18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶτὸν ἀντὶ τοῦ τοῦτον καὶ τοὺς ἤγουν τούτους λειπόντων δηλαδὴ τῶν συντασσομένων

τούτοις ὀνομάτων καὶ ἀπὸ κοινοῦ λαμβανομένων διὰ τὸ γνώριμον. (ῃ. 10)Ὅτι ἡ κοινὴ

μὲν διάλεκτος βαρύνει τοὺς ἐνεργητικοὺς πρώτους μέλλοντας, 1.38 περισπᾷ δὲ μόνους

τοὺς τῆς πέμπτης τῶν βαρυτόνων· σπείρω γὰρ σπερῶ φησι,κείρω κερῶ, φθείρω φθερῶ,

καὶ τὰ ἄλλα ὡσαύτως. ∆ωριεῖς δὲ καὶ ἑτέρουςδίχα τῆς πέμπτης περισπῶσι μέλλοντας·

πεσῶ γάρ φασι καὶ κλαυσῶ καὶ ἐσῶ·ἐξ ὧν καὶ τὸ πεσεῖται καὶ κλαυσεῖται καὶ ἐσεῖται καὶ

ἕτερα τοιαῦτα. Αἰολεῖς δὲκαὶ τοὺς τῆς πέμπτης περισπωμένους μέλλοντας βαρύνουσι

καὶ διὰ τοῦ ˉσ ἐκφέρουσι· σπέρσω γάρ φασι καὶ κέρσω καὶ φθέρσω. οὕτω δὲ καὶ ὄρω

ὄρσω, τὸ διεγερῶ, ἐξ οὗ καὶ τὸ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν». οὕτω δὲ καὶ τοῦ

ἔρρω,τὸ φθείρω, ὁ μέλλων ἔρσω Αἰολικῶς, ἐξ οὗ καὶ τὸ «ἀπόερσεν» ἐν τοῖς ἑξῆςἀντὶ τοῦ

ἀπέφθειρε. ποιοῦσι δὲ τοῦτο οἱ Αἰολεῖς πρὸς ἀναλογίαν τῶν λοιπῶνμελλόντων, οἳ

δυνάμει ἢ ἐνεργείᾳ τῷ ˉσ παραληγόμενοι βαρύνονται. Σημείωσαιδὲ ὅτι, ὥσπερ κακία

λέγεται ἡ ἐναντία τῇ ἀρετῇ καὶ κακὸς ὁ ἐναντίος τῷ ἔχοντιἀρετήν, οὕτω καὶ νοῦσον

κακὴν ὁ ποιητὴς λέγει τὴν ἐναντίαν τῇ ἀρετῇ τοῦσώματος, τῇ ὑγείᾳ, ἢ καὶ ἄλλως τὴν

φευκτὴν ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἣν δηλαδὴ ὡς ὀλεθρίαν φεύγομεν. διὸ καὶ ὁ ποιητὴς

ἑρμηνεύων ἐπάγει «ὀλέκοντο δὲλαοί». οὕτω καὶ τοῦ «κακῶς ἀφίει» ἑρμηνευτικὸν τὸ

«κρατερὸν ἐπὶ μῦθον ἔτελλεν». ὥσπερ δὲ νόσον ἐνταῦθα ἔφη κακήν, οὕτω καὶ ἐν τοῖς

ἑξῆς ἔριν κακὴνἐρεῖ καὶ πόλεμον κακόν, [ἐξ ὧν ἄν τις χάζοιτο. ταῦτα δ' ἀνάπαλιν ἔχει

πρὸς τὸκακός, ὃ σημαίνει τὸν δειλόν, ὃς δηλαδὴ χάζεται τῆς μάχης ἀναχωρῶν

καὶφεύγων εἴτε καὶ ἀναδυόμενος. οὗ καὶ αὐτοῦ χρῆσις παρὰ τῷ ποιητῇ. δύναταιδὲ κακὴ

νόσος καὶ ἔρις εἶναι καὶ ὡς κακωτική.] Τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσινἔχει τοῦ ˉυ· ὡς

γὰρ ὁδὸς οὐδὸς καὶ βότας «βούτας» παρ' Εὐριπίδῃ καὶ κόροςκοῦρος, ὁ νέος, καὶ ὀλομένη

οὐλομένη καὶ ὅρος οὖρος, ὁ περιορισμός, καὶγονὸς γουνός, ὁ γόνιμος τόπος, οὕτω καὶ

νόσος νοῦσος κατὰ τοὺς Ἴωνας [μηκύνοντας τὸ ˉο τῇ προσλήψει τοῦ ˉυ. οὗπερ

ἀνάπαλιν οἱ Βοιωτοὶ ποιοῦσι κατὰ τὴνἩρακλείδου παράδοσιν προστιθέντες αὐτοὶ τῷ ˉυ

διχρόνῳ τὸ μικρὸν ˉο καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες, μηκυνομένου δὲ

μηκύνοντες, τὸ ὕλη οὔληλέγοντες καὶ τὸ ὕδωρ οὔδωρ.] Ὅτι λαοὶ παρὰ τὸ ˉλˉα

ἐπιτατικὸν μόριον καὶ τὸαὔω, τὸ φωνῶ· ἐξ ὧν λααυὸς καὶ κατὰ κρᾶσιν λαὸς ἐκπεσόντος

τοῦ ˉυ δι'εὐφωνίαν· πολύφωνος γὰρ ὁ λαὸς καὶ ἀλαλητοῦ, ὅ ἐστι θορύβου, αἴτιος. καὶ

οὕτωμὲν ἡ κοινὴ ἐτυμολογία. ἡ δὲ ἱστορία ἐκ τῶν λάων, ὅ ἐστι λίθων, παράγει

τοὺςλαοὺς λέγουσα, ὅτι Κέκροψ πολυανθρωποῦσαν ἰδὼν τὴν Ἀττικὴν συγκαλεῖταιτὸν

ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν λάεσσιν ἤτοι λίθοις ἑκάστου ἕναῥίψαντος

κἀντεῦθεν ἐκεῖνοι λαοὶ ἐκλήθησαν καὶ ἀπ' ἐκείνων μένει τὸ ὄνομα. ὁ 1.39 δὲ μῦθος

μετὰ τὸν ἐπὶ ∆ευκαλίωνος κατακλυσμὸν καὶ τὴν ἐκεῖθεν λειπανθρωπίαν κελευσθῆναί

φησι τὸν ∆ευκαλίωνα θῦσαι μὲν ∆ιῒ Φυξίῳ περί που τὰκατὰ τὸν Παρνασὸν μέρη, εἰς

ἀέρα δὲ λᾶας ἤγουν λίθους ἀφιέναι ὑπὲρ κεφαλῆς,τοὺς μὲν αὐτόν, τοὺς δὲ τὴν γυναῖκα

Πύρραν καὶ τὴν θυγατέρα Πανδώραν, ἣνἩσίοδος πρώτην γυναῖκά φησι· καὶ πάντας

τούτους τοὺς λίθους εἰς ἀνθρώπους μεταπεσεῖν ζῳωθέντας καὶ διὰ τοῦτο κληθῆναι

λαούς. τοῦτο δὲ καὶπαρὰ Πινδάρῳ κεῖται εἰπόντι «ἄτερ εὐνᾶς ἐκτήσαντο λίθινον γόνον,

λαοὶ δ' ὀνόμασθεν». ὁ δὲ τοιοῦτος μῦθος ἀπὸ θαύματος πεπλάσθαι δοκεῖ.

θαυμάζοντεςγάρ, ὡς εἰκός, οἱ τότε τὴν πάλιν μετὰ τὸν κατακλυσμὸν πολυανθρωπίαν

τοῦτοἐπλάσαντο, οἱονεὶ λέγοντες ὅτι ὁ κατακλυσμὸς πάντα παρέσυρε πλὴν εἰ μὴἄρα

λίθους, ἐξ ὧν ἡ τῶν ἀνθρώπων γέγονε πολυπλήθεια. καὶ συγχωρητέον τῷμύθῳ, ὥσπερ

ἀπολιθοῦντι διὰ τῆς Γοργόνος τοὺς ἀνθρώπους, οὕτω καὶ ἐκλίθων ἀνθρώπους ποιοῦντι,

ὃς καὶ τοὺς ἐξ ἀρχῆς ἀνθρώπους ἐκ δρυῶν καὶ πετρῶνἐγέννα καὶ ἐκ γῆς δὲ αὐτοὺς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

24

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!