18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

λαζοίατο γαῖαν» καὶ «λάζετο δ' ἔγχος», ἀλλὰ καὶ γενικῇ, οἷον·»ἀλλ' ἀντιλάζου καὶ

πόνων ἐν τῷ μέρει». παράγωγον δ' ἐξ αὐτοῦ τὸ λαζύωλάζυμι, ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ

«γεραιᾶς χειρὸς προσλαζύμεναι». Μετρικοῖςδὲ τὰ τοιαῦτα εὐαρεστεῖ· ἄλλως δὲ

πλεονάζουσιν αἱ ἐκ τοῦ λαβεῖν κινήσεις.[Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὤρθωσεν Ὅμηρος

εἰς κοινὴν διάλεκτον τὴν Ἀττικὴν τοῦ βασιλέως εὐχήν. τὸ μὲν γάρ «ὦ Ζεῦ, μὴ πρὶν

ἥλιον δῦναι», ἀττικίζεται, ὡςἐρρέθη. τὸ δέ «πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι ὀδὰξ λαζοίατο

γαῖαν» κοινῆςεὐχῆς ἐστι σχῆμα ἐχούσης καί τι κάλλους ἐν τῇ παρισώσει τοῦ πολέες

καὶπρηνέες. ὀδὰξ δὲ λάζεται γῆν ὁ ἐν τῷ πεσεῖν σφαδάζων καὶ δάκνων αὐτήν.](ῃ. 419 ς.)

Ὅτι ἐπὶ τοῦ παρακληθέντος καὶ προσηκαμένου μὲν τὴν δέησιν ἢ τὰδῶρα, ὀψίζοντος δὲ

εἰς βοήθειαν, οἰκεῖον εἰπεῖν τὸ «οὔ πω ἐπεκραίαινεν, ἀλλ'ὅ γε δέκτο μὲν ἱρά, πόνον δ'

ἀμέγαρτον ὄφελλεν», ὅπερ ὁ Ὁμηρικὸς πεποίηκε Ζεὺς δεξάμενος μὲν τὰ βασιλικὰ ἱερὰ

καὶ σημαίνων, φασίν, αἴσια, οὐ ταχὺ δὲ οὐδὲ 1.381 ἀπονητὶ ἀνύσας τὴν εὐχήν. ἔστι δὲ

δέξασθαι θύματα τὸ ἀποδέξασθαι ἐπὶἀποπληρώσει τοῦ ζητουμένου, ὅπερ καὶ καλλιερεῖν

λέγεται, ἀπὸ δὲ τοῦ κραιαίνειν ἀκράαντον ἔργον πρὸ μικροῦ ἔφη τὸ ἀτελές. Πόνος δὲ

ἀμέγαρτος ἢ ὁἄφθονος ἐκ τοῦ μεγαίρω, τὸ φθονῶ, ἢ ὁ πάνυ εἰς μέγα αἰρόμενος ἢ ὁ

ἀφθόνητοςδιὰ τὴν κάκωσιν· οὐδεὶς γὰρ φθονεῖ ἐπὶ κακοῖς. (ῃ. 421–6) Ὅτι ὡς ἐντῇ ἄλφα

ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα οὐλοχύτας πρὸ θυσίας μεταχειρίζονται.εἰπὼν γάρ· «βοῦν δὲ

περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο» ἐπάγει· «αὐτὰρἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας

προβάλοντο, αὖ ἔρυσαν μὲν πρῶτα» καὶ τὰ ἑξῆς,[ὡς ἐκεῖ, ἐν οἷς καὶ τὸ «δίπτυχα

ποιήσαντες».] Τὸ δέ «ἔκαιεν ἐπὶ σχίζαις ὁγέρων» διὰ τὸ μὴ προσαρμόζειν ἐνταῦθα

ἑτέρως φράζει· «καὶ τὰ μὲν σχίζῃσινἀφύλλοισι κατέκαιον». σιγᾷ δὲ καὶ τὸ αἴθοπα οἶνον

ἐπιλείβειν καὶ τὴν τῶνπεμπωβόλων χρῆσιν, προστίθησι δὲ ὅτι σπλάγχνα δ' ἂρ

ἀμπείραντες ὑπείρεχονἩφαίστοιο. τὰ δὲ ἄλλα ὡσαύτως ἔχουσι τοῖς ἐκεῖ. τὸ δὲ τοὺς

κρατῆραςἐπιστέψασθαι ποτοῦ καὶ τὰ ἑξῆς, ἐπεὶ οὐ μάχης ἀλλ' ἀναπαύσεώς εἰσι

καὶῥᾳστώνης, ἐνταῦθα καὶ αὐτὰ σεσίγηνται. (ῃ. 422) Ἰστέον δὲ ὅτι τὸ αὖ

ἐρύεινδιαλελυμένως ἢ αὐερύειν συνθέτως διαφέρει τοῦ ἀναρύειν. αὐερύειν μὲν γὰρτί

σημαίνει, προδεδήλωται· τὸ δὲ ἀναρύειν ἁπλῶς ἀντὶ τοῦ θύειν εἴληπταικατὰ

Παυσανίαν, ὅθεν φησὶ καὶ ἡ θυσία ἀνάρυσις. (ῃ. 426) Τὸ δὲ τὰ σπλάγχναὑπερέχειν

Ἡφαίστου ταὐτόν ἐστι τῷ ὑπεράνω ἔχειν τοῦ πυρός· πῦρ γὰρ ὁἭφαιστος. καὶ ἔστιν ὁ

τρόπος μετωνυμία, τὸ εἰπεῖν δηλονότι ἀντὶ πυρὸς τὸναὐτῷ ἐπιστατοῦντα Ἥφαιστον ὡς

καί, ὅτε ὁ Ἄρης αὐτὸς ἐκεῖνος λέγεταί τινα ἀναιρεῖν ἢ ὁ Ποσειδῶν βυθίζειν τὴν νῆα·

μετωνυμίαι γὰρ καὶ ταῦτά εἰσιν.[̓Ιστέον δὲ ὅτι τε τὸ «οὐλοχύτας ἀνέλοντο» προγίνεται

τοῦ οὐλοχύτας προβάλοντο· ἀνελόμενοι γὰρ κάτωθεν εἶτα ῥιπτοῦσι κατὰ βωμοῦ αὐτοὺς

προθέμενοι.καὶ ὅτι κάλλους πάρισα τὸ περιστήσαντο, προβάλοντο, ἀνέλοντο, εὔξαντο·

καὶ 1.382 ὅτι ἄφυλλοι σχίζαι αἱ ξηραὶ πρὸς διαστολὴν τῶν φυλλοφόρων· καὶ ὅτι

τὸδίπτυχον καὶ ἐπὶ διδύμου γονῆς λέγεται, καθὰ καὶ τὸ τρίπτυχον ἐπὶ τριδύμων,ὡς

δῆλον ἐκ τοῦ «διπτύχους γονάς» καὶ «τριπτύχους κόρας», ὧν ἡ παραγωγὴἐκ τῶν κατὰ

τὴν μήτραν πτυχῶν. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐν τῇ τραγῳδίᾳ ἄφυλλονστόμα ἢ τὸ ξηρὸν

δηλοῖ καὶ αὐχμηρὸν καὶ αὖον ἀκολούθως Ὁμήρῳ ἢ τὸἱκετεῦον δίχα συνήθων κλάδων,

οὓς δηλοῖ καὶ Σοφοκλῆς.] (ῃ. 435 ς.) Ὅτιστρατηγικὴ παλαιὰ παραγγελία τὸ χρόνου

φείδεσθαι, ὃν οὔτε ἀνακαλεῖσθαιπαρελθόντα ἔστιν, οὔτε μὴ παρόντα ῥᾷον λαβεῖν· ὅθεν

καὶ Ξενοφῶν πολυτελέστατον ἀνάλωμά φησι τὸν καιρόν, ὡς τοῦ δαπανήσαντος ἐν

κενοῖς τὸνκαιρὸν καὶ ἀναβαλομένου τὸ μέγιστον τῶν παρ' ἑαυτῷ καλῶν

ἀναλώσαντος.διὸ καὶ Ἀλέξανδρος ἐρωτηθείς, πῶς μεγάλα ἤνυσεν, ἔφη· «μηδὲν

ἀναβαλόμενος». ταῦτα δὴ Ὅμηρος ἐνταῦθα παραλαλῶν ποιεῖ τὸν Νέστορα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

243

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!