18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στρατηγικῶςλέγοντα τῷ βασιλεῖ· «μηκέτι νῦν δηθὰ λεγώμεθα», ἤγουν καθήμεθα καὶ

οἱονεὶκείμεθα, ἐκ τοῦ λέγω· ἐξ οὗ καὶ λέκτρον ἡ κοίτη. «μήδ' ἔτι δηρὸν

ἀμβαλλώμεθαἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει», τουτέστιν εἰς χεῖρας δώσει. γυῖα γὰρ

πολλαχοῦαἱ χεῖρες· ὅθεν γυΐζω τὸ χειρίζω καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς γυαλίζω

καὶἐγγυαλίζω τὸ ἐγχειρίζω. Τὸ δὲ δηρόν ἐπιρρηματικόν ἐστι κἀνταῦθα δι' ἔλλειψιντοῦ

χρόνον. τὸ δὲ ἐντελὲς παρ' Εὐριπίδῃ ἐν τῷ «δαρὸν ἐκ Τροίας χρόνονπλαγχθείς» καὶ

παρὰ Σοφοκλεῖ ἐν τῷ «πολὺν πολύν με δαρόν τε δὴ κατείχετεχρόνον». Τὸ δέ

«ἀναβαλλώμεθα ἔργον», ἀντὶ τοῦ εἰς ἄλλον καιρὸν παρατείνωμεν,τῆς ἀνά προθέσεως

δευτέρωσίν τινα καὶ ἐνταῦθα δηλούσης, ὡς καὶ ἐν τῷἀναπαλαίειν καὶ ἀναμάχεσθαι καὶ

ἀναψηφίζεσθαι, τὸ μεταψηφίζεσθαι, ἵνα εἴηἀναβάλλεσθαι τὸ ὑπερτίθεσθαι τὸ πρᾶγμα

εἰς δευτέραν βολὴν ἤτοι ἐπιτυχίαν.ἐκ δὲ τοῦ «ἀναβαλλώμεθα ἔργον» σύγκειται ὁ παρ'

Ἡσιόδῳ ἀμβολιεργός, ὃςἄταις παλαίει. [Σημείωσαι δὲ ὅτι τὸ ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει,

πάνυἀσφαλέστερόν ἐστι τοῦ «ἔργον δ' οὐδὲν ὄνειδος», ὃ δή φησιν Ἡσίοδος. ἐκεῖνομὲν

γὰρ ἀσαφῶς γραφὲν ἔβλαψε τὸν σοφὸν Σωκράτην, ὃς εἰωθὼς λέγειν συχνὰτὸ «ἔργον δ'

οὐδὲν ὄνειδος», ἤγουν οὐδέν τί ἐστιν ὄνειδος τὸ ἔργοις ἀγαθοῖςἐμπαίεσθαι, συκοφαντίᾳ

περιέπεσεν, οἷα δογματίζων, ὡς ἔργον οὐδέν, ἤγουν 1.383 οὐδεμία ἐργασία, ἐάν τε

φαύλη κἄν τε χρηστή, ὄνειδός ἐστι τῷ ἐργαζομένῳ,κἀντεῦθεν ἐβλάβη ὡς ἀδιαφορῶν

περὶ τὰς πράξεις. καὶ οὕτω μὲν Ἡσίοδοςἔγραψεν ἀδιάρθρωτα. Ὅμηρος δὲ διέστειλε

σαφῶς, περὶ ποῖον ἔργον χρὴσπεύδειν, ὅτι δηλαδὴ περὶ τὸ θεόσδοτον. τοιοῦτον γάρ «ὃ

δὴ θεὸς ἐγγυαλίξει»,ἤγουν εἰς κοίλην χεῖρα θήσει, κατὰ τὸ «ἔμβαλλε κυλλῇ». ἐξ οὗ

ἐγγυαλίζειν καὶγύαλα θώρηκος καὶ κοίλης δὲ πέτρας κατὰ τοὺς ποιητὰς τὰ

κοιλώματα.](ῃ. 438) Ὅτι καὶ ἐνταῦθα κηρύσσειν τὸ προκαλεῖσθαι μετὰ αἰτιατικῆς·

φησὶγάρ «λαὸν κηρύσσοντες». ἐπιμένει δὲ καὶ ὧδε τῇ λέξει διὰ τὸ καίριον τρὶςαὐτὴν

εἰπών. [Ὅτι δὲ οἱ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσι τὸ κηρύσσειν, δῆλόν ἐστι]. Λέγει δὲ

καὶ τὸ ἀγειρόντων ἀντὶ τοῦ ἀγειρέτωσαν ἤτοι συναθροιζέτωσανἈττικῶς, ὡς τὸ

τυπτόντων καὶ λεγόντων ἀντὶ τοῦ τυπτέτωσαν καὶ λεγέτωσαν,ὅπερ δοκεῖ μὲν βάρβαρον

διὰ τὸ ἀσυμβίβαστον τῆς πληθυντικῆς γενικῆς τῶνμετοχῶν πρὸς τὰ πληθυντικὰ τρίτα

προστακτικά, θεραπεύεται δὲ διὰ ἐλλείψεωςὑπαρκτικοῦ ῥήματος τοῦ ἔστωσαν, ἵνα λέγῃ

ὅτι ἔστωσαν τῶν ἀγειρόντων,ἔστωσαν τῶν τυπτόντων, ἔστωσαν τῶν λεγόντων, ἅπερ

συναλιφέντα καὶστενωθέντα ἐλλειπτικῶς ἐγένοντο ἀγειρόντων, τυπτόντων, λεγόντων,

ἀντὶ τοῦἀγειρέτωσαν, τυπτέτωσαν, λεγέτωσαν. Σημείωσαι δὲ ὅτι ἐκδηλοτάτη ἡῥηθεῖσα

ἔλλειψις ἐν τῷ «μελόντων τὸ λώϊον ἐν φρεσίν», οὐ πληθυντικῶςλεχθὲν ἀλλὰ ἑνικῶς

ἀντὶ τοῦ ἔστω τῶν μελόντων ἤτοι μελέτω. (ῃ. 439 ς.)Ὅτι οὐ μόνον ἄριστος σύμβουλος ὁ

Νέστωρ καὶ τακτικός, ὡς δέδεικται,ἀλλά πως καὶ πολέμαρχος, αὐτὸς ἀποπληρῶν ἄρτι

τὴν τοῦ Ἀχιλλέως στρατηγίαν. παραινέσας γὰρ τῷ βασιλεῖ ἐν ἐπηκόῳ τῶν γερόντων μὴ

δηρὸν ἀναβαλλώμεθα τὸ θεόθεν ἔργον, ἐπάγει· «ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν

εὐρὺνἈχαιῶν ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα». ἔστι δὲ τὸ ἀθρόοι ἀντὶ τοῦ

ὁμοῦ, ὅπερ ἐδάσυνον οἱ Ἀττικοί, ὡς ἀλλαχοῦ ῥηθήσεται. Τὸ δὲ ἴομεν 1.384

αὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον, παρ' οἷς καὶ συστέλλει τὴν

ἄρχουσανἐκτεῖνον τὴν παραλήγουσαν· παρὰ δὲ τῷ ποιητῇ λαμβάνεταί ποτε καὶ

ὡςἐνεστὼς ὁμοίως τῷ τίομεν καὶ τοῖς τοιούτοις, ἢ ἀπὸ τοῦ εἴω ῥήματος ἀφαιρέσειτοῦ ˉε

ἢ ἀπὸ τοῦ ἴω δευτέρου ἀορίστου ὑποτακτικοῦ μεταχθέντος εἰς ἐνεστῶτακαὶ παθόντος

χρόνου μετάθεσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. (ῃ. 440) Ὀξὺς δὲἌρης ἐγείρεται, ὡς οἷα πρὸ

τούτου κοιμώμενος· καὶ ἄλλως δὲ ὄρθωσινἌρεος ἤγουν ἀρεϊκῶν δοράτων καὶ ξιφῶν

σημαίνει τὸ λεχθὲν κατὰ τὸ «ἔφριξεδὲ μάχη φθισίμβροτος ἐγχείῃσι». διὸ καὶ ὀξὺς ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

244

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!