποθὲν εἰςπεδιάδα. [Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱππόθεν ἐκχύμενοι». ἐκεῖνο δὲκαί τι πλεῖον ἔχει γλαφυρότητος διὰ τὸ ἐκ τῆς κοιλίας τοῦ δουρείου ἵππουλέγειν κεχύσθαι τοὺς ἥρωας.] Ἰστέον δὲ ὅτι πεδίον μὲν κατὰ τοὺς παλαιοὺς ὁμακρὸς καὶ ἀναπεπταμένος τόπος, ὃς καὶ πεδιὰς λέγεται. πέδιον δὲ προπαροξυτόνως καθ' ὑποκορισμὸν ἡ μικρὰ πέδη πρὸς ὁμοιότητα τοῦ λύριον, θύριον.(ῃ. 466) Ὅτι νῦν μὲν ἁπλῶς λέγει σμερδαλέον κοναβίζειν τὴν χθόνα ὑπὸποδῶν αὐτῶν τε καὶ ἵππων, προϊὼν δὲ καὶ εἰς αὐτὸ τοῦτο παραβολὴν ποιήσειστεναχίζειν εἰπὼν αὐτήν, ὡς ὅτε ὑπὸ Τυφωέος ἱμάσσεται. τί δὲ δηλοῖ καὶ ὁκόναβος καὶ τὸ σμερδαλέον, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 248

προείρηται. (ῃ. 467 ς.) Ὅτι τὸ «ἵσταντο ἐνλειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ»καθ' ὑπερβολὴν νοητέον. πῶς γὰρ ἂν ἄλλως τοὺς μετρητοὺς Ἕλληνας φύλλοιςκαὶ ἄνθεσιν ἐξισωτέον τοῖς ἀπείροις καὶ πανταχοῦ γῆς γινομένοις; οὕτω δὲ καὶἐν τοῖς ἑξῆς φύλλοις αὐτοὺς ἢ ψαμάθοις ἐοικέναι τίς φησι. τάχα δὲ ὥσπερμυίαις αὐτοὺς μετ' ὀλίγα εἰκάζει, οὐ ταῖς ἁπανταχοῦ τῆς γῆς, [καὶ ἐν ἀρχῇ δὲτοῦ βιβλίου τοὺς Ἀχαιούς, ὅσοι μηνίσαντος Ἀχιλλέως ἔθανον, ἕλωρ προκεῖσθαι εἶπε κύνεσσιν οἰωνοῖσί τε πᾶσιν, οὐ τοῖς κατὰ κόσμον ὅλον δηλαδή, ἀλλὰ τοῖςἐκεῖ περὶ Τροίαν, εἰ καὶ ὁ Ζηνόδοτος εἰς τοῦτο ἀπορήσας ἐξῶσε μὲν τὸ πᾶσιν,ἀντενέγραψε δὲ τὸ δαῖτα, ἵνα ᾖ «οἰωνοῖσί τε δαῖτα». ὥσπερ τοίνυν ἐν τοῖςεἰρημένοις μερικῶς ἐπιβλητέον τῷ περὶ μυιῶν καὶ κυνῶν λόγῳ], οὕτω φύλλακαὶ ἄνθη ἐνταῦθα νοητέον τὰ περὶ τὸ Σκαμάνδριον πεδίον, ὡς ἂν μὴ πάνυ ὁ λόγοςὑπερβάλλῃ, ἀλλ' ἵνα λέγῃ ὅτι ἵσταντο Ἕλληνες περὶ τὸν ἀνθεμόεντα τοῦτονλειμῶνα, ὅσσα φύλλα καὶ ἄνθη ἔαρος αὐτόθι γίνονται. καὶ ἔοικε τὸν παραβολικὸνλόγον τοῦτον ἀπὸ τοῦ ἀνθεμόεντος πεδίου πορίσασθαι, οἱονεὶ λέγων, ὅτι ὁἀνθεμόεις οὗτος λειμὼν εἶχεν ὥσπερ φύλλα καὶ ἄνθεα εἰς πλῆθος τοὺς Ἕλληνας. Ὅρα δὲ ὅπως τὸ μυρίοι ἐπὶ πάνυ πολλοῦ πλήθους εἶπεν, ὥστε τοιοῦτόν 1.391 τι ἐμφαίνει καὶ τὸ «μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» καὶ τὸ «μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν». Ἀνθεμόεις δὲ ὁ πολύφυτος καὶ διὰ τοῦτο ἐν καιρῷ πολλοῖςἀνθέμοις ἤγουν ἄνθεσι βρύων. ἐντεῦθεν δὲ τροπικῶς καὶ λέβης ἀνθεμόειςὁ οἷον ἀνθῶν τῷ κάλλει τοῦ ποικίλματος. καὶ μὴν ἐκεῖνος καὶ ὡς ἀναθηματικὸςδοκεῖ οὕτω λέγεσθαι. Ὥραν δὲ τὴν ἐαρινὴν λέγει κατ' ἐξοχὴν ἢ κατ' ἔλλειψιν.προϊὼν γοῦν φησιν· «ὥρῃ ἐν εἰαρινῇ», ἐνταῦθα μὲν ἐλλείψας, ἐκεῖ δὲ εἰπὼν ἐντελῶς, ὁποῖόν τι ποιεῖ καί, ὅτε πατρίδα λέγει ἐλλειπτικῶς καὶ πατρίδα γαῖανἐντελῶς. (ῃ. 469–73) Ὅτι τὸ τῶν Ἑλλήνων θρασὺ καὶ ἐπιθυμητικὸν τοῦ αἵματος, ἔτι δὲ καὶ τὸ πλῆθος αὐτῶν ἐμφαίνων προϊὼν μὲν ἐρεῖ, ὅτι οὔπωτοιόνδε τις τοσόνδε τε λαὸν ὄπωπεν· ἐνταῦθα δὲ τοὺς Ἕλληνας μυίαις εἰκάζειπετομέναις εἰς ἀμελγόμενον γάλα λέγων, ὅτι τόσοι ἵσταντο Ἀχαιοὶ ἐν πεδίῳοὐχ' ἁπλῶς, ἀλλὰ διαρραῖσαι μεμαῶτες, καθὰ μυιάων ἀδινάων ἔθνεα πολλά,αἳ κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεαδεύει. καὶ σημείωσαι ὅτι τὸ μὲν τόσσοι πλήθους δηλοῖ ποσότητα, τὸ δὲ διαρραῖσαι μεμαῶτες θάρσους ποιότητα. καὶ ὅτι οὐ πρὸς τὴν Ἑλληνικὴν ἀνδρίαν ἡεἰκὼν τῶν μυιῶν· οὐ γὰρ πρὸς ἰσχύος ἔνδειξιν, ἀλλὰ πρὸς μόνον θάρσος καὶἀναίδειαν παρείληπται ἡ παραβολὴ αὕτη, [ὥσπερ ἡ τῶν μελισσῶν πρὸ ταύτηςπρὸς τὴν ἰλαδὸν κίνησιν τῶν Ἀχαιῶν ἐκ τῶν σκηνῶν εἰς τὴν ἀγοράν· οὐ μὴνπρός τι φοβερόν, εἰ καὶ ἄλλως δεινότεραι μυιῶν αἱ μέλισσαι διὰ τὸ κατ' αὐτὰςπληκτικόν·] ἵσταντο γάρ, φησί, διαρραῖσαι μεμαῶτες δίκην μυιῶν, ὃ δὴ καὶἀλλαχοῦ ποιῶν λέγει θάρσος μυίας ἐντεθῆναί τινι τῶν ἡρώων. (ῃ. 469)Ἀδινὰς δὲ μυίας ὥσπερ καὶ μελίσσας δι' ἑνὸς δέλτα καὶ συστολῆς τῆς ἀρχούσηςἢ τὰς λεπτὰς λέγει ἢ τὰς πυκνὰς καὶ ἀθρόον πετομένας. [Παρῴδηται δέ πωςἐνταῦθα τὸ «ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά» ἐκ τοῦ «ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων». τὴν δὲ τούτων συγγένειαν τῶν παραβολῶν οἴδασι καὶ οἱγεωργικοὶ μυίας, ὅτε δόξει αὐτοῖς, καὶ τὰς μελίσσας λέγοντες.] (ῃ. 470) Σταθμὸς δὲ νῦν μὲν ἀγροτικὴ κατοικία, ὅ ἐστιν ἔπαυλις, [ἣν ὁ Σοφοκλῆς μεταπλάσας σταθμὰ λέγει.] λέγεται δέ ποτε καὶ ἐπὶ ζυγοῦ τοῦ τὰ βάρη ταλαντεύοντοςκαὶ ἐπὶ παραστάτου δὲ οἰκίας. ὅτε μέντοι ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδεσταθμοὶ τοσοίδε λέγονται, τοπικὸν ἐκεῖ διάστημα δηλοῖ ὁ σταθμός, ὡς εἴ τις 1.392 εἴποι στάσιν ἢ μονὴν ἢ τὴν λεγομένην ἀλλαγήν. [Τὸ δὲ ποιμνήϊον πλεονασμὸνἔχει τοῦ ˉη καθὰ καὶ τὸ πολεμήϊον καὶ τὸ οἰήϊον, ὃ δηλοῖ πλοίου οἴακα, καὶοὐκ ἂν ἔχοι ἀμφιβολίαν ὡς τὸ ξυνήϊον.] Τὸ δὲ ἠλάσκειν γίνεται μὲν ἐκ τοῦἀλῶ, δηλοῖ δὲ τὸ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 249

προείρηται. (ῃ. 467 ς.) Ὅτι τὸ «ἵσταντο ἐνλειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσα

τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ»καθ' ὑπερβολὴν νοητέον. πῶς γὰρ ἂν ἄλλως τοὺς

μετρητοὺς Ἕλληνας φύλλοιςκαὶ ἄνθεσιν ἐξισωτέον τοῖς ἀπείροις καὶ πανταχοῦ γῆς

γινομένοις; οὕτω δὲ καὶἐν τοῖς ἑξῆς φύλλοις αὐτοὺς ἢ ψαμάθοις ἐοικέναι τίς φησι. τάχα

δὲ ὥσπερμυίαις αὐτοὺς μετ' ὀλίγα εἰκάζει, οὐ ταῖς ἁπανταχοῦ τῆς γῆς, [καὶ ἐν ἀρχῇ

δὲτοῦ βιβλίου τοὺς Ἀχαιούς, ὅσοι μηνίσαντος Ἀχιλλέως ἔθανον, ἕλωρ προκεῖσθαι εἶπε

κύνεσσιν οἰωνοῖσί τε πᾶσιν, οὐ τοῖς κατὰ κόσμον ὅλον δηλαδή, ἀλλὰ τοῖςἐκεῖ περὶ

Τροίαν, εἰ καὶ ὁ Ζηνόδοτος εἰς τοῦτο ἀπορήσας ἐξῶσε μὲν τὸ πᾶσιν,ἀντενέγραψε δὲ τὸ

δαῖτα, ἵνα ᾖ «οἰωνοῖσί τε δαῖτα». ὥσπερ τοίνυν ἐν τοῖςεἰρημένοις μερικῶς ἐπιβλητέον

τῷ περὶ μυιῶν καὶ κυνῶν λόγῳ], οὕτω φύλλακαὶ ἄνθη ἐνταῦθα νοητέον τὰ περὶ τὸ

Σκαμάνδριον πεδίον, ὡς ἂν μὴ πάνυ ὁ λόγοςὑπερβάλλῃ, ἀλλ' ἵνα λέγῃ ὅτι ἵσταντο

Ἕλληνες περὶ τὸν ἀνθεμόεντα τοῦτονλειμῶνα, ὅσσα φύλλα καὶ ἄνθη ἔαρος αὐτόθι

γίνονται. καὶ ἔοικε τὸν παραβολικὸνλόγον τοῦτον ἀπὸ τοῦ ἀνθεμόεντος πεδίου

πορίσασθαι, οἱονεὶ λέγων, ὅτι ὁἀνθεμόεις οὗτος λειμὼν εἶχεν ὥσπερ φύλλα καὶ ἄνθεα

εἰς πλῆθος τοὺς Ἕλληνας. Ὅρα δὲ ὅπως τὸ μυρίοι ἐπὶ πάνυ πολλοῦ πλήθους εἶπεν, ὥστε

τοιοῦτόν 1.391 τι ἐμφαίνει καὶ τὸ «μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» καὶ τὸ «μυρία Ὀδυσσεὺς

ἐσθλὰ ἔοργεν». Ἀνθεμόεις δὲ ὁ πολύφυτος καὶ διὰ τοῦτο ἐν καιρῷ πολλοῖςἀνθέμοις

ἤγουν ἄνθεσι βρύων. ἐντεῦθεν δὲ τροπικῶς καὶ λέβης ἀνθεμόειςὁ οἷον ἀνθῶν τῷ

κάλλει τοῦ ποικίλματος. καὶ μὴν ἐκεῖνος καὶ ὡς ἀναθηματικὸςδοκεῖ οὕτω λέγεσθαι.

Ὥραν δὲ τὴν ἐαρινὴν λέγει κατ' ἐξοχὴν ἢ κατ' ἔλλειψιν.προϊὼν γοῦν φησιν· «ὥρῃ ἐν

εἰαρινῇ», ἐνταῦθα μὲν ἐλλείψας, ἐκεῖ δὲ εἰπὼν ἐντελῶς, ὁποῖόν τι ποιεῖ καί, ὅτε πατρίδα

λέγει ἐλλειπτικῶς καὶ πατρίδα γαῖανἐντελῶς. (ῃ. 469–73) Ὅτι τὸ τῶν Ἑλλήνων θρασὺ

καὶ ἐπιθυμητικὸν τοῦ αἵματος, ἔτι δὲ καὶ τὸ πλῆθος αὐτῶν ἐμφαίνων προϊὼν μὲν ἐρεῖ,

ὅτι οὔπωτοιόνδε τις τοσόνδε τε λαὸν ὄπωπεν· ἐνταῦθα δὲ τοὺς Ἕλληνας μυίαις

εἰκάζειπετομέναις εἰς ἀμελγόμενον γάλα λέγων, ὅτι τόσοι ἵσταντο Ἀχαιοὶ ἐν πεδίῳοὐχ'

ἁπλῶς, ἀλλὰ διαρραῖσαι μεμαῶτες, καθὰ μυιάων ἀδινάων ἔθνεα πολλά,αἳ κατὰ σταθμὸν

ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεαδεύει. καὶ σημείωσαι ὅτι τὸ

μὲν τόσσοι πλήθους δηλοῖ ποσότητα, τὸ δὲ διαρραῖσαι μεμαῶτες θάρσους ποιότητα. καὶ

ὅτι οὐ πρὸς τὴν Ἑλληνικὴν ἀνδρίαν ἡεἰκὼν τῶν μυιῶν· οὐ γὰρ πρὸς ἰσχύος ἔνδειξιν,

ἀλλὰ πρὸς μόνον θάρσος καὶἀναίδειαν παρείληπται ἡ παραβολὴ αὕτη, [ὥσπερ ἡ τῶν

μελισσῶν πρὸ ταύτηςπρὸς τὴν ἰλαδὸν κίνησιν τῶν Ἀχαιῶν ἐκ τῶν σκηνῶν εἰς τὴν

ἀγοράν· οὐ μὴνπρός τι φοβερόν, εἰ καὶ ἄλλως δεινότεραι μυιῶν αἱ μέλισσαι διὰ τὸ κατ'

αὐτὰςπληκτικόν·] ἵσταντο γάρ, φησί, διαρραῖσαι μεμαῶτες δίκην μυιῶν, ὃ δὴ

καὶἀλλαχοῦ ποιῶν λέγει θάρσος μυίας ἐντεθῆναί τινι τῶν ἡρώων. (ῃ. 469)Ἀδινὰς δὲ

μυίας ὥσπερ καὶ μελίσσας δι' ἑνὸς δέλτα καὶ συστολῆς τῆς ἀρχούσηςἢ τὰς λεπτὰς λέγει

ἢ τὰς πυκνὰς καὶ ἀθρόον πετομένας. [Παρῴδηται δέ πωςἐνταῦθα τὸ «ἠΰτε μυιάων

ἀδινάων ἔθνεα πολλά» ἐκ τοῦ «ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων». τὴν δὲ τούτων

συγγένειαν τῶν παραβολῶν οἴδασι καὶ οἱγεωργικοὶ μυίας, ὅτε δόξει αὐτοῖς, καὶ τὰς

μελίσσας λέγοντες.] (ῃ. 470) Σταθμὸς δὲ νῦν μὲν ἀγροτικὴ κατοικία, ὅ ἐστιν ἔπαυλις, [ἣν

ὁ Σοφοκλῆς μεταπλάσας σταθμὰ λέγει.] λέγεται δέ ποτε καὶ ἐπὶ ζυγοῦ τοῦ τὰ βάρη

ταλαντεύοντοςκαὶ ἐπὶ παραστάτου δὲ οἰκίας. ὅτε μέντοι ἐκ τοῦδε τοῦ τόπου εἰς

τόνδεσταθμοὶ τοσοίδε λέγονται, τοπικὸν ἐκεῖ διάστημα δηλοῖ ὁ σταθμός, ὡς εἴ τις 1.392

εἴποι στάσιν ἢ μονὴν ἢ τὴν λεγομένην ἀλλαγήν. [Τὸ δὲ ποιμνήϊον πλεονασμὸνἔχει τοῦ

ˉη καθὰ καὶ τὸ πολεμήϊον καὶ τὸ οἰήϊον, ὃ δηλοῖ πλοίου οἴακα, καὶοὐκ ἂν ἔχοι

ἀμφιβολίαν ὡς τὸ ξυνήϊον.] Τὸ δὲ ἠλάσκειν γίνεται μὲν ἐκ τοῦἀλῶ, δηλοῖ δὲ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

249

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!