18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Καΰστριος. (ῃ. 462)[Τὸ δὲ ποτῶμαι, τουτέστι πέτομαι, ὅτι καὶ ἐκτείνει τὴν ἄρχουσαν,

δηλοῖ σὺν 1.389 ἄλλοις ἐν χρήσει καὶ ὁ ∆ειπνοσοφιστής.] Τὸ δέ «ἀγαλλόμεναι

πτερύγεσσιν», ὡςκαὶ προεγράφη, ἀκαταλλήλως εἴρηται. ἐχρῆν γὰρ ὀρθῶς εἰπεῖν

ἀγαλλόμενα,ἵνα λέγῃ ἔθνεα πολλὰ ἀγαλλόμενα. εἴρηται δὲ ὅμως Ἀττικῶς καὶ οὐκ

ἀπεδόθηπρὸς τὴν φωνὴν τοῦ ἔθνεα, ἀλλὰ πρὸς τὸ σημαινόμενον, ὅπερ ἐστὶν αἱ ἀγέλαι

ἢμάλιστα αἱ ὄρνιθες· ταὐτὸν γὰρ ἐνταῦθα ἔθνεα ὀρνίθων καὶ ὄρνιθας

εἰπεῖν.καινοπρεπὲς οὖν σχῆμα τὸ εἰπεῖν «ἔθνεα πολλὰ ὀρνίθων ἀγαλλόμεναι

πτέρυξιν»,ἀντὶ τοῦ ἀγέλαι ἢ ὄρνιθες χαίρουσαι τῇ πτήσει καὶ ἐντρυφῶσαι τοῖς

πτεροῖς.τοιοῦτόν που καὶ τὸ «ἐκίνηθεν φάλαγγες ἐλπόμενοι παρὰ ναῦφιν

Πηλείωνα»καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ τὸ ἐλπόμενοι ἀκατάλληλον μέν ἐστι πρὸς τὴν φωνὴν

τοῦφάλαγγες, καταλλήλως δὲ ἔχει πρὸς τὸ σημαινόμενον. ἐπεὶ γὰρ φάλαγγες οἱ

λαοί,λέγοι ἂν ὅτι ἐκινήθησαν οἱ Ἀχαιοὶ ἐλπόμενοι τόδε τι. φασὶ δέ τινες τῶνπαλαιῶν

Ὑπομνηματιστῶν, ὅτι Ἀρίσταρχος ἀγαλλόμενα γράφει ἀκολούθως τῷ ἔθνεα. (ῃ. 459) Τὸ

δὲ πετεηνῶν ἢ ἁπλῶς εἴρηται ὡς ὀρνίθων ἴδιον ἢ πρὸςδιαστολὴν ἴσως τῶν κατοικιδίων,

οἷς οὐχ' οὕτως ἄνετον τὸ πτερὸν εἰς τὸπέτεσθαι. δῆλον δ' ὅτι ἐκ τοῦ πετεηνοῦ

συγκέκοπται τὸ πτηνόν. Τὸ δὲ ἔθνεακαταχρηστικῶς καὶ νῦν λέγεται, ὡς προγέγραπται,

ὥσπερ καὶ ἐπὶ μελισσῶνκαὶ μυιῶν καὶ ἐπὶ ἰχθύων δὲ παρὰ τῷ Ὀππιανῷ. ἔθνος μὲν γὰρ

ἀπὸ τοῦἔθους· ἔθος δὲ ἐπὶ ἀλόγων οὐκ εἴωθε λέγεσθαι. (ῃ. 463) Τὸ δὲ

σμαραγεῖὠνοματοπεποίηται πρὸς μίμησιν ἤχου, ὃν ἀποτελεῖ ὁ ὑγρὸς λειμὼν

καθιπταμένων αὐτόθι ὀρνίθων. ἕτεροι δὲ τὴν λέξιν ἀντὶ τοῦ λάμπειν ἐνόησαν, ὅθεν,

φασί,καὶ σμάραγδος λίθος. (ῃ. 465) Πεδίον δὲ Σκαμάνδριον τὸ μεταξὺ τῶν δύοποταμῶν,

τοῦ τε Σιμόεντος καὶ αὐτοῦ τοῦ Σκαμάνδρου, ἔνθα ἐγίνετο ἡ μάχη,ὅπερ καὶ λειμῶνα

λέγει Σκαμάνδριον ἀνθεμόεντα, ὡς ῥηθήσεται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἰδίως

Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον,ἔνθα οἱ πλεῖστοι ἀγῶνες· πλατύτερον

γάρ. ἐνταῦθα δὲ ὁρᾶται καὶ τὰ ἐν τοῖς ἑξῆςμνημονευθησόμενα, ὁ ἐρινεός, ὁ τάφος τοῦ

Αἰσυήτου, ἡ βάτεια καὶ τὸ σῆματοῦ Ἴλου. Σημείωσαι δὲ ὅτι ὁ Σκάμανδρος δυσχερῶς ἐν

μέτρῳ ἔχων παρεισρέεινἡρωϊκῷ ἐκαινοτομήθη ἐξ ἀνάγκης παρὰ τοῦ ποιητοῦ. ἐπεὶ γὰρ ἡ

ἄρχουσαβραχεῖα οὖσα ἐκ δύο συμφώνων ἄρχεται καὶ ἐκτείνει τὸ πρὸ αὐτῆς

πῖπτονβραχὺ καὶ διὰ τοῦτο οὐ χρησιμεύει ὅλως εἰς μέτρον δακτυλικόν, λαμβάνει

τὴνἄρχουσαν ὁ ποιητὴς ἀναγκαίως ἀεὶ ἀδυνατοῦσαν ἐκτείνειν τὰ πρὸ αὐτῆς, 1.390

καθαπερεὶ καὶ ἦν μονογράμματος, οἷον λόγου χάριν Κάμανδρος, καὶ οὕτω ποιεῖαὐτὴν

ἐπιτηδείαν εἰς δακτύλου ἀπαρτισμόν. διὸ ἐν τῷ «ἐς πεδίον προχέοντο Σκαμάνδριον» τὸ

προχέοντο βραχεῖαν ἔχει τὴν λήγουσαν, ἵνα ποιήσῃ δάκτυλον.ὡσαύτως καὶ ἐν τῷ

«λειμῶνι Σκαμανδρίῳ» τὸ λειμῶνι ἐν συστολῇ ἔχει τὴνλήγουσαν καὶ οὕτως ὁ

Σκάμανδρος ἔχει χώραν κεῖσθαι παρὰ τῷ ποιητῇ,λεγόμενός ποτε καὶ Ξάνθος, ὡς

φανήσεται. ὅμοιον δέ τι καὶ ἡ Ζέλεια ἔπαθεν,ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ προχέοντο

δηλοῖ μὲν τὸ τῶν Ἀχαιῶν οἷον ὑγρὸνπρὸς εὐκινησίαν· εἴληπται δὲ δεξιῶς ἀπὸ ὑδάτων

συλλειβομένων ποθὲν εἰςπεδιάδα. [Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱππόθεν

ἐκχύμενοι». ἐκεῖνο δὲκαί τι πλεῖον ἔχει γλαφυρότητος διὰ τὸ ἐκ τῆς κοιλίας τοῦ

δουρείου ἵππουλέγειν κεχύσθαι τοὺς ἥρωας.] Ἰστέον δὲ ὅτι πεδίον μὲν κατὰ τοὺς

παλαιοὺς ὁμακρὸς καὶ ἀναπεπταμένος τόπος, ὃς καὶ πεδιὰς λέγεται. πέδιον δὲ

προπαροξυτόνως καθ' ὑποκορισμὸν ἡ μικρὰ πέδη πρὸς ὁμοιότητα τοῦ λύριον, θύριον.(ῃ.

466) Ὅτι νῦν μὲν ἁπλῶς λέγει σμερδαλέον κοναβίζειν τὴν χθόνα ὑπὸποδῶν αὐτῶν τε

καὶ ἵππων, προϊὼν δὲ καὶ εἰς αὐτὸ τοῦτο παραβολὴν ποιήσειστεναχίζειν εἰπὼν αὐτήν,

ὡς ὅτε ὑπὸ Τυφωέος ἱμάσσεται. τί δὲ δηλοῖ καὶ ὁκόναβος καὶ τὸ σμερδαλέον,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

248

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!