18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ οὕτω μὲν αὐτόματοςπαρέβαλεν ὁ Μενέλαος τῷ δείπνῳ.] Εἰ δὲ Ὀδυσσεύς, ὁ ἕκτος

κληθείς, ἄτιμος,πολλῷ πλέον ὁ ἀδελφὸς ὁ μηδὲ κληθεὶς ὅλως. ἀλλὰ μὴν οὐδέτερον,

ἤγουν οὔτε ὁἕκτος ἄτιμος οὔτε ὁ ἕβδομος. Ὅρα δὲ ὅτι ἕκτον τάξας ὁ ποιητὴς τὸν

Ὀδυσσέα ἤτοι ἔσχατον ἐν τοῖς κληθεῖσι σεμνύνει αὐτὸν ἑτέρως καὶ ὑψοῖ τῷ

ἐγκωμίῳ,εἰπών «∆ιῒ μῆτιν ἀτάλαντον» καὶ δείξας ἐντεῦθεν αὐτὸν οὐδὲν ἀπεοικότα

τοῦπρώτου Νέστορος, μηδὲ ἔσχατον, ἀλλὰ καὶ αὐτὸν ἄκρον τινά, καθὰ καὶ ὁ Νέστωρ,

καὶ κατὰ μὲν τὸν βασιλέα ἕκτον τῇ κλήσει, κατὰ δὲ τὸν Ὅμηρον πρώτιστον τῇ τῆς

φρονήσεως ἀρετῇ, καθ' ἣν ὡμοίωται τῷ ὑπάτῳ ∆ιΐ. ὅρα δὲκαὶ ὅτι τὸν μὲν Ὀδυσσέα, ὡς

ἐρρέθη, ἐπῄνεσε, τὸν δὲ Ἰδομενέα προσεῖπεν ἄνακτα, τοὺς δὲ λοιποὺς τέσσαρας ψιλῶς

οὕτω κατ' ὄνομα προήνεγκε, τὸν δὲ Μενέλαον βοὴν ἀγαθὸν εἶπεν. (ῃ. 404) Ἐκ δὲ τοῦ

Παναχαιῶν ὕστερον οἱΠανέλληνες εἴρηνται καὶ τὸ Πανελλήνιον, ὥς που καὶ τὸ

Πανιώνιον. [ὁμοίου δὲτύπου τοῖς Πανιωνίοις καὶ τὰ Παναθήναια ἡ ἑορτή, ὡς καὶ τὰ

Παμβοιώτια.](ῃ. 408) Αὐτόματος δὲ ὁ αὐτόκλητος καὶ ἀφ' ἑαυτοῦ μεμαὼς ἤτοι

προθυμούμενος ἐλθεῖν. οἱ δὲ νεώτεροι αὐτόματα τὰ κατὰ τύχην φασὶν ἐκ τοῦ μάτην,

ὡςαὐτὰ μάτην οὕτω γινόμενα καὶ ὡς ἔτυχεν, ὅπερ ἐνταῦθα οὐκ εὐσυμβίβαστον·πῶς γὰρ

αὐτόματος καὶ κατὰ τύχην ἦλθεν ὁ εἰδώς, ὅτι ἐπονεῖτο ὁ ἀδελφός;[̔Η δὲ τοιαύτη ἔννοια

καὶ τὰ παρὰ τοῖς μηχανικοῖς ὠνόμασεν αὐτόματα. ἐκ δὲτοῦ «αὐτόματος ἦλθεν» ὁ

ἀδελφὸς Μενέλαος παροιμία ὕστερον ἐπενοήθη τὸ»ἀκλητὶ κωμάζουσιν ἐς φίλους», ἢ ἐς

φίλων, «φίλοι». (ῃ. 409) Ὁ δὲ ἀδελφεὸςπλεονασμὸν ἔχει τοῦ ˉε, ὁποῖον καὶ ὁ κενεός·

ἴσως δὲ καὶ ὁ κελεός ὡς ἀπὸτοῦ κέλω.] (ῃ. 408) Βοὴν δὲ ἀγαθὸς ὁ πολεμιστής. βοὴ γὰρ ἐκ

τοῦ παρακολουθοῦντος ἡ μάχη, ὥσπερ καὶ ἀϋτή ἐκ τοῦ αὔω τὸ βοῶ, καθὰ καὶ

προείρηται, καὶφύλοπις ἐκ τῆς ὀπὸς ἤτοι βοῆς τῶν φύλων· ἢ βοὴν ἀγαθὸς ὁ εὐρυβόας·

ἀρετὴγὰρ καὶ τοῦτο στρατηγοῦ καὶ χρήσιμον ἐν μάχαις τὸ μεγαλόφωνον. μήπω γάρ,

1.378 φασί, σάλπιγγος εὑρεθείσης τῇ βοῇ διῴκουν οἱ παλαιοὶ τὰς τῆς μάχης ἐπιθέσειςτε

καὶ ἀνακλήσεις. καὶ ἱστοροῦνται πολλοὶ τῶν στρατηγῶν ἐπαινετέοι καὶ τῆςεὐρυφωνίας·

ἔτι δέ, φασί, καὶ σημεῖον θάρσους τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσατὸ πνεῦμα εἰς

ἀφωνίαν καθιστᾷ καὶ βαμβαίνειν ποιεῖ. διὸ πολλαχοῦ τοὺς ἥρωαςὁ ποιητὴς βοῶντας

παρεισάγει, οἷον «σμερδαλέον δ' ἐβόησε» καὶ ἤϋσε «διαπρύσιον» καὶ βοὴν ἀγαθοὺς

ἀποκαλεῖ τόν τε Ἕκτορα καὶ τὸν Αἴαντα καὶ τὸν ∆ιομήδην καὶ ἄλλους ἀνδρείους. τὸ

μέντοι δειλιᾶν ταρβεῖν λέγεται καὶ ἡ δειλίατάρβος παρὰ τὸ ταράσσεσθαι τὴν βοὴν τοῖς

δειλιῶσιν. (ῃ. 412–8) Ὅτιμεγαλοπρεπὴς ἡ [ἐν τῇ κατὰ σύγκλητον θυσίᾳ ἐκβοηθεῖσα] τοῦ

βασιλέως εὐχὴκαὶ τῇ τοῦ ὀνείρου ἀγγελίᾳ συντρέχουσα. φησὶ γάρ· «Ζεῦ κύδιστε,

μέγιστε,κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν,

πρίνμε κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς

δηΐοιοθύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον» καὶ τὰἑξῆς.

τὸ δὲ σχῆμα τῆς εὐχῆς Ἀττικὸν κατὰ ἔλλειψιν· ἐν γὰρ τῷ «μὴ πρὶν τὸνἥλιον δῦναι»

λείπει τὸ δός ἢ ποίησον ἢ εὔχομαι ἤ τι τοιοῦτον. καί εἰσι τοιαῦτακαὶ ἕτερα σχήματα

εὐκτικὰ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ. Σημείωσαι δὲὅτι ἐστὶ καὶ παρὰ Ἡροδότῳ

σχῆμά τε ὅμοιον εὐχῆς καὶ ἱστορία τοιαύτη. ∆αρεῖος εὔξατο ἄνω εἰς οὐρανὸν ἀφεὶς

ὀϊστὸν καὶ τὸν ἀέρα βαλών· «ὦ Ζεῦγενέσθαι μοι Ἀθηναίους τίσασθαι». σωφρονεστέρα

δὲ πολλῷ ἡ τοῦ Ὁμηρικοῦ βασιλέως εὐχή. ὅτι δὲ λείπεται ῥήματος ἐνταῦθα ἡ βασιλικὴ

εὐχή, οἷον τοῦδός, ὡς ἐρρέθη, καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ δηλοῦται, ὅπου φησί· «δὸς

ἀποφθίμενονδῦναι δόμον Ἄϊδος εἴσω». ἐνταῦθα γὰρ ἐντελῶς ηὖκται. [(ῃ. 413) Τὸ δέ

«ἐπὶκνέφας ἐλθεῖν», ἤγουν ἐπελθεῖν σκότος, πεφιλοτίμηται κἀνταῦθα ῥηθῆναι

οἷασύντροχον τῷ ἐπιδῦναι ἥλιον· ἐπεὶ καὶ στέρησις ἡλιακοῦ φωτὸς ἡ νύξ.](ῃ. 414) Τὸ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

241

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!