18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἡλικίᾳ,οὕτω καὶ οἱ τῷ χρόνῳ γέροντες ἀριστεῖς διὰ τοὺς σὺν αὐτοῖς ἀρίστους τὴνχεῖρα

καὶ ἀνδρικούς. Κικλήσκει δὲ πρώτιστα μὲν τὸν Νέστορα οἷα πρὸβραχέος εὐδοκιμήσαντα

καὶ ὑπ' αὐτοῦ ἐπαινεθέντα, ὡς ἀγορᾷ νικῶντα πάνταςἈχαιούς. ὡς γὰρ ὁ Νέστωρ

φιλοβασιλεύς, οὕτω φιλονέστωρ ὁ βασιλεύς· [καὶἄλλως δέ, ὡς εἰκός, κατά τι ἔθος

παλαίτατον, καθ' ὃ καὶ ἐν Λακεδαίμονι ὁπρεσβύτερος ἡγεῖτο, φασίν, ἐν τοῖς συσσιτίοις

ἐπὶ τὰς κλίνας, εἰ μή τινα ἕτερονὁ βασιλεὺς προσκαλέσαιτο·] Εἶτα τὸν Ἰδομενέα ὡς καὶ

αὐτὸν καθ' ἡλικίανπρεσβεῖον ἔχοντα καί, ὅτι καὶ συγγενὴς τῶν βασιλέων ἦν καὶ ὅτι καὶ

τῶννησιωτῶν ὁ δυνατώτατος ἦν ὀγδοήκοντα νῆας ἔχων συμμαχούσας τοῖς Ἕλλησι,καὶ

ἄλλως δὲ καθ' αὑτὸν ἀνδρεῖος, ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται· Τρίτον δὲ τὸν μέγαν

Αἴαντα, ὃς τῶν Ἑλλήνων ἄριστος ἦν, δεύτερος ἥκων εἰς ἀνδρίαν μόνου τοῦ Ἀχιλλέως,

ὡς πολλαχοῦ φανήσεται· Τέταρτος ὁ μικρὸς Αἴας ὁ Λοκρὸς ἀεὶ τῷ μεγάλῳ καὶ

συμπαρομαρτῶν ἐξ ἀνάγκης, ὡς λεχθήσεταικατὰ καιρόν, καὶ συνεκφωνούμενος ὑπὸ

τοῦ ποιητοῦ· πάνυ γὰρ σπανίωςἀλλήλων διῃρημένοι που εὑρεθήσονται, τὰ πολλὰ δὲ

συνόντες ἀλλήλοις ἱστορηθήσονται. διὸ ἐν τοῖς πολέμοις ὁμοῦ ὄντες καὶ ἀλλήλων

ἀχώριστοι, οἷα θυμὸν ἴσονἔχοντες κατὰ τὸν ποιητήν, ὁμοῦ καὶ κικλήσκονται εἰς τὸ

βασιλικὸν συμπόσιον,ὡς τοῦ ἴσου θυμοῦ καὶ τῆς ὁμωνυμίας ἀδιασπάστους ποιούντων

αὐτούς. Πέμπτος ὁ ∆ιομήδης, ὃς τέταρτος ἂν ἦν, εἰ μὴ ὁ Λοκρὸς διὰ τὴν ὁμωνυμίαν

1.376 συγκατελέγη τῷ μεγάλῳ Αἴαντι· ἀνδρειότατος γὰρ ὁ ἀνήρ, ἔτι δὲ καὶ

ἐνδημηγορίαις ὑπερφέρει τῶν ἡλικιωτῶν, ὡς αὐτά που τὰ ἔργα δείξουσιν.(ῃ. 407)

Ἕκτος ὁ Ὀδυσσεύς, οὐχ' ὡς πάντων τῶν προηριθμημένων ἥττων· πῶς γὰρ ὁ βουλάς τ'

ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων; ἀλλ' ὅτι τοῦ Νέστορος προτεταγμένου βασιλικῇ

χάριτι οὐ θέλει ὁ ποιητὴς ἄντικρυς δοῦναιδευτερεῖον τῷ Ὀδυσσεῖ, ὃν αὐτός, καθὰ καὶ

πρὸ μικροῦ εἴρηται, οὕτω πολλοῦλόγου ἀξιοῖ· πολλῷ δὲ πλέον οὐδὲ τρίτον αὐτὸν ἢ

ἐφεξῆς ἀριθμεῖ, ἀλλὰ τοῦτομὲν ἐπὶ τοῖς ἄλλοις ποιεῖ, αὐτὸν δὲ κατὰ βασιλικὴν γνώμην

τελευταῖον τίθησινοὐκ αἰσχύνων τῇ τάξει· τίς γὰρ ἂν ὕστατον οἰηθείη τῶν γερόντων

εἶναι τὸνὈδυσσέα; ἀλλὰ μᾶλλον ἀμφήριστον οὕτως αὐτῷ τὸ πρωτεῖον ποιῶν. οἱ

γὰρἔσχατοι τόποι ἔστιν οὗ τῶν ἀρίστων εἰσί, καθὰ καὶ τοῦ ναυστάθμου ἓν μὲν

ἄκρονμέρος ὁ Αἴας εἶχε, θάτερον δὲ Ἀχιλλεύς, οἱ τῶν Ἑλλήνων ἄριστοι. οὕτω γοῦν

κἀνταῦθα τοὺς ἀρίστους, Νέστορά τε καὶ Ὀδυσσέα, ἐσχάτους ὁ βασιλεὺς

μὲνσυνεκαλέσατο, ὁ δὲ ποιητὴς ἠρίθμησε. καὶ οὐκ ἦν ἄλλη τάξις σεμνοτέρα τῷὈδυσσεῖ

τοῦ πρωτείου δεδομένου τῷ Νέστορι. καὶ ἄλλως δὲ ὁ Ἀγαμέμνων οὐκ ἀτίμως αὐτῷ

προσφέρεται κικλήσκων ὕστερον· φύσις γὰρ αὕτη ἀσχολίαςκαὶ σπουδῆς συμποσιακῆς

πρὸ τῶν ἄλλων ἐν λόγῳ τιθέναι τοὺς μὴ πάντῃγνησίους καὶ οἰκειακούς· τοὺς μὲν γὰρ

τοιούτους ἐν δευτέρῳ καὶ παρέργῳτιθέαμεν εἰδότας, ὅτι φύσει τὴν οἰκειότητα ἔχουσι,

τοὺς δὲ ξένους ἐνπρώτοις ἄγομεν, ὡς ἂν εἰδεῖεν λόγου ἀξιούμενοι. οὕτω δὲ καὶ ὁ

βασιλεὺς νῦν ὡςπάνυ οἰκειακὸν παρεῖδε τὸν Ὀδυσσέα. (ῃ. 408 ς.) Τὸν δέ γε ἀδελφὸν

οὐδὲἐκάλεσεν, ὃς αὐτῷ πάντων πολὺ δήπουθεν φίλτατος ἦν. ἀλλὰ εἰδὼς ἐκεῖνος,

ὅτιἐπονεῖτο ὁ ἀδελφός, τουτέστιν ἐνήργει περὶ θυσίαν, αὐτόματος ἦλθεν· [«Ἤδεεγάρ»,

φησί, «κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο». Ἐνταῦθα δέ φασιν οἱ παλαιοί,ὡς διδάσκει

Ὅμηρος, οὓς οὐ δεῖ καλεῖν ἐν συμποσίῳ, ἀλλ' αὐτομάτους ἰέναι.δῆλον γὰρ ὡς οὔτε

ἀδελφὸν οὔτε γονέας κλητέον οὔτε γυναῖκα οὔτ' εἴ τις, φασίν,ἰσοτίμους τινὰς τούτοις

ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. εἶτά φησιν ὁ 1.377 Ἀθήναιος, ὅτι καίτοι τινὲς

στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες·»ᾔδεε γὰρ ἀδελφεὸν ὡς ἐπονεῖτο», ὥσπερ

δέον ὂν καὶ αἰτίαν εἰπεῖν, δι' ἣνἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον. καὶ

∆ημήτριος δέ, φησίν, ὁ Φαληρεύς,ἐπαρίστερον τὴν τοῦ στίχου τούτου παράληψιν οἶδε.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

240

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!