18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὴν ὀξύτητα τοῦ σιδήρου, δι' οὗ Οἰδίπους τετύφλωτο.] Τὸ δέ «εὖ δόρυθηξάσθω, εὖ δ'

ἀσπίδα θέσθω» παροιμίαν ἐποίησε τὸ «σὺν δορὶ σὺν ἀσπίδι» ἐπὶτῶν παντὶ τρόπῳ πρᾶξαί

τι πειρωμένων. (ῃ. 384) Τὸ δὲ ἅρμα νῦν μὲν ἑνικῶςεἶπεν ὁ ποιητής· ἐν δὲ τοῖς ἑξῆς πάνυ

σπανίως εὑρεθήσεται τοῦτο ποιήσας,πληθυντικῶς μάλιστα τῷ ὀνόματι χρώμενος κατὰ

ἔθος οἰκεῖον. εἴωθε γὰρπολλὰ τῶν ἑνικῶν πληθύνειν, ὡς εἴρηται. Ὅτι δὲ ἡ τοῦ ἅρματος

λέξις καὶἐπὶ ὅπλου λέγεται καὶ ὅτι Ῥωμαϊκὸν τοῦτο καὶ ὅτι διὰ τοῦτο οὐδὲ

ὁμωνυμίαἐντεῦθεν γίνεται, δηλοῦσιν οἱ παλαιοὶ σοφοί. ἐπιμελεῖσθαι δὲ τῶν ὅπλων

ὁβασιλεὺς παραινεῖ, ὅτι τε στρατιώτου δεῖγμα καὶ τὸ τοιοῦτον καὶ ὅτι τῶνὅπλων

ἠμελημένων πολλὰ πολλάκις οἱ πολεμισταὶ βλάπτονται. Ἐκ τοῦ Νέστοροςδὲ

ὠφελημένος ὁ βασιλεὺς μετὰ τὴν δημηγορίαν τακτικῶς λαλεῖ, ἵνα μὴ ἀκούσῃκαὶ αὐτὸς

παισὶν ἐοικότα δημηγορεῖν, οἷς οὔ τι μέλει πολεμήϊα ἔργα· διὸμέμνηται πολεμικῶν. [Τὸ

δέ «ἀμφὶς ἰδών», ἀντὶ τοῦ κύκλῳ ἤτοι πάντοθεν,ἀπὸ τῆς ἀμφί προθέσεως, οὕτω καὶ

αὐτῆς δηλούσης ἐν τῷ «νῆσος ἀμφιρύτη» καὶἀμφίαλος. τὸ μέντοι «ἀμφὶς φράζονται»

σημασίαν ἑτεροίαν ἔχειν ἐφάνη πρὸτούτων.] (ῃ. 385) Τὸ δέ «στυγερῷ κρίνεσθαι Ἄρηϊ»

ἀντὶ τοῦ συνεῖναι καὶὁμοῦ εἶναι τῷ Ἄρει καὶ ὡς ὑπ' αὐτῷ κριτῇ τὸ μάχιμον ἔργον

μεταχειρίζεσθαι·ἢ καὶ ἄλλως τὸ κρινώμεθα ἀντὶ τοῦ συγκρινώμεθα, ἀναμισγώμεθα,

συγχεώμεθα, οὗ τὸ ἀνάπαλιν διακρίνεσθαί ἐστιν, ὡς καί, ὅτε τοὺς αἰπόλους φησὶ

τὰαἰπόλια διακρίνειν καὶ ὡς ἡ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. Ἐναντίον γὰρτὸ

συγκρίνειν καὶ τὸ διακρίνειν, ἃ καὶ αὐτὰ γενικῷ ὀνόματι κρίνειν λέγονται,οἷον·

«στυγερῷ κρινώμεθα Ἄρεϊ», ἀντὶ τοῦ συγκρινώμεθα· καὶ «κρῖνε ἄνδρας»,ἀντὶ τοῦ

διάκρινε· καὶ «ἔθυνον κρίνοντες», ἀντὶ τοῦ διακρίνοντες. (ῃ. 388) Τὸδέ «ἱδρώσει

τελαμὼν ἀσπίδος», ἀντὶ τοῦ ὑγρανθήσεται τῷ ἐκ τῶν στηθέων 1.371 πολλῷ ἱδρῶτι· οὐ

γὰρ αὐτὸς ἐκεῖνος ὁ τελαμὼν ἱδροῖ, [ὡς ὁ ἵππος.] Τελαμὼν δὲνῦν λῶρος πλατύς, δι' οὗ ἡ

ἀσπὶς ἀνεφέρετο· διὸ καὶ ἀναφορεὺς ὁ αὐτὸς ἐλέγετο.Ἐνταῦθα δὲ σημειοῦνται οἱ

παλαιοί, ὅτι οὔπω τότε πόρπακας εἶχον αἱ ἀσπίδες,ἀλλ' ὑπὸ τελαμώνων διῳκοῦντο

διηκόντων ἀπ' ἄκρου εἰς ἄκρον. φανήσεται γὰρἐν τοῖς ἑξῆς, ὅτι ἐν τῷ μέσῳ κανόνιόν τι

τὸ παλαιὸν εἶχεν ἡ ἀσπίς. οὔπω γὰρἐπενοήθησαν οἱ νῦν χιαστοὶ πόρπακες, οἳ καὶ ὄχανα

λέγονται. λέγεται δὲ καὶ ὁτελαμών, ὡς καὶ ὁ τάλας, ἀπὸ τοῦ ταλάσσω, τὸ καρτερῶ,

οἱονεὶ ταλαμών, ὁκαρτερικὸς καὶ βαστακτικός. [Τὸ δὲ μῦ ἀπὸ πλεονασμοῦ παραγωγικοῦ

ἔχει, ὡςκαὶ ὁ πλαταμών. τελαμὼν δὲ ἀσπίδος πρὸς διαστολὴν ἑτέρων ἐρρέθη, ὧν εἷς

καὶὁ τοῦ ξίφους. εἰ δέ τι καινὸν δοκεῖ τελαμῶνι τοιούτῳ ὁμωνυμεῖν τὸν ἥρωα τὸνἐξ

Αἰακοῦ, ἐνθυμητέον ὅτι καὶ ὁ ∆οῦρις, ἀνὴρ ἱστορικός, εἰ καὶ μὴ ὁμωνυμεῖ,ἀλλ' οὖν

παρωνόμασται δόρατι.] (ῃ. 389) Ἀσπὶς δὲ ἀμφιβρότη ἡ ἀμφὶ τὸνβροτὸν ἄνθρωπον ἢ ἡ

σκέπουσα ὅλον τὸν ἄνθρωπον. φασὶ δὲ ἐνταῦθα οἱ παλαιοί,ὅτι τὸ βροτός ἐν ταῖς

συνθέσεσι προσλαμβάνει τὸ ˉμ, οἷον τερψίμβροτος,φαεσίμβροτος, Κλεόμβροτος,

ἐναρίμβροτος αἰχμή, πλειστόμβροτος ἀγορά, δίχατοῦ ἀμφιβρότη καὶ ἀβρότη, ἡ νύξ. [(ῃ.

390) Ἐΰξοον δὲ ἅρμα οὐ μόνον τὸ εὖἐξεσμένον πρὸς κάλλος, ἀλλὰ καὶ τὸ ἄλλως πρὸς

τέχνης ἀρετὴν ξεσθέν, ἵνασυμμέτρως ἔχῃ πρὸς τὸ καλῶς ὑπὸ ζῴων ἕλκεσθαι. χρεία γὰρ

συμμετρίαςπάντως καὶ ἅρμασι, τοῖς τε πολεμιστηρίοις καὶ τοῖς ἐναγωνίοις. Τοῦ

δὲτιταίνειν ἄχρηστον θέμα τῶ, καθάπερ οὐ χρηστὸν οὐδὲ τὸ τῶ, τὸ λαμβάνω, ἐξοὗ τὸ

«Κύκλωψ τῆ πίε οἶνον». ἐκ δὴ τοῦ προτέρου τῶ παράγωγα ἓν μὲν τένω,ἐξ οὗ τὸ τείνω,

ὡς κτένω κτείνω· καὶ ἔστι καὶ ὁ τένων ἐκ τοῦ τένω· ἕτερον δὲταίνω διὰ διφθόγγου, ὡς

ῥῶ ῥαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω·ὅθεν φῦλον δαιμόνιον οἱ Τιτᾶνες.] (ῃ.

386 σ.) Ὅτι προαναφώνησις τὸ «οὐ γὰρ 1.372 παυσωλὴ ἔσται οὐδ' ἠβαιόν, εἰ μὴ νὺξ

ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν». οὕτωγὰρ μέλλει διασκευάσαι τὴν μάχην ὁ ποιητὴς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

237

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!