Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

πρηνές καὶ ἐπὶ ἐμψύχων λέγεται. φησὶ γοῦν κατωτέρω, ὅτιπολλοὶ πρηνέες ὀδὰξ λαζοίατο γαῖαν. γίνεται δὲ ἀπὸ τοῦ παρανεύειν ἢ κατὰτοὺς παλαιοὺς ἀπὸ τοῦ προνενευκέναι. δύο δὲ τούτων ἀντικειμένων πρανοῦςκαὶ ὑπτίου κυρίως πρανὲς λέγεται τὸ πεσὸν ἐπὶ πρόσωπον, ὕπτιον δὲ τὸἀνάπαλιν· λέγεται δὲ καὶ διὰ τοῦ ˉη πρηνές, ἐξ οὗ καὶ πρηνίξαι τὸ ἐπὶ πρόσωπονῥῖψαι εἴτε ἄνθρωπον εἴτε καὶ πόλιν. [Παρὰ πολλοῖς δὲ τῶν ὕστερον νικᾷ 1.379 πρανές λέγεσθαι διὰ τοῦ ˉα ὡς ἀπὸ τοῦ παρανεύειν ἢ μᾶλλον παρανέειν, ὅ ἐστικολυμβᾶν, ἐπειδὴ παρανέουσιν ἐοίκασιν οἱ πρηνεῖς κείμενοι. λέγεται δὲμεταφορικῶς πρανὴς καὶ ὁ κατάντης τόπος. ὅθεν καὶ παροιμία τὸ «σφαῖρακατὰ πρανοῦς».] Ἰστέον δὲ ὅτι τὸ κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρονἀλλαχοῦ παραφράζων ὁ ποιητὴς ἠμύσαι φησὶ τὴν πόλιν τοῦ Πριάμου ἤγουνκλιθεῖσαν κάτω πεσεῖν. ἀπορήσῃ δὲ ἄν τις, ἐπειδὰν καταπέσοι τεῖχος ἐκ τοῦὀρθοῦ, οἷον τὸ τῆς Τροίας, τί τὸ διάφορον τοῦ πρηνὲς αὐτὸ πεσεῖν ἢ ὕπτιον,εἰ μὴ ἄρα, ὅτι τὸ ὕπτιον εὐφημότερον τοῦ πρανοῦς· τὸ γὰρ ὑπτιάζειν ἐπὶἀναπαύσεως μᾶλλον λέγεται. μάλιστα δὲ εὐφυὲς εἰπεῖν, ὅτι εὔχεται ὁ βασιλεὺςτὴν Τροίαν καταβαλεῖν οὐκ ἐκ πολυπόνου πολιορκίας τῆς ἔξω καὶ ἀντιπροσώπου,ἀλλ' ἐκ τῶν ἔσω καὶ οἷον εἰπεῖν κατὰ νώτου, κατὰ κράτος ἁλοῦσαν. πάντως δὲπρόσωπον πόλεως τὸ ἔξω προφαινόμενον, ὃ ἐκ μὲν τῶν ἐκτὸς ἀνατραπὲνὕπτιον πίπτει, ἐκ δὲ τῶν ἔσω ῥιφὲν πρηνὲς κεῖται, ὅπερ τάχα καὶ ἔπαθενἡ Τροία ῥᾳδίως καὶ ἀπονητὶ δόλῳ ἁλοῦσα, ὡς προγέγραπται. οὕτω καὶ ὅτεεὔξεταί που ἡ Ἑκάβη πρηνέα τινὰ πεσεῖν, ἐπὶ ἀτιμίᾳ ἐκείνου ἡ εὐχή, ἵνα μὴκατὰ στέρνου πληγεὶς ἔντιμος πέσῃ μαχόμενος, ἀλλὰ φεύγων κείσεται πρηνὴςἐκ τῶν ὀπίσω παθὼν τὴν πληγήν. (ῃ. 414–6) Ὅρα δὲ ὅτι Ἀλεξάνδρου μὲν ἤ τινος ἑτέρου τῶν Τρώων οὐδεμία μνεία τῷ βασιλεῖ, Πριάμου δὲ μόνου καὶἝκτορος, καθ' ὧν μάλιστα θυμοῦται, ὡς δυναμένων μέν, μὴ λυόντων δὲ ἐνδίκῃ τὸν πόλεμον. ∆ιὸ μηδὲ τῆς Τροίας μνησθεὶς τὸ τοῦ Πριάμου μέλαθρονκαταβαλεῖν εὔχεται καὶ θύρετρα διὰ πυρὸς δηΐου ἤγουν πολεμικοῦ πρῆσαιἐπιλεξάμενος δηλῶσαι ὡς ἀπὸ μέρους τὴν μὲν τῶν Τρώων ἀπώλειαν διὰ τοῦἝκτορος, τὴν δὲ τῆς πόλεως διὰ τοῦ οἴκου τοῦ Πριάμου. Λέγεται δὲ μέλαθρονμὲν κατὰ τοὺς παλαιοὺς ἢ ὁ ὄροφος ἢ τὸ μέσον τῆς στέγης ξύλον, ὅ, φασί,καλεῖται ὑπέρτονον. καὶ γίνεται ἀπὸ τοῦ μελαίνεσθαι αἰθομένου πυρὸς καπνῷ·ἐκ δὲ τούτου καὶ ὁ ὅλος οἶκος μέλαθρον, ὥσπερ καὶ ἀπὸ ἑστίας τῆς τοῦ πυρὸςὡς ἐκ μέρους ἑστία τὸ ὅλον οἴκημα. Αἰθαλόεν δὲ ἢ τὸ αἰθαλωθησόμενον, ὥς φασινοἱ παλαιοί, ἢ τὸ διαφανὲς καὶ λαμπρόν· αἴθω γὰρ οὐ μόνον τὸ καίω, ἀλλὰ καὶ τὸλάμπω. [Ἀκριβέστερον δὲ τὸ πρῶτον, οὗ προΰπεστιν ἡ αἰθάλη, οὐ τέφρανδηλοῦσα κατά τινας, ἀλλὰ μάλιστα εἶδός τι καπνώδους ἀναθυμιάσεως ἐκπυρός, ὁποία καὶ ἡ ἐκ τῶν καιομένων λίθων.] Πῦρ δὲ δήϊον λέγει πρὸς διαστο1.380 λὴν τοῦ θυτικοῦ, φασί, καὶ θείου καὶ τοῦ γαμηλίου καὶ τῶν τοιούτων. [Τοῦ δὲθύρετρα ὁ τύπος κατὰ τὸ τέρετρα, ὃ δηλοῖ τὰ τρύπανα.] (ῃ. 417) Ῥωγαλέονδὲ ἀπὸ τοῦ ῥήσσω, οὗ μέσος παρακείμενος ἔρρηγα καὶ τροπῇ τοῦ ˉη εἰς ˉω ἔρρωγα,ἐξ οὗ καὶ διερρωγὸς ἱμάτιον καὶ χιτὼν ῥωγαλέος. (ῃ. 416) Χιτὼν δὲ ὁ πολεμικὸς θώραξ καθ' ὁμοιότητα τοῦ ἐν ἱματισμῷ, ἐπεὶ καὶ ὅπλα ἐνδύεσθαί φαμεν.[(ῃ. 415) Πρῆσαι δὲ τὸ καῦσαι ἀπὸ τοῦ πυρῶ πυρώσω, οὗ συγκοπέντος εἰς τὸπρῶ παράγωγον τὸ πρήθω, ἐξ οὗ καθ' ὑπέρθεσιν καὶ συστολὴν τὸ πέρθω. ἐκδὲ τοῦ ῥηθέντος πυρῶ παράγωγον τὸ ἐμπυρίζω, ὥσπερ καὶ τοῦ πρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ ἐμπιπρῶ καὶ τὸ ἐμπίπρημι.] (ῃ. 418) Ὅτι ὀδὰξ λάζεσθαι τὴνγῆν, ἤγουν λαμβάνεσθαι τῆς γῆς, ἀπὸ τοῦ δάκω δάξω δάξ, [ἢ καὶ ὡς λήγωλήξω λήξ καὶ λάξ, οὕτω δήκω δήξω δήξ καὶ δάξ] καὶ κατὰ πλεονασμὸν ὀδάξ.δηλοῖ δὲ τὸ δάκνειν τὴν γῆν τοὺς πεφονευμένους ἐν τῷ σφαδάζειν. Τινὲς δὲὀδάξ ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. Λάζεσθαι δὲ οὐ μόνον αἰτιατικῇ συμβιβάζεται,οἷον· «ὀδὰξ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 242

λαζοίατο γαῖαν» καὶ «λάζετο δ' ἔγχος», ἀλλὰ καὶ γενικῇ, οἷον·»ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει». παράγωγον δ' ἐξ αὐτοῦ τὸ λαζύωλάζυμι, ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ «γεραιᾶς χειρὸς προσλαζύμεναι». Μετρικοῖςδὲ τὰ τοιαῦτα εὐαρεστεῖ· ἄλλως δὲ πλεονάζουσιν αἱ ἐκ τοῦ λαβεῖν κινήσεις.[Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὤρθωσεν Ὅμηρος εἰς κοινὴν διάλεκτον τὴν Ἀττικὴν τοῦ βασιλέως εὐχήν. τὸ μὲν γάρ «ὦ Ζεῦ, μὴ πρὶν ἥλιον δῦναι», ἀττικίζεται, ὡςἐρρέθη. τὸ δέ «πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι ὀδὰξ λαζοίατο γαῖαν» κοινῆςεὐχῆς ἐστι σχῆμα ἐχούσης καί τι κάλλους ἐν τῇ παρισώσει τοῦ πολέες καὶπρηνέες. ὀδὰξ δὲ λάζεται γῆν ὁ ἐν τῷ πεσεῖν σφαδάζων καὶ δάκνων αὐτήν.](ῃ. 419 ς.) Ὅτι ἐπὶ τοῦ παρακληθέντος καὶ προσηκαμένου μὲν τὴν δέησιν ἢ τὰδῶρα, ὀψίζοντος δὲ εἰς βοήθειαν, οἰκεῖον εἰπεῖν τὸ «οὔ πω ἐπεκραίαινεν, ἀλλ'ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν», ὅπερ ὁ Ὁμηρικὸς πεποίηκε Ζεὺς δεξάμενος μὲν τὰ βασιλικὰ ἱερὰ καὶ σημαίνων, φασίν, αἴσια, οὐ ταχὺ δὲ οὐδὲ 1.381 ἀπονητὶ ἀνύσας τὴν εὐχήν. ἔστι δὲ δέξασθαι θύματα τὸ ἀποδέξασθαι ἐπὶἀποπληρώσει τοῦ ζητουμένου, ὅπερ καὶ καλλιερεῖν λέγεται, ἀπὸ δὲ τοῦ κραιαίνειν ἀκράαντον ἔργον πρὸ μικροῦ ἔφη τὸ ἀτελές. Πόνος δὲ ἀμέγαρτος ἢ ὁἄφθονος ἐκ τοῦ μεγαίρω, τὸ φθονῶ, ἢ ὁ πάνυ εἰς μέγα αἰρόμενος ἢ ὁ ἀφθόνητοςδιὰ τὴν κάκωσιν· οὐδεὶς γὰρ φθονεῖ ἐπὶ κακοῖς. (ῃ. 421–6) Ὅτι ὡς ἐντῇ ἄλφα ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα οὐλοχύτας πρὸ θυσίας μεταχειρίζονται.εἰπὼν γάρ· «βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο» ἐπάγει· «αὐτὰρἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὖ ἔρυσαν μὲν πρῶτα» καὶ τὰ ἑξῆς,[ὡς ἐκεῖ, ἐν οἷς καὶ τὸ «δίπτυχα ποιήσαντες».] Τὸ δέ «ἔκαιεν ἐπὶ σχίζαις ὁγέρων» διὰ τὸ μὴ προσαρμόζειν ἐνταῦθα ἑτέρως φράζει· «καὶ τὰ μὲν σχίζῃσινἀφύλλοισι κατέκαιον». σιγᾷ δὲ καὶ τὸ αἴθοπα οἶνον ἐπιλείβειν καὶ τὴν τῶνπεμπωβόλων χρῆσιν, προστίθησι δὲ ὅτι σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχονἩφαίστοιο. τὰ δὲ ἄλλα ὡσαύτως ἔχουσι τοῖς ἐκεῖ. τὸ δὲ τοὺς κρατῆραςἐπιστέψασθαι ποτοῦ καὶ τὰ ἑξῆς, ἐπεὶ οὐ μάχης ἀλλ' ἀναπαύσεώς εἰσι καὶῥᾳστώνης, ἐνταῦθα καὶ αὐτὰ σεσίγηνται. (ῃ. 422) Ἰστέον δὲ ὅτι τὸ αὖ ἐρύεινδιαλελυμένως ἢ αὐερύειν συνθέτως διαφέρει τοῦ ἀναρύειν. αὐερύειν μὲν γὰρτί σημαίνει, προδεδήλωται· τὸ δὲ ἀναρύειν ἁπλῶς ἀντὶ τοῦ θύειν εἴληπταικατὰ Παυσανίαν, ὅθεν φησὶ καὶ ἡ θυσία ἀνάρυσις. (ῃ. 426) Τὸ δὲ τὰ σπλάγχναὑπερέχειν Ἡφαίστου ταὐτόν ἐστι τῷ ὑπεράνω ἔχειν τοῦ πυρός· πῦρ γὰρ ὁἭφαιστος. καὶ ἔστιν ὁ τρόπος μετωνυμία, τὸ εἰπεῖν δηλονότι ἀντὶ πυρὸς τὸναὐτῷ ἐπιστατοῦντα Ἥφαιστον ὡς καί, ὅτε ὁ Ἄρης αὐτὸς ἐκεῖνος λέγεταί τινα ἀναιρεῖν ἢ ὁ Ποσειδῶν βυθίζειν τὴν νῆα· μετωνυμίαι γὰρ καὶ ταῦτά εἰσιν.[̓Ιστέον δὲ ὅτι τε τὸ «οὐλοχύτας ἀνέλοντο» προγίνεται τοῦ οὐλοχύτας προβάλοντο· ἀνελόμενοι γὰρ κάτωθεν εἶτα ῥιπτοῦσι κατὰ βωμοῦ αὐτοὺς προθέμενοι.καὶ ὅτι κάλλους πάρισα τὸ περιστήσαντο, προβάλοντο, ἀνέλοντο, εὔξαντο· καὶ 1.382 ὅτι ἄφυλλοι σχίζαι αἱ ξηραὶ πρὸς διαστολὴν τῶν φυλλοφόρων· καὶ ὅτι τὸδίπτυχον καὶ ἐπὶ διδύμου γονῆς λέγεται, καθὰ καὶ τὸ τρίπτυχον ἐπὶ τριδύμων,ὡς δῆλον ἐκ τοῦ «διπτύχους γονάς» καὶ «τριπτύχους κόρας», ὧν ἡ παραγωγὴἐκ τῶν κατὰ τὴν μήτραν πτυχῶν. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐν τῇ τραγῳδίᾳ ἄφυλλονστόμα ἢ τὸ ξηρὸν δηλοῖ καὶ αὐχμηρὸν καὶ αὖον ἀκολούθως Ὁμήρῳ ἢ τὸἱκετεῦον δίχα συνήθων κλάδων, οὓς δηλοῖ καὶ Σοφοκλῆς.] (ῃ. 435 ς.) Ὅτιστρατηγικὴ παλαιὰ παραγγελία τὸ χρόνου φείδεσθαι, ὃν οὔτε ἀνακαλεῖσθαιπαρελθόντα ἔστιν, οὔτε μὴ παρόντα ῥᾷον λαβεῖν· ὅθεν καὶ Ξενοφῶν πολυτελέστατον ἀνάλωμά φησι τὸν καιρόν, ὡς τοῦ δαπανήσαντος ἐν κενοῖς τὸνκαιρὸν καὶ ἀναβαλομένου τὸ μέγιστον τῶν παρ' ἑαυτῷ καλῶν ἀναλώσαντος.διὸ καὶ Ἀλέξανδρος ἐρωτηθείς, πῶς μεγάλα ἤνυσεν, ἔφη· «μηδὲν ἀναβαλόμενος». ταῦτα δὴ Ὅμηρος ἐνταῦθα παραλαλῶν ποιεῖ τὸν Νέστορα Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 243

πρηνές καὶ ἐπὶ ἐμψύχων λέγεται. φησὶ γοῦν κατωτέρω, ὅτιπολλοὶ πρηνέες ὀδὰξ

λαζοίατο γαῖαν. γίνεται δὲ ἀπὸ τοῦ παρανεύειν ἢ κατὰτοὺς παλαιοὺς ἀπὸ τοῦ

προνενευκέναι. δύο δὲ τούτων ἀντικειμένων πρανοῦςκαὶ ὑπτίου κυρίως πρανὲς λέγεται

τὸ πεσὸν ἐπὶ πρόσωπον, ὕπτιον δὲ τὸἀνάπαλιν· λέγεται δὲ καὶ διὰ τοῦ ˉη πρηνές, ἐξ οὗ

καὶ πρηνίξαι τὸ ἐπὶ πρόσωπονῥῖψαι εἴτε ἄνθρωπον εἴτε καὶ πόλιν. [Παρὰ πολλοῖς δὲ

τῶν ὕστερον νικᾷ 1.379 πρανές λέγεσθαι διὰ τοῦ ˉα ὡς ἀπὸ τοῦ παρανεύειν ἢ μᾶλλον

παρανέειν, ὅ ἐστικολυμβᾶν, ἐπειδὴ παρανέουσιν ἐοίκασιν οἱ πρηνεῖς κείμενοι. λέγεται

δὲμεταφορικῶς πρανὴς καὶ ὁ κατάντης τόπος. ὅθεν καὶ παροιμία τὸ «σφαῖρακατὰ

πρανοῦς».] Ἰστέον δὲ ὅτι τὸ κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρονἀλλαχοῦ

παραφράζων ὁ ποιητὴς ἠμύσαι φησὶ τὴν πόλιν τοῦ Πριάμου ἤγουνκλιθεῖσαν κάτω

πεσεῖν. ἀπορήσῃ δὲ ἄν τις, ἐπειδὰν καταπέσοι τεῖχος ἐκ τοῦὀρθοῦ, οἷον τὸ τῆς Τροίας, τί

τὸ διάφορον τοῦ πρηνὲς αὐτὸ πεσεῖν ἢ ὕπτιον,εἰ μὴ ἄρα, ὅτι τὸ ὕπτιον εὐφημότερον τοῦ

πρανοῦς· τὸ γὰρ ὑπτιάζειν ἐπὶἀναπαύσεως μᾶλλον λέγεται. μάλιστα δὲ εὐφυὲς εἰπεῖν,

ὅτι εὔχεται ὁ βασιλεὺςτὴν Τροίαν καταβαλεῖν οὐκ ἐκ πολυπόνου πολιορκίας τῆς ἔξω

καὶ ἀντιπροσώπου,ἀλλ' ἐκ τῶν ἔσω καὶ οἷον εἰπεῖν κατὰ νώτου, κατὰ κράτος ἁλοῦσαν.

πάντως δὲπρόσωπον πόλεως τὸ ἔξω προφαινόμενον, ὃ ἐκ μὲν τῶν ἐκτὸς

ἀνατραπὲνὕπτιον πίπτει, ἐκ δὲ τῶν ἔσω ῥιφὲν πρηνὲς κεῖται, ὅπερ τάχα καὶ ἔπαθενἡ

Τροία ῥᾳδίως καὶ ἀπονητὶ δόλῳ ἁλοῦσα, ὡς προγέγραπται. οὕτω καὶ ὅτεεὔξεταί που ἡ

Ἑκάβη πρηνέα τινὰ πεσεῖν, ἐπὶ ἀτιμίᾳ ἐκείνου ἡ εὐχή, ἵνα μὴκατὰ στέρνου πληγεὶς

ἔντιμος πέσῃ μαχόμενος, ἀλλὰ φεύγων κείσεται πρηνὴςἐκ τῶν ὀπίσω παθὼν τὴν

πληγήν. (ῃ. 414–6) Ὅρα δὲ ὅτι Ἀλεξάνδρου μὲν ἤ τινος ἑτέρου τῶν Τρώων οὐδεμία

μνεία τῷ βασιλεῖ, Πριάμου δὲ μόνου καὶἝκτορος, καθ' ὧν μάλιστα θυμοῦται, ὡς

δυναμένων μέν, μὴ λυόντων δὲ ἐνδίκῃ τὸν πόλεμον. ∆ιὸ μηδὲ τῆς Τροίας μνησθεὶς τὸ

τοῦ Πριάμου μέλαθρονκαταβαλεῖν εὔχεται καὶ θύρετρα διὰ πυρὸς δηΐου ἤγουν

πολεμικοῦ πρῆσαιἐπιλεξάμενος δηλῶσαι ὡς ἀπὸ μέρους τὴν μὲν τῶν Τρώων ἀπώλειαν

διὰ τοῦἝκτορος, τὴν δὲ τῆς πόλεως διὰ τοῦ οἴκου τοῦ Πριάμου. Λέγεται δὲ

μέλαθρονμὲν κατὰ τοὺς παλαιοὺς ἢ ὁ ὄροφος ἢ τὸ μέσον τῆς στέγης ξύλον, ὅ,

φασί,καλεῖται ὑπέρτονον. καὶ γίνεται ἀπὸ τοῦ μελαίνεσθαι αἰθομένου πυρὸς καπνῷ·ἐκ

δὲ τούτου καὶ ὁ ὅλος οἶκος μέλαθρον, ὥσπερ καὶ ἀπὸ ἑστίας τῆς τοῦ πυρὸςὡς ἐκ μέρους

ἑστία τὸ ὅλον οἴκημα. Αἰθαλόεν δὲ ἢ τὸ αἰθαλωθησόμενον, ὥς φασινοἱ παλαιοί, ἢ τὸ

διαφανὲς καὶ λαμπρόν· αἴθω γὰρ οὐ μόνον τὸ καίω, ἀλλὰ καὶ τὸλάμπω. [Ἀκριβέστερον

δὲ τὸ πρῶτον, οὗ προΰπεστιν ἡ αἰθάλη, οὐ τέφρανδηλοῦσα κατά τινας, ἀλλὰ μάλιστα

εἶδός τι καπνώδους ἀναθυμιάσεως ἐκπυρός, ὁποία καὶ ἡ ἐκ τῶν καιομένων λίθων.] Πῦρ

δὲ δήϊον λέγει πρὸς διαστο1.380 λὴν τοῦ θυτικοῦ, φασί, καὶ θείου καὶ τοῦ γαμηλίου καὶ

τῶν τοιούτων. [Τοῦ δὲθύρετρα ὁ τύπος κατὰ τὸ τέρετρα, ὃ δηλοῖ τὰ τρύπανα.] (ῃ. 417)

Ῥωγαλέονδὲ ἀπὸ τοῦ ῥήσσω, οὗ μέσος παρακείμενος ἔρρηγα καὶ τροπῇ τοῦ ˉη εἰς ˉω

ἔρρωγα,ἐξ οὗ καὶ διερρωγὸς ἱμάτιον καὶ χιτὼν ῥωγαλέος. (ῃ. 416) Χιτὼν δὲ ὁ πολεμικὸς

θώραξ καθ' ὁμοιότητα τοῦ ἐν ἱματισμῷ, ἐπεὶ καὶ ὅπλα ἐνδύεσθαί φαμεν.[(ῃ. 415) Πρῆσαι

δὲ τὸ καῦσαι ἀπὸ τοῦ πυρῶ πυρώσω, οὗ συγκοπέντος εἰς τὸπρῶ παράγωγον τὸ πρήθω,

ἐξ οὗ καθ' ὑπέρθεσιν καὶ συστολὴν τὸ πέρθω. ἐκδὲ τοῦ ῥηθέντος πυρῶ παράγωγον τὸ

ἐμπυρίζω, ὥσπερ καὶ τοῦ πρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ ἐμπιπρῶ καὶ τὸ ἐμπίπρημι.] (ῃ.

418) Ὅτι ὀδὰξ λάζεσθαι τὴνγῆν, ἤγουν λαμβάνεσθαι τῆς γῆς, ἀπὸ τοῦ δάκω δάξω δάξ, [ἢ

καὶ ὡς λήγωλήξω λήξ καὶ λάξ, οὕτω δήκω δήξω δήξ καὶ δάξ] καὶ κατὰ πλεονασμὸν

ὀδάξ.δηλοῖ δὲ τὸ δάκνειν τὴν γῆν τοὺς πεφονευμένους ἐν τῷ σφαδάζειν. Τινὲς δὲὀδάξ

ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. Λάζεσθαι δὲ οὐ μόνον αἰτιατικῇ συμβιβάζεται,οἷον· «ὀδὰξ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

242

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!