18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἠπειλήσατο, ὁ δὲ Ἀγαμέμνων καὶἄταφον ῥιφῆναί φησι τὸν θανόντα καὶ μηδέν τι αὐτῷ

ἄρκιον γενέσθαι, ἤγουνἐπαρκέσαι, εἰς τὸ μὴ γενέσθαι κατάβρωμα κυνῶν τε καὶ οἰωνῶν,

ὅπερ ἕλωρκύνεσι καὶ οἰωνοῖσιν ἐν τῇ ἀρχῇ τῆς Ἰλιάδος εἶπεν ὁ ποιητής. (ῃ. 381) Ἰστέον

δὲ ὅτι καὶ ἐν ἄλλοις εὑρίσκεται ὁ ποιητὴς πρὸ τοῦ πολέμου παρεισάγων

δειπνοποιουμένους τοὺς στρατιώτας. ἔστι δὲ δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὥς φασινοἱ

παλαιοί, ὃ κατ' ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται καιροῦ, ὡς ἂν ἐντῷ πονεῖν

στηρίζοιντο τῇ τροφῇ· ὅθεν καὶ δεῖπνον τὸ τοιοῦτον πρωϊνὸν ἔμβρωμαλέγεται ἐπί τε

ἀνθρώπων, ὡς τὸ «ἔρχεσθ' ἐπὶ δεῖπνον» καὶ ἐπὶ ἀλόγων, ὡς τὸ»εὖ δέ τις ἵπποισι δεῖπνον

δότω», παρὰ τὸ δεῖν πονεῖν. ∆ῆλον δὲ ὅτι δεῖπνονκαὶ τὸ πρὸς ἑσπέραν ἐλέγετο, ὡς καὶ

παρ' Εὐριπίδῃ ἐν Ἑκάβῃ· καὶ ἁπλῶς δὲπᾶσα τροφή. Τὸ δὲ παρ' Αἰσχύλῳ «ἄριστα δεῖπνα

δόρπα θ' αἱρεῖσθαι τρία»,[ἢ μάλιστα «τρίτα» κατὰ τοὺς παλαιούς,] κακῶς ῥηθῆναι

κρίνουσιν οἱ παλαιοί.οὐδὲ μνηστῆρες γάρ, φασίν, οὐδὲ Κύκλωψ τρισὶ τροφαῖς ἐχρῶντο.

περὶ δὲ τούτου 1.369 ῥηθήσεται καὶ ἀλλαχοῦ, ἔνθα καὶ περὶ δόρπου καὶ ἀρίστου

λεχθήσεται.Ἰστέον δὲ καὶ ὅτι τὸ «νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα»

ἐπαίχθη εὐφυῶς πρός τινος τῶν παλαιῶν ἐπί τινων δαιτυμόνων εἰωθότων ἐναὐτῷ τῷ

πότῳ κινεῖν μεγάλας ἔριδας. Ἔφη γὰρ ἐκεῖνος πρὸς τοὺς τοιούτουςτὸν Ὁμηρικὸν

τοῦτον στίχον σκώπτων εἰς τὸ φιλόνεικον καὶ οἱονεὶ λέγων, ὅτιἔρχεσθε ἐπὶ δεῖπνον, ὡς

ἂν μάχην κινήσωμεν. [Ἐξ οὗ συντελεῖταί τι καὶ εἰς τὸτὴν μέθην καλεῖσθαι θώρηξιν διὰ

τοῦ κατ' ἀρχὴν ˉω μεγάλου καὶ ˉη παραλήγοντος, ὡς τῶν μεθυόντων ἑτοίμως ἐχόντων

καὶ θώρηκας φορεῖν καὶ ὅπλααἴρειν ἐπὶ πληγαῖς· ὧν αἴνιγμα καὶ τὸ κερασφόρον ταῦρον

ἐπονομάζεσθαι τὸν ∆ιόνυσον. Καὶ μήν τινες τὴν ῥηθεῖσαν θώρηξιν, περὶ ἧς καὶ ἀλλαχοῦ

δηλοῦται,διὰ τοῦ ˉο μικροῦ καὶ τοῦ ˉι γράφουσιν, ἢ ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ, οὗ

παράγωγονθορίσσω, ὡς φοινίσσω, δεδίσσω–θοῦροι γὰρ καὶ ὁρμητίαι οἱ τῇ μέθῃ

κάτοχοικαὶ ποιητικῶς εἰπεῖν «θοῦριν ἐπιειμένοι ἀλκήν»–ἢ καὶ ἀπὸ τοῦ θορός, τὸζωϊκὸν

σπέρμα· φίλοιφον γὰρ τὸ μεθύον. ∆ιὸ οὐ μόνον οἱ ὀχευτικοὶ Σιληνοὶ καὶ Σάτυροι τῷ

∆ιονύσῳ οἴνῳ ἀνεῖντο, ἀλλὰ καὶ ὁ τὴν αἰδῶ πολὺς Πρίηπος, ὃς καὶεἰς ἐπίθετον τῷ

∆ιονύσῳ ἔκειτο, καθὰ γράφει Ἀθήναιος.] Τὸ δέ «συνάγεινἌρηα» διὰ τὰ δύο

στρατεύματα τὰ ἐναντία εἴρηται, ὧν συναγομένων ἡ μάχηἀρτύνεται. ἄλλως γὰρ

ῥήγνυσθαι ὁ πόλεμος λέγεται οὐ μόνον ὑπὸ ῥηξήνορόςτινος, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς

συμβολαῖς, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ καὶἄλλων ἀλλαχοῦ μαχομένων· ἐρράγη γοῦν

μάχη. καὶ συρρῆξαι καὶ ῥαγῆναιπόλεμόν φασιν οἱ ῥήτορες. ἐναντίον δὲ τὸ συνάγειν καὶ

τὸ διακρίνειν. πρωῒ μὲνοὖν ὁ βασιλεὺς πόλεμον συνάγειν θέλει, νυκτὸς δὲ ἐλθούσης

διακρινεῖ αὐτόν.(ῃ. 382) Τὸ δέ «εὖ δόρυ θηξάσθω, εὖ ἀσπίδα θέσθω, εὖ πολέμοιο

μεδέσθω»ὡράϊσται κατὰ κάλλος ῥητορικὸν συμπλακέντων ἐνταῦθα δύο σχημάτων

περικαλλῶν, ἐπαναφορᾶς τε καὶ παρισώσεως. Ἔστι δὲ ἐπαναφορὰ μὲν τὸ εἰς τὴναὐτὴν

λέξιν ἐπανιέναι, οἷον ἐνταῦθα εἰς τὸ εὖ· τετράκις γὰρ ἐν ἀρχῇ στίχωνκεῖται τὸ εὖ.

τοιοῦτον δὲ καὶ τὸ «ἱδρώσει τελαμών, ἱδρώσει δὲ ἵππος». Πάρισονδὲ τὸ ἐν τῷ τέλει τῶν

λέξεων ὁμοιοτέλευτον, οἷον τὸ θηξάσθω, θέσθω, μεδέσθω. ∆όρυ δὲ νῦν μὲν τὸ

πολεμικόν, ἄλλως δὲ δόρυ ἁπλῶς πᾶν ξύλον καὶ αὐτὸ τὸ ἐνδένδροις, ὡς τὸ «οὐ γάρ πω

τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης». γίνεται δέ, ὥσπερ 1.370 ξύλον ἀπὸ τοῦ ξύω, οὕτω δόρυ

ἀπὸ τοῦ δέρω, ὃ καὶ τὸ ξύω δηλοῖ· ὅθεν καὶδρύπτεσθαι τὸ ξέεσθαι ἀπὸ τοῦ δόρυ

δορύπτω καὶ συγκοπῇ δρύπτω. ἐντεῦθενκαὶ δορίδες κατὰ Αἴλιον ∆ιονύσιον μαγειρικαὶ

τράπεζαι. [∆ῆλον δὲ ἐνταῦθαὡς δόρυ θήγεται οὐ τὸ ξύλον αὐτό, ἀλλ' ἡ ἐν ἄκρῳ σιδηρᾶ

ἐπιδορατὶς λαχοῦσαὡς μέρος τὸ καὶ αὐτὴ καλεῖσθαι δόρυ, καλουμένη ἐν κυριολεξίᾳ καὶ

αἴχμηπαρὰ τὸ αἷμα χέειν τῇ ὀξύτητι. ὅθεν ἡ τραγῳδία τολμήσασα «αἰχμὴν βέλεος»εἶπε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

236

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!