18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἷκεν», ὅτι τῷ αἰθέρι καὶ τὸνὑποτεταγμένον αὐτῷ ἀέρα συννοεῖν χρή.] (ῃ. 459–64) Ὅτι

λειμών τις ἐν Ἀσίᾳ λεγόμενος δι' αὐτὸ τοῦτο Ἄσιος περί που τὸν Κάϋστρον ποταμόν,

περὶ ὃνχῆνές τε καὶ γέρανοι καὶ κύκνοι καὶ εἴ τι τοιοῦτον ὑδροχαρὲς ὄρνεον

νέμονται.διὸ καὶ ὁ ποιητὴς ἐκ παραβολῆς διδάσκων τὴν φυλαδὸν γινομένην τῶν

Ἑλλήνων κίνησιν κατὰ διάκρισιν ἐθνικήν φησι· «τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶνἔθνεα

πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ

ῥέεθρα, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσικλαγγηδὸν προκαθιζόντων,

σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰνεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον

προχέοντο Σκαμάνδριον». (ῃ. 461) Τινὲς δὲτὸ Ἀσίω ἐν λειμῶνι ἀντὶ τοῦ Ἀσίου εἶπον

κατὰ γενικὴν πτῶσιν καί φασιν, ὅτι ἀνδρί τινι ἐπιφανεῖ ὁ λειμὼν ἐπωνόμασται, οὗ ἡ

εὐθεῖα ὁ Ἀσίας, ἡ γενικὴἈσίου καὶ Ἰωνικῶς Ἀσίεω ὡς Ἑρμείεω, εὐμελίεω, καὶ ἐν

συγκοπῇ Ἀσιὡς Ἑρμείω, εὐμελίω. καὶ ἔστι, φασί, λειμὼν Ἀσίου, περὶ ὃν χῆνες καὶ τὰ

τοιαῦτα συνάγονται. ὁ δὲ Γεωγράφος οὕτω φησίν· «ἀπὸ τριάκοντα σταδίωντῆς

Τραλλιανῆς Νύσσης Τμῶλον ὑπερβᾶσι καὶ τὴν Μεσογίδα πρὸς νότον τόποςτις καλεῖται

Λειμών, ὃν ὀνομάζειν φασὶ τὸν ποιητήν, ὅτε εἴπῃ Ἀσίῳ ἐν λειμῶνι,δεικνύντες

Καΰστρου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάϋστρον, πλησίονἀπορρέοντα». ὁ δ' αὐτὸς

καὶ πεδίον Καϋστρηνὸν λέγει, ᾧ συνεχὲς τὸ Κιλβανόν,πολὺ καὶ συνοικούμενον εὖ.

ἕτεροι δὲ τῶν ῥηθέντων ἡρώων τὸν μὲν Ἀσίαν Κότυος ἱστοροῦσιν υἱόν, τὸν δὲ

Κάϋστρον Πενθεσιλείας υἱόν. λέγουσι δὲ καὶἄρξαι Λυδίας τὸν Ἀσίαν. ἄλλοι δὲ νοοῦσιν

ἄσιον λειμῶνα τὸν ἰλυώδη· ἄσις γὰρτὸ ἐξ ὕδατος ξηρὸν παρὰ τὸ ἄξω ἤ, σαφέστερον

εἰπεῖν, ἡ ἰλύς, ὥς που δηλοῖ καὶὁ ποιητής. πηλώδης γάρ, φασίν, ὁ Κάϋστρος ποταμὸς ἐν

ταῖς προχοαῖς. (ῃ. 460) Γίνεται δὲ ὁ μὲν χὴν παρὰ τὸ χαίνειν, διότι τε βορός ἐστι καὶ ὅτι

καὶ ἰδιότηςαὕτη τῷ χηνὶ χαίνοντι τὰ πολλά, ὅτε ἢ θρασύνεται ἢ δειλιᾷ. Γέρανος δὲπαρὰ

τὸ τὴν γῆν ἐρευνᾶν. Κύκνος δὲ ἀπὸ τοῦ κυκᾶν πλέον τῶν ἄλλων τὴν ἰλὺν 1.388 ἐπὶ

ἀναψηλαφήσει τροφῆς. ∆ουλιχοδείρους δὲ τούτους ὁ ποιητής φησι κατ'ἐξαίρετον·

τοιοῦτοι γὰρ αὐτοὶ μάλιστα πρὸς ἀναλογίαν τοῦ σώματος τὸδολιχὸν ἤτοι μακρὸν τοῦ

τραχήλου ἀντὶ ὁρμιᾶς ἔχοντες ἐν τοῖς ὑγροῖς. [∆οκεῖδὲ τὸ Ἰωνικῶς μὲν δουλιχόν,

κοινῶς δὲ δολιχὸν γίνεσθαι παρὰ τὸ διόλουἱκέσθαι· τοιοῦτον γάρ τι τὸ μακρὸν

τραπέντος τοῦ ψιλοῦ ˉκ εἰς τὸ ἀντίστοιχονδασὺ διὰ τὸ εὐφωνότερον. ἐκ δὲ τῆς λέξεως

ταύτης καὶ δρόμος ἐναγώνιος ὁδολιχός· καὶ νῆσος δέ τις τὸ ∆ουλίχιον. σύγκειται δὲ ἀπ'

αὐτῆς καὶ τὸ δολιχόσκιον καὶ δολίχαυλοι αἰγανέαι, ὅ ἐστι μακροὺς αὐλοὺς ἔχουσαι,

ἤγουν κοιλότηταςἐπιδορατίδων, αἷς ὁ τοῦ ξύλου καυλὸς ἐνίεται. Ὅτι δὲ ὁ κύκνος

εὔτεκνος καὶμάχιμος καὶ ὡς ἀλληλοκτονεῖ ὁ μάχιμος καὶ ὡς Ἀριστοτέλους

εἰπόντοςᾠδικοὺς εἶναι τοὺς κύκνους μάλιστα περὶ τὰς τελευτὰς καὶ διαίρειν τὸ

πέλαγοςᾄδοντας Ἀλέξανδρος ὁ Μύνδιός φησιν, ὅτι πολλοῖς παρακολουθήσας

τελευτῶσινοὐκ ἤκουσεν ᾀδόντων, οἱ παλαιοὶ δηλοῦσι, παρ' οἷς καὶ κύριον ὄνομα ὁ

Κύκνος,ὃν ὁ μῦθός φησιν ὑπὸ Ἄρεος ὀρνιθωθῆναι. τοῦ δὲ ᾠδικοὺς εὐγενῶς αὐτοὺς

εἶναιἡ πεῖρα διδάσκαλος.] (ῃ. 461) Λειμὼν δὲ ὁ ὑγρὸς καὶ βοτανώδης τόπος ἀπὸτοῦ

λείβω λέλειμμαι, ὃν ἡ κοινὴ γλῶσσα λιβάδιον λέγει ὡς ἀπὸ τοῦ ἔλιβονδευτέρου

ἀορίστου, ἔνθα ὕδωρ συλλείβεται. Κάϋστρος δὲ ὁ ποταμὸς ὡς διὰ Κατακεκαυμένης

ῥέων, περὶ ἧς ἀλλαχοῦ ῥηθήσεται. [διαλέλυται δὲ ἡ λέξις·ἄλλως γὰρ Καῦστρος ὤφειλεν

οὕτως εἶναι, ὁμοίως τῷ καυστειρός καὶ τῷκαυσία, ἥτις ἦν κάλυμμα κεφαλῆς

Μακεδονικὸν ἐκ πίλου, ὡς τιάρα σκέπουσάτε ἀπὸ καύσωνος καὶ ὡς εἰς περικεφαλαίαν

συντελοῦσά τι. ἄλλοις δὲ δοκεῖὁμώνυμος εἶναι ὁ ῥηθεὶς ποταμὸς ἥρωϊ Καΰστρῳ τῷ

ἀνωτέρω εἰρημένῳ.] ὥσπερδὲ κάπρος κάπριος κατὰ παραγωγήν, οὕτω καὶ Κάϋστρος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

247

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!