18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐκ πρωΐας τελουμένην ἕωςνυκτός· [Καὶ ὅρα τὸ «διακρινέει μένος». μετ' ὀλίγα μὲν γὰρ

ἡγεμόνες διακρινοῦσιλαοὺς αἰπολίων δίκην. ἡ δὲ μάχη οὐχ' ἁπλῶς ἄνδρας, ἀλλὰ μένεα

διακρίνει ἀνδρῶν, ἰδίᾳ μὲν ποιοῦσα τοὺς νικῶντας, ἀφιστῶσα δὲ τοὺς ἡττωμένους.]

(ῃ.394–7) Ὅτι ὥσπερ πρὸ τούτου τὴν ἐκ τῆς ἀγορᾶς ἔγερσιν τῶν Ἑλλήνων καὶ κίνησιν

κύμασι πόντου εἴκασεν, εἶτα πάλιν τὴν ἐπαναστροφὴν ὁμοίως κύματιπολυφλοίσβοιο

θαλάσσης, οὕτω καὶ νῦν τῶν Ἀχαιῶν ἀναστάντων μετὰ τὰςδημηγορίας τῶν ἀριστέων

μέγα ἰάχειν αὐτούς φησιν, «ὡς ὅτε κῦμα ἀκτῇ ἐφ'ὑψηλῇ, ὅτε κινήσει Νότος ἐλθών,

προβλῆτι σκοπέλῳ, τὸν δ' οὔ ποτε κύματαλείπει παντοίων ἀνέμων, ὅταν ἔνθ' ἢ ἔνθα

γένωνται». καὶ ὅρα ὅπως ἀπὸ τοῦαὐτοῦ πράγματος, ἐκ τῆς θαλάσσης δηλαδή, διαφόρους

εἴληφε παραβολάς. Ἦνδὲ αὐτῷ ἡ μὲν πρώτη δηλωτική, ὡς ἐρρέθη, τῆς τῶν ἐθνῶν καὶ

φύλων κινήσεως,ἡ δὲ δευτέρα τῆς παλινδρομήσεως, καθ' ἣν συχνὰ πρὸς τῷ αἰγιαλῷ τὰ

κύματαβρέμουσιν· ἡ δὲ τρίτη αὕτη μόνης τῆς ἰαχῆς καὶ τῆς βοῆς τοῦ λαοῦ. Πολλαχοῦδὲ

καὶ ἐν τοῖς ἐφεξῆς ἀπὸ τῆς αὐτῆς ὕλης τεχνάσεται τοιαύτας τινὰς παραβολάς, ποικίλος

ὢν τοῖς φιλακροάμοσι δαιταλεὺς καὶ κατὰ τὸν θρυλλούμενοντοῦ Ἀλεξάνδρου

δειπνοκλήτορα ἐξ ἑνός τινος εἴδους πολλὰ τεχνώμενος ἐδεστά.παρέλαβε δὲ ἐν τῇ

παραβολῇ ταύτῃ ἀκτὴν ὑψηλὴν καὶ Νότον εἰς ἔμφασιν τοῦμεγέθους τῆς ἰαχῆς. κῦμα

γὰρ ὁ Νότος ὠθῶν μέγα καθ' Ὅμηρον καὶ ὑψηλῇπροσρήσσων ἀκτῇ μεγάλην ἰαχὴν

οἶδεν ἀποτελεῖν. (ῃ. 396) Προβλῆτα δὲσκόπελον λέγει λίθον προβεβλημένον τῆς

θαλάσσης ὡς ἐν ἀκρωτηρίῳ, ἐξ οὗἔστι πολὺν τόπον κατασκοπεῖν. (ῃ. 396 ς.) Ἰστέον δὲ

ὅτι ἔστι ποτὲ τὸνστερεὸν ἄνδρα καὶ κινδύνοις ἀπερικλόνητον τοιούτῳ προβλῆτι

σκοπέλῳ εἰκάσαι,ὃν οὐ λείπει κύματα «παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθα ἢ ἔνθα

γένωνται». τοιούτῳδέ πως καὶ τοὺς Ἕλληνας ὁ ποιητὴς ἀφομοιοῖ, οὓς ὡς θάλασσα

δουλεύει,καθὰ προερρέθη, ἀνέμοις, οὕτω καὶ αὐτοὺς δουλεύοντας οἴδαμεν οὐ

ταῖςβασιλικαῖς μόνον ἀλλὰ πολλάκις καὶ ταῖς τῶν γερόντων βουλαῖς, αἵτινεςἦσαν τὸ

φεύγωμεν, τὸ μένωμεν, τὸ μαχώμεθα, τὸ ἔρχεσθ' ἐπὶ δεῖπνον καὶ τὰλοιπά. [Ἰστέον δὲ

ὡς, ἐπεὶ ἐκ τοῦ σκοπός γίνεται ὁ σκόπελος, λέγοιτ' ἂν καὶσκοπιά, ἤδη δὲ καὶ περιωπή.]

(ῃ. 398) Ὅτι πολλαὶ τῶν λέξεων ἀπὸ συμφώνουἀρχόμεναι, εἶτα τοῦ κατ' ἀρχὰς

συμφώνου ἐκπεσοῦσαι, μένουσι πάλιν ἐπὶ τῆςαὐτῆς σημασίας, οἷον καύχημα αὔχημα,

χλιαρόν λιαρόν, γαῖα αἶα, σμικρόνμικρόν, σῦς ὗς. οὕτω γοῦν καὶ σκεδάζω καὶ κεδάζω,

οἷον· «κεδασθέντες ἐπὶ 1.373 νῆας». Φασὶ δὲ καὶ τὸ πήγανον οἱ παλαιοὶ τοιούτῳ λόγῳ

ἤγανον λέγεσθαι.Ὅτι τὴν μὲν βασιλικὴν θυσίαν ὡς ἀξίαν λόγου διὰ τὸν βασιλέα

πολυλογεῖκατωτέρω λέγων τί τε ἔθυσεν–ὅτι βοῦν δηλαδή–καὶ τίνι–ὅτι τῷ ∆ιΐ–

διεσκεύασε δὲ καὶ τὸ ὅπως, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ Ἀπόλλωνι θυσίαγίνεται. (ῃ.

399 σ.) Τὴν δὲ ἑκάστου τῶν Ἑλλήνων θυσίαν ἐπιτέμνων ἐν δυσὶνἔπεσιν ἐπιτρέχει λέγων

οὕτως ἐπὶ κεφαλαίου· «Κάπνισάν τε κατὰ κλισίας καὶδεῖπνον ἕλοντο· ἄλλος δ' ἄλλῳ

ἔρεζε θεῶν αἰειγενετάων». ἔστι δὲ τὸ μὲνἐκάπνισαν ἀντὶ τοῦ πῦρ ἀνῆψαν ἐπὶ θυσίᾳ τε

[καὶ ἐπὶ ἀναγκαίῳ δείπνῳ τῷ πρὸτῆς μάχης] ἐκ τοῦ παρακολουθοῦντος ῥηθέν.

ἐπακολουθεῖ γὰρ τῇ τῶν ξύλωνκαύσει καπνός. πέφρασται οὖν ἐκ τοῦ πορρώτερον. τὸ

μέντοι ἐγγύτερον παρ' Εὐριπίδῃ ἐν τῷ «πῦρ ἀνάψουσι θεοῖς». [∆ύναται δὲ εἶναι τὸ

ἐκάπνισαν καὶ ἀντὶτοῦ ἔθυσαν, ἵνα λέγῃ, ὅτι θύσαντες εἶτα ἐδείπνησαν. εὐοδοῖ δὲ τὸν

τοιοῦτον νοῦντὸ «ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν» καὶ τὸ «κνίσση δ' οὐρανὸν ἷκεν

ἑλισσομένη περὶκαπνῷ». καὶ οὕτω νοοῖτ' ἂν τὸ ῥηθὲν ἀντὶ τοῦ κνίσσαν ἀνήγαγον

περιελισσομένην καπνῷ, εἴτ' οὖν τὸν οὐρανὸν ἐκνίσσωσαν θύμασι.] Τὸ δέ «ἄλλος

ἄλλῳἔρεζε» γέγονε μὲν ἀρχὴ παροιμίας τῆς λεγούσης «ἄλλα παρ' ἄλλοις καλά».δηλοῖ

δὲ πολυκλήτους εἶναι καὶ τοὺς Ἕλληνας, καθὰ καὶ τοὺς τῶν Τρώωνἐπικούρους, καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

238

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!