18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τῆς πατρίδος. εἰ δέ τις ἐν τούτοις τὸ μὲνἧς γαίης τοῦ ἔθνους εἶναι εἴπῃ δηλωτικόν, τὸ δέ

«οὐδὲ πατρίδος» αὐτῆς τῆςἐνεγκαμένης, πάθος ἐλλείψεως ἔχει ὁ λόγος, ἵνα λέγῃ ὅτι

οὐδὲ πατρίδοςγῆς ἢ κώμης ἢ πόλεως ἢ κωμοπόλεως· [Οὐχ' ὑποκορίζεται δὲ οὐδὲ ἡ

πατρίς,ἀλλὰ καὶ μᾶλλον ἐξώγκωται σεμνότερον. τῇ μὲν ἐκ πατρὸς παραγώγῳ

παρωνυμίᾳ τὸν πατέρα δεικνῦσα, τῷ δὲ θηλυπρεπεῖ σχηματισμῷ μητέρα παραφαίνουσα,

ἵνα τῇ τῆς πατρίδος κλήσει ἐμφαίνοιντο οἱ γονεῖς· ὃ προελάλησέ τις παλαιός.] καὶ ταῦτα

μὲν ὧδε. (ῃ. 450) Παιφάσσειν δὲ τὸ ἐνθουσιωδῶς καὶ ἐπιφανῶςὁρμᾶν. ὅθεν καὶ

ἐκπαιφάσσειν που ἐν τοῖς ἑξῆς τὸ ἐκφανῆ ὁρμὴν ἔχειν. γίνεταιδὲ ἐκ τοῦ φῶ, τὸ φαίνω,

φάσσω καὶ ἐν ἀναδιπλασιασμῷ φαφάσσω καὶ τροπῇτοῦ δασέος καὶ ἐπενθέσει τοῦ ˉι

παιφάσσω. οὕτω σκευωρεῖται καὶ τὸ ποιφύσσειν 1.386 ἀντὶ τοῦ φυσσᾶν καὶ τὸ παίπαλον

καὶ τὸ μαιμᾶν, ὅ ἐστι προθυμεῖσθαι· καὶ τὸδαίδαλος δέ, εἰ μὴ ἴσως πλεονασμὸν ἔχει τοῦ

δευτέρου ˉδ, ὁμοίως παράγεται. οἱδὲ παλαιοὶ παιφάσσειν λέγουσι καὶ τὸ ἄλλῃ καὶ ἄλλῃ

περιάγειν τὴν ὄψιν, ὃ εἰςταὐτὸν ἄγεται τῷ πάντῃ τὰ φάη ἀΐσσειν, ὅθεν καὶ συντέθειται.

(ῃ. 455 σς.)Ὅτι, ὡς καὶ προγέγραπται, χρώμενος παραβολαῖς ὁ ποιητὴς πολλαχοῦ

οὐμόνον ἐπὶ ἐμφανείᾳ πολυπειρίας καὶ λεκτικῆς δυνάμεως, ἀλλὰ καὶ ἐπὶ σαφηνείᾳ καὶ

ἐναργείᾳ πραγμάτων–τὰ γὰρ ἅπαξ ποτὲ γενόμενα δῆλα ποιεῖ διὰπαραβολικῶν εἰκόνων

γινομένων ἀεί–ὅπου μὲν οὐ πολλὰ τὰ πράγματα, οὐπολλὰς παρεισάγει παραβολάς, ἔνθα

δὲ ποικιλία πραγμάτων, ἐκεῖ πλεονάζεικαὶ παραβολαῖς. ὡς καὶ ἐνταῦθα πολλῶν ὄντων

τῶν Ἀχαιῶν καὶ ὅπλα δὲπερικειμένων λαμπρά, πρὸς δέ γε καὶ ταχὺ ὁρμωμένων ὧδε καὶ

ἐκεῖ, ναὶ μὴνἀλλὰ καὶ διακεκριμένων εἰς φῦλα, ἔτι δὲ καὶ θυμικῶς διακειμένων,

πρὸςἕκαστον τούτων παραβολῇ ἐχρήσατο· πρὸς μὲν τὴν λαμπρότητα τῶν ὅπλωντῇ ἀπὸ

τοῦ πυρός, ἥτις ἐν κορυφαῖς ὄρους ὕλην πολλὴν ἐπιφλέγει· πρὸς δὲ τὸἐνταῦθα καὶ ἐκεῖ

ὁρμᾶσθαι τῇ ἀπὸ χηνῶν ἢ γεράνων ἢ κύκνων, οἳ ἔνθα καὶ ἔνθαπέτονται ἀγαλλόμενοι

πτερύγεσσι· πρὸς δὲ τὸ πλῆθος τῇ ἐκ τῶν φύλλων καὶτῶν ἀνθέων, ὅσα ἔαρος γίνονται·

πρὸς δὲ τὸ θυμικὸν καὶ θρασὺ τῇ ἀπὸ τῶνμυιῶν, αἳ κατὰ τὰς ποιμενικὰς ἐπαύλεις

ἀθροιζόμεναι διὰ τὸ γλυκὺ γάλακαταναιδεύονται τὰ συνήθη· πρὸς δὲ τὸ εὐπειθῶς

διακεκρίσθαι αὐτοὺς εἰς

φῦλα παραβολῇ χρᾶται τῇ ἀπὸ τῶν αἰπολίων, ἃ κἂν μιγῶσιν ἐν τῷ νομῷ, ἀλλὰοἱ

αἰπόλοι ῥᾷον διακρίνουσιν. οὕτω δυνατὸς ὁ ποιητὴς εἰς εὐπορίαν

εἰκόνωνπραγματικῶν. (ῃ. 455 ς.) Ἰστέον δὲ ὡς οὐχ' ἁπλῶς πυρὶ ἐξεικάζει ὁ ποιητὴςτὴν

αἴγλην τοῦ χαλκοῦ τῶν Ἑλληνικῶν ὅπλων, ἀλλὰ πυρὶ ἐπιφλέγοντι ἄσπετονὕλην ἐν

κορυφαῖς ὄρεος, οὗ ἕκαθεν φαίνεται αὐγή· τοῦ γὰρ τοιούτου πυρὸς ἡλαμπηδὼν εἰς πολὺ

διαδίδοται, ἐν δέ γε κοίλαις φάραγξιν ἀσπέτου μὲν ὕληςἴσως ἐπιδράξεται, ἤγουν πολλῆς

καὶ ἀρρήτου διὰ δασύτητα, ἕκαθεν δὲ ἡ αὐγὴοὐ φανήσεται. (ῃ. 457 ς.) Ἐν δὲ τῷ [«ὣς

τῶν», ἤγουν οὕτω τούτων,] «ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίου αἴγλη παμφανόωσα δι'

αἰθέρος οὐρανὸν ἷκε» καὶτὸ εὐμέγεθες ἔοικε τῶν Ἑλλήνων ὑποδηλοῦν· διὸ καὶ

προσαρμόσει ὅλη ὅλῳ τῷπράγματι ἡ παραβολή· ὡς γὰρ ἐν κορυφῇ ὄρεος πῦρ, οὗ ἕκαθεν

ἡ αὐγή, οὕτωςἐν αὐτοῖς χαλκός, οὗ ἡ αἴγλη ἐπάμφαινε. λαμπρὸν δὲ καὶ τὸ ἐκ γῆς αἴγλην

εἰςοὐρανὸν ἀφικνεῖσθαι· ἄλλως γὰρ ἐκεῖθεν ἐπὶ γῆν φῶς καταπέμπεται, ὡςδηλοῖ καὶ τὸ

«οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ». προϊὼν δὲ τὸ αὐτὸ διὰ συντό1.387 μου καὶ

λαμπροτέρας εἰκονίσει παραβολῆς εἰπὼν ἰέναι τοὺς Ἕλληνας ὡς ἂνπυρὶ χθὼν πᾶσα

νέμοιτο. χαλκὸς δὲ θεσπέσιος, ὃν θεὸς ἂν εἴποι οἷος ἦν.(ῃ. 455) Τὸ δὲ ῥηθὲν πῦρ ἀΐδηλον

ἔφη ἢ ὡς πολυφανὲς παρὰ τὸ ἰδεῖν, ᾧπερὅμοιον εἴη ἂν καὶ τὸ ἀείδελον, ἢ ὡς

ἀφανιστικὸν καθ' ὁμοιότητα τοῦ ἀΐδου ἢ ὡςεἰς πολὺ διαθέον παρὰ τὸ μὴ ἵζειν

τραπέντος τοῦ ˉζ εἰς ˉδ κατὰ συνήθειαν.(ῃ. 458) [Ὅρα δὲ ἐν τῷ «δι' αἰθέρος οὐρανὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

246

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!