Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

στρατηγικῶςλέγοντα τῷ βασιλεῖ· «μηκέτι νῦν δηθὰ λεγώμεθα», ἤγουν καθήμεθα καὶ οἱονεὶκείμεθα, ἐκ τοῦ λέγω· ἐξ οὗ καὶ λέκτρον ἡ κοίτη. «μήδ' ἔτι δηρὸν ἀμβαλλώμεθαἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει», τουτέστιν εἰς χεῖρας δώσει. γυῖα γὰρ πολλαχοῦαἱ χεῖρες· ὅθεν γυΐζω τὸ χειρίζω καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς γυαλίζω καὶἐγγυαλίζω τὸ ἐγχειρίζω. Τὸ δὲ δηρόν ἐπιρρηματικόν ἐστι κἀνταῦθα δι' ἔλλειψιντοῦ χρόνον. τὸ δὲ ἐντελὲς παρ' Εὐριπίδῃ ἐν τῷ «δαρὸν ἐκ Τροίας χρόνονπλαγχθείς» καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «πολὺν πολύν με δαρόν τε δὴ κατείχετεχρόνον». Τὸ δέ «ἀναβαλλώμεθα ἔργον», ἀντὶ τοῦ εἰς ἄλλον καιρὸν παρατείνωμεν,τῆς ἀνά προθέσεως δευτέρωσίν τινα καὶ ἐνταῦθα δηλούσης, ὡς καὶ ἐν τῷἀναπαλαίειν καὶ ἀναμάχεσθαι καὶ ἀναψηφίζεσθαι, τὸ μεταψηφίζεσθαι, ἵνα εἴηἀναβάλλεσθαι τὸ ὑπερτίθεσθαι τὸ πρᾶγμα εἰς δευτέραν βολὴν ἤτοι ἐπιτυχίαν.ἐκ δὲ τοῦ «ἀναβαλλώμεθα ἔργον» σύγκειται ὁ παρ' Ἡσιόδῳ ἀμβολιεργός, ὃςἄταις παλαίει. [Σημείωσαι δὲ ὅτι τὸ ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει, πάνυἀσφαλέστερόν ἐστι τοῦ «ἔργον δ' οὐδὲν ὄνειδος», ὃ δή φησιν Ἡσίοδος. ἐκεῖνομὲν γὰρ ἀσαφῶς γραφὲν ἔβλαψε τὸν σοφὸν Σωκράτην, ὃς εἰωθὼς λέγειν συχνὰτὸ «ἔργον δ' οὐδὲν ὄνειδος», ἤγουν οὐδέν τί ἐστιν ὄνειδος τὸ ἔργοις ἀγαθοῖςἐμπαίεσθαι, συκοφαντίᾳ περιέπεσεν, οἷα δογματίζων, ὡς ἔργον οὐδέν, ἤγουν 1.383 οὐδεμία ἐργασία, ἐάν τε φαύλη κἄν τε χρηστή, ὄνειδός ἐστι τῷ ἐργαζομένῳ,κἀντεῦθεν ἐβλάβη ὡς ἀδιαφορῶν περὶ τὰς πράξεις. καὶ οὕτω μὲν Ἡσίοδοςἔγραψεν ἀδιάρθρωτα. Ὅμηρος δὲ διέστειλε σαφῶς, περὶ ποῖον ἔργον χρὴσπεύδειν, ὅτι δηλαδὴ περὶ τὸ θεόσδοτον. τοιοῦτον γάρ «ὃ δὴ θεὸς ἐγγυαλίξει»,ἤγουν εἰς κοίλην χεῖρα θήσει, κατὰ τὸ «ἔμβαλλε κυλλῇ». ἐξ οὗ ἐγγυαλίζειν καὶγύαλα θώρηκος καὶ κοίλης δὲ πέτρας κατὰ τοὺς ποιητὰς τὰ κοιλώματα.](ῃ. 438) Ὅτι καὶ ἐνταῦθα κηρύσσειν τὸ προκαλεῖσθαι μετὰ αἰτιατικῆς· φησὶγάρ «λαὸν κηρύσσοντες». ἐπιμένει δὲ καὶ ὧδε τῇ λέξει διὰ τὸ καίριον τρὶςαὐτὴν εἰπών. [Ὅτι δὲ οἱ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσι τὸ κηρύσσειν, δῆλόν ἐστι]. Λέγει δὲ καὶ τὸ ἀγειρόντων ἀντὶ τοῦ ἀγειρέτωσαν ἤτοι συναθροιζέτωσανἈττικῶς, ὡς τὸ τυπτόντων καὶ λεγόντων ἀντὶ τοῦ τυπτέτωσαν καὶ λεγέτωσαν,ὅπερ δοκεῖ μὲν βάρβαρον διὰ τὸ ἀσυμβίβαστον τῆς πληθυντικῆς γενικῆς τῶνμετοχῶν πρὸς τὰ πληθυντικὰ τρίτα προστακτικά, θεραπεύεται δὲ διὰ ἐλλείψεωςὑπαρκτικοῦ ῥήματος τοῦ ἔστωσαν, ἵνα λέγῃ ὅτι ἔστωσαν τῶν ἀγειρόντων,ἔστωσαν τῶν τυπτόντων, ἔστωσαν τῶν λεγόντων, ἅπερ συναλιφέντα καὶστενωθέντα ἐλλειπτικῶς ἐγένοντο ἀγειρόντων, τυπτόντων, λεγόντων, ἀντὶ τοῦἀγειρέτωσαν, τυπτέτωσαν, λεγέτωσαν. Σημείωσαι δὲ ὅτι ἐκδηλοτάτη ἡῥηθεῖσα ἔλλειψις ἐν τῷ «μελόντων τὸ λώϊον ἐν φρεσίν», οὐ πληθυντικῶςλεχθὲν ἀλλὰ ἑνικῶς ἀντὶ τοῦ ἔστω τῶν μελόντων ἤτοι μελέτω. (ῃ. 439 ς.)Ὅτι οὐ μόνον ἄριστος σύμβουλος ὁ Νέστωρ καὶ τακτικός, ὡς δέδεικται,ἀλλά πως καὶ πολέμαρχος, αὐτὸς ἀποπληρῶν ἄρτι τὴν τοῦ Ἀχιλλέως στρατηγίαν. παραινέσας γὰρ τῷ βασιλεῖ ἐν ἐπηκόῳ τῶν γερόντων μὴ δηρὸν ἀναβαλλώμεθα τὸ θεόθεν ἔργον, ἐπάγει· «ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺνἈχαιῶν ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα». ἔστι δὲ τὸ ἀθρόοι ἀντὶ τοῦ ὁμοῦ, ὅπερ ἐδάσυνον οἱ Ἀττικοί, ὡς ἀλλαχοῦ ῥηθήσεται. Τὸ δὲ ἴομεν 1.384 αὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον, παρ' οἷς καὶ συστέλλει τὴν ἄρχουσανἐκτεῖνον τὴν παραλήγουσαν· παρὰ δὲ τῷ ποιητῇ λαμβάνεταί ποτε καὶ ὡςἐνεστὼς ὁμοίως τῷ τίομεν καὶ τοῖς τοιούτοις, ἢ ἀπὸ τοῦ εἴω ῥήματος ἀφαιρέσειτοῦ ˉε ἢ ἀπὸ τοῦ ἴω δευτέρου ἀορίστου ὑποτακτικοῦ μεταχθέντος εἰς ἐνεστῶτακαὶ παθόντος χρόνου μετάθεσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. (ῃ. 440) Ὀξὺς δὲἌρης ἐγείρεται, ὡς οἷα πρὸ τούτου κοιμώμενος· καὶ ἄλλως δὲ ὄρθωσινἌρεος ἤγουν ἀρεϊκῶν δοράτων καὶ ξιφῶν σημαίνει τὸ λεχθὲν κατὰ τὸ «ἔφριξεδὲ μάχη φθισίμβροτος ἐγχείῃσι». διὸ καὶ ὀξὺς ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 244

τοιοῦτος Ἄρης οὐ μόνον διὰτὸ ταχὺ θανατοῦν καὶ τὸ αἶψα συντελεῖσθαι, ὡς ἀλλαχοῦ φησιν Ὅμηρος,ἔτι δὲ καὶ διὰ τὸ θυμικόν, [εἴπερ καὶ ὀξεῖς λέγονται οἱ θυμούμενοι καὶ ὀξύνεσθαικαὶ παροξύνεσθαι τὸ χολοῦσθαι,] ἀλλὰ καὶ κατὰ τὸ ἔγχη ὀξυόεντα, ὀξέαδηλαδή, καθ' ὃ καί τις ἀνταπειλούμενος ἀλαζόνι πολεμιστῇ ἔφη ὀξεῖαν εἶναι ἐνἄκρῳ καὶ αὐτῷ τὴν αἰχμήν. (ῃ. 446) Ὅτι ἀκολούθως τῇ παραινέσει τοῦ Νέστορος κρίνουσιν οἱ βασιλεῖς τὸν λαὸν ἤγουν εἰς φῦλα καὶ φρήτρας διαχωρίζουσι. [φησὶ γάρ· «Οἳ δὲ ἀμφ' Ἀτρείωνα θῦνον κρίνοντες», τοὺς ἄνδρας δηλαδὴκατὰ φῦλα καὶ φρήτρας, ὡς ὁ Νέστωρ παρῄνεσεν· ἀπὸ κοινοῦ γὰρ εἴληπταιγοργῶς τὰ τοῦ Νέστορος.] (ῃ. 447–9) Ὅτι φόρημα ὁ μῦθος τῇ Ἀθηνᾷ δίδωσι τὴν αἰγίδα, ἣν ὁ ποιητὴς ἐρίτιμον λέγει καὶ ἀγήραον ἀθανάτην τε, ἧς ἑκατὸνθύσανοι, ἤγουν κροσσοί, παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιοςδὲ ἕκαστος. τίς δὲ ἡ αἰγὶς αὕτη καὶ ὅτι καὶ ∆ιὸς ὅπλον ἐστί, ζητητέον ἐν τοῖςἑξῆς. (ῃ. 447) Ἰστέον δὲ ὅτι ἡ μὲν Ὁμηρικὴ αἰγὶς συστέλλει τὴν λήγουσαν, ὡς τὸ μέτρον δηλοῖ· ὁ δὲ Γεωγράφος καὶ τόπον τινὰ ὁμώνυμον ἱστορῶν φησιν,ὅτι Αἰγὶς ὄρος καὶ ἄκρα κατὰ ἔκτασιν τῆς δευτέρας συλλαβῆς περί που τὰ κατὰ Λέσβον. προσνεύει δ' ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν, φησίν, ἔχει καὶ τοὔνομα.[̓Ερίτιμος δὲ ἡ ῥηθεῖσα αἰγὶς διὰ τὰ περὶ αὐτὴν παγχρύσεα· διὸ καὶ ἀγήραος,οὐ μὴν κατὰ τὸν τοῦ μύθου Τιθωνόν, ἀλλὰ καὶ ἀθανάτη. (ῃ. 448) Οἱ δὲ ἑκατὸνθύσανοι δύνανται νοεῖσθαι καὶ ἀντὶ τοῦ πολλοί. (ῃ. 449) Πλεκτοὶ δὲ οἱ θύσανοι,ὡς εἰκός, καὶ διὰ τὸ ἠερέθεσθαι θύοντες, ὅ ἐστι σειόμενοι.] Ἑκατόμβοιος δὲ ὁἑκατὸν ἤτοι πολλῶν βοῶν ἄξιος, τουτέστι ζῴων. ἐκ γὰρ τῶν βοῶν, μέρους ἑνός,πάντα δηλοῖ τὰ τετράποδα, δι' ὧν αἱ συναλλαγαὶ τοῖς παλαιοῖς· τίμιον δὲἐκείνοις μάλιστα ὁ βοῦς. διὸ ἐξ αὐτοῦ πολλὰ βιωτικὰ δηλοῦνται συναλλάγματακαὶ πράγματα, ὡς ἡ ἑκατόμβη, ὡς αἱ ἀλφεσίβοιαι γυναῖκες, ὡς τὸ τετράβοιον,τὸ δωδεκάβοιον, τὸ εἰκοσάβοιον· περὶ ὧν καὶ ἐρρέθη καὶ αὖθις ῥηθήσεται κατὰ 1.385 καιρόν. ἀπὸ δὲ τοῦ τοιούτου ζῴου ἐλέχθησάν ποτε βόες καὶ τὰ νομίσματα, διότικαὶ βοῦν ἐξετύπουν ἐν αὐτοῖς καὶ μάλιστα οἱ Ἀθηναῖοι τιμῶντες τὸ ζῷον.ἐντεῦθεν καὶ παροιμία τὸ «βοῦν ἐπὶ γλώττης φέρει», ἤγουν δῶρα λαβὼνσιωπᾷ. καὶ τὸ ˉβˉοˉυ δὲ ἐπιτατικὸν μόριον ἐκ τοῦ τοιούτου ζῴου εἴληπται.(ῃ. 450–2) Ἰστέον δὲ ὅτι ἔθος ἔχων ὁ ποιητὴς μύθους παραπλέκειν συχνὰ τῇποιήσει–ψυχὴ γάρ τις οἷον ὁ μῦθος τῷ τῆς ποιήσεως σώματι δι' ὅλου παρενεσπαρμένος αὐτοῦ–παράγει καὶ νῦν τὴν μυθικὴν Ἀθηνᾶν σὺν τῇ αἰγίδιπαιφάσσουσαν καὶ ὀτρύνουσαν τὸν λαὸν εἰς μάχην καὶ σθένος ἐνιεῖσαν ἑκάστῳκραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι, ὅπερ ταὐτόν ἐστι τῷ «οὐ παυσωλὴἔσσεται πολέμου οὐδ' ἠβαιόν». ἔστι δὲ καὶ ἄρτι ἀλληγορικῶς Ἀθηνᾶ ἡ τῶνβασιλέων σύνεσις λόγῳ ἐρεθίζουσα ὡς ἐκ θείας ἐπιπνοίας τινὸς τὸν λαὸν καὶῥωνύουσα. (ῃ. 453 ς.) ∆ιὸ καὶ ἐπάγει· «τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετοἠὲ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν», [ὃ παράφρασίς ἐστι τοῦ ἠὲ νόστος,ἵνα λέγῃ· «τοῖς δ' εὐθὺς γλυκίων γέγονεν ὁ πόλεμος ἤπερ ὁ νόστος».] Καὶ ὅραεἰς οἷον ἀγαθὸν ἡ βασιλικὴ ἀπόπειρα ἐτελεύτησεν. οἱ γὰρ ποθοῦντες, ὡςεἰκός, νοστῆσαι καὶ ἀχνύμενοι πρὸ βραχέος ἐπὶ τῇ στερήσει τῶν πατρίδων,οὗτοι καταμαλαχθέντες καὶ ποικίλως ἀναπεισθέντες λόγοις γλυκίω τοῦ νόστουτὸν πόλεμον ἄφαρ ἤγουν εὐθέως κρίνουσιν. εἰ δὲ μηδὲν οὐδὲ τῶν πάνυ ἡδέωνγλύκιον ἧς γαίης ἠδὲ πατρίδος, ἀλλ' οἱ Ἀχαιοὶ δημαγωγηθέντες τῇ βασιλικῇσυνέσει γλύκιόν τι τοῦ οἴκαδε νόστου ἡγοῦνται τὸν στυγερὸν καὶ πικρὸνπόλεμον. Καὶ σημείωσαι οἷον ὁ ἐν δέοντι παραινετικὸς λόγος, ὃς ἐν τοῖς ἑξῆςπου ἀμβροσία λέγεται διὰ τῆς τῶν γερόντων γλυκείας ὁμιλίας ἐνσταλαζομένητῇ τοῦ Ἀχιλλέως καρδίᾳ. (ῃ. 454) Ὅρα δὲ καὶ ὅτι νῦν μὲν σύγκειται τὸ «πατρίδα γαῖαν» καὶ ἔχει ἐντελῶς· ἐν δὲ τῷ «οὐδὲν γλύκιον ἧς γαίης οὐδὲπατρίδος» κεχώρισται φανερῶς ἡ αἶα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 245

τοιοῦτος Ἄρης οὐ μόνον διὰτὸ ταχὺ θανατοῦν καὶ τὸ αἶψα συντελεῖσθαι, ὡς ἀλλαχοῦ

φησιν Ὅμηρος,ἔτι δὲ καὶ διὰ τὸ θυμικόν, [εἴπερ καὶ ὀξεῖς λέγονται οἱ θυμούμενοι καὶ

ὀξύνεσθαικαὶ παροξύνεσθαι τὸ χολοῦσθαι,] ἀλλὰ καὶ κατὰ τὸ ἔγχη ὀξυόεντα,

ὀξέαδηλαδή, καθ' ὃ καί τις ἀνταπειλούμενος ἀλαζόνι πολεμιστῇ ἔφη ὀξεῖαν εἶναι

ἐνἄκρῳ καὶ αὐτῷ τὴν αἰχμήν. (ῃ. 446) Ὅτι ἀκολούθως τῇ παραινέσει τοῦ Νέστορος

κρίνουσιν οἱ βασιλεῖς τὸν λαὸν ἤγουν εἰς φῦλα καὶ φρήτρας διαχωρίζουσι. [φησὶ γάρ·

«Οἳ δὲ ἀμφ' Ἀτρείωνα θῦνον κρίνοντες», τοὺς ἄνδρας δηλαδὴκατὰ φῦλα καὶ φρήτρας,

ὡς ὁ Νέστωρ παρῄνεσεν· ἀπὸ κοινοῦ γὰρ εἴληπταιγοργῶς τὰ τοῦ Νέστορος.] (ῃ. 447–9)

Ὅτι φόρημα ὁ μῦθος τῇ Ἀθηνᾷ δίδωσι τὴν αἰγίδα, ἣν ὁ ποιητὴς ἐρίτιμον λέγει καὶ

ἀγήραον ἀθανάτην τε, ἧς ἑκατὸνθύσανοι, ἤγουν κροσσοί, παγχρύσεοι ἠερέθονται,

πάντες ἐϋπλεκέες, ἑκατόμβοιοςδὲ ἕκαστος. τίς δὲ ἡ αἰγὶς αὕτη καὶ ὅτι καὶ ∆ιὸς ὅπλον

ἐστί, ζητητέον ἐν τοῖςἑξῆς. (ῃ. 447) Ἰστέον δὲ ὅτι ἡ μὲν Ὁμηρικὴ αἰγὶς συστέλλει τὴν

λήγουσαν, ὡς τὸ μέτρον δηλοῖ· ὁ δὲ Γεωγράφος καὶ τόπον τινὰ ὁμώνυμον ἱστορῶν

φησιν,ὅτι Αἰγὶς ὄρος καὶ ἄκρα κατὰ ἔκτασιν τῆς δευτέρας συλλαβῆς περί που τὰ κατὰ

Λέσβον. προσνεύει δ' ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν, φησίν, ἔχει καὶ τοὔνομα.[̓Ερίτιμος δὲ

ἡ ῥηθεῖσα αἰγὶς διὰ τὰ περὶ αὐτὴν παγχρύσεα· διὸ καὶ ἀγήραος,οὐ μὴν κατὰ τὸν τοῦ

μύθου Τιθωνόν, ἀλλὰ καὶ ἀθανάτη. (ῃ. 448) Οἱ δὲ ἑκατὸνθύσανοι δύνανται νοεῖσθαι καὶ

ἀντὶ τοῦ πολλοί. (ῃ. 449) Πλεκτοὶ δὲ οἱ θύσανοι,ὡς εἰκός, καὶ διὰ τὸ ἠερέθεσθαι θύοντες,

ὅ ἐστι σειόμενοι.] Ἑκατόμβοιος δὲ ὁἑκατὸν ἤτοι πολλῶν βοῶν ἄξιος, τουτέστι ζῴων. ἐκ

γὰρ τῶν βοῶν, μέρους ἑνός,πάντα δηλοῖ τὰ τετράποδα, δι' ὧν αἱ συναλλαγαὶ τοῖς

παλαιοῖς· τίμιον δὲἐκείνοις μάλιστα ὁ βοῦς. διὸ ἐξ αὐτοῦ πολλὰ βιωτικὰ δηλοῦνται

συναλλάγματακαὶ πράγματα, ὡς ἡ ἑκατόμβη, ὡς αἱ ἀλφεσίβοιαι γυναῖκες, ὡς τὸ

τετράβοιον,τὸ δωδεκάβοιον, τὸ εἰκοσάβοιον· περὶ ὧν καὶ ἐρρέθη καὶ αὖθις ῥηθήσεται

κατὰ 1.385 καιρόν. ἀπὸ δὲ τοῦ τοιούτου ζῴου ἐλέχθησάν ποτε βόες καὶ τὰ νομίσματα,

διότικαὶ βοῦν ἐξετύπουν ἐν αὐτοῖς καὶ μάλιστα οἱ Ἀθηναῖοι τιμῶντες τὸ ζῷον.ἐντεῦθεν

καὶ παροιμία τὸ «βοῦν ἐπὶ γλώττης φέρει», ἤγουν δῶρα λαβὼνσιωπᾷ. καὶ τὸ ˉβˉοˉυ δὲ

ἐπιτατικὸν μόριον ἐκ τοῦ τοιούτου ζῴου εἴληπται.(ῃ. 450–2) Ἰστέον δὲ ὅτι ἔθος ἔχων ὁ

ποιητὴς μύθους παραπλέκειν συχνὰ τῇποιήσει–ψυχὴ γάρ τις οἷον ὁ μῦθος τῷ τῆς

ποιήσεως σώματι δι' ὅλου παρενεσπαρμένος αὐτοῦ–παράγει καὶ νῦν τὴν μυθικὴν

Ἀθηνᾶν σὺν τῇ αἰγίδιπαιφάσσουσαν καὶ ὀτρύνουσαν τὸν λαὸν εἰς μάχην καὶ σθένος

ἐνιεῖσαν ἑκάστῳκραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι, ὅπερ ταὐτόν ἐστι τῷ «οὐ

παυσωλὴἔσσεται πολέμου οὐδ' ἠβαιόν». ἔστι δὲ καὶ ἄρτι ἀλληγορικῶς Ἀθηνᾶ ἡ

τῶνβασιλέων σύνεσις λόγῳ ἐρεθίζουσα ὡς ἐκ θείας ἐπιπνοίας τινὸς τὸν λαὸν

καὶῥωνύουσα. (ῃ. 453 ς.) ∆ιὸ καὶ ἐπάγει· «τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετοἠὲ

νέεσθαι φίλην ἐς πατρίδα γαῖαν», [ὃ παράφρασίς ἐστι τοῦ ἠὲ νόστος,ἵνα λέγῃ· «τοῖς δ'

εὐθὺς γλυκίων γέγονεν ὁ πόλεμος ἤπερ ὁ νόστος».] Καὶ ὅραεἰς οἷον ἀγαθὸν ἡ βασιλικὴ

ἀπόπειρα ἐτελεύτησεν. οἱ γὰρ ποθοῦντες, ὡςεἰκός, νοστῆσαι καὶ ἀχνύμενοι πρὸ βραχέος

ἐπὶ τῇ στερήσει τῶν πατρίδων,οὗτοι καταμαλαχθέντες καὶ ποικίλως ἀναπεισθέντες

λόγοις γλυκίω τοῦ νόστουτὸν πόλεμον ἄφαρ ἤγουν εὐθέως κρίνουσιν. εἰ δὲ μηδὲν οὐδὲ

τῶν πάνυ ἡδέωνγλύκιον ἧς γαίης ἠδὲ πατρίδος, ἀλλ' οἱ Ἀχαιοὶ δημαγωγηθέντες τῇ

βασιλικῇσυνέσει γλύκιόν τι τοῦ οἴκαδε νόστου ἡγοῦνται τὸν στυγερὸν καὶ

πικρὸνπόλεμον. Καὶ σημείωσαι οἷον ὁ ἐν δέοντι παραινετικὸς λόγος, ὃς ἐν τοῖς ἑξῆςπου

ἀμβροσία λέγεται διὰ τῆς τῶν γερόντων γλυκείας ὁμιλίας ἐνσταλαζομένητῇ τοῦ

Ἀχιλλέως καρδίᾳ. (ῃ. 454) Ὅρα δὲ καὶ ὅτι νῦν μὲν σύγκειται τὸ «πατρίδα γαῖαν» καὶ ἔχει

ἐντελῶς· ἐν δὲ τῷ «οὐδὲν γλύκιον ἧς γαίης οὐδὲπατρίδος» κεχώρισται φανερῶς ἡ αἶα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

245

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!