18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

φησὶ γάρ, ὡς οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο χερσὶν ὑφ'ἡμετέρῃσιν ἁλοῦσά τε

περθομένη τε, ἤγουν ὑπὸ τῶν ἡμετέρων χειρῶν. ὡς δὲταὐτολογεῖται τὸ «ἁλοῦσά τε

περθομένη τε» καὶ ὡς ἠμύειν τὸ ἐπικλίνεσθαι καὶ 1.367 καταπίπτειν ἐστί, πολλαχοῦ

φανεῖται. Τὸ δέ «τάχ' ἠμύσειε» παλαιὸν μὲνἄνδρα οὐκ ἂν παρήγαγεν, ὡς ἐθάδα τῶν

τοιούτων· τοῦ δὲ νῦν γένους τινὲςπλανηθεῖεν ἂν δοκοῦντες ἀκούειν τάχει, εἶτα κατ'

ἰδίαν μύσειε, νόμῳ δηλαδὴσχεδικῷ.] (ῃ. 377 ς.) Ὅτι ὁ ποιητής, ὡς ἀλλαχοῦ φαίνεται,

κατὰ ποσά τινα διαστήματα μέμνηται τοῦ Ἀχιλλέως, ἐν λόγῳ πολλῷ τὸν ἄνδρα

τιθέμενος καὶθέλων μὴ ἀπαλιφῆναι τὴν αὐτοῦ μνήμην τῆς ψυχῆς τῶν ἀκροατῶν. ποιεῖ

γοῦνκαὶ ἐνταῦθα τὸν βασιλέα λέγοντα, ὅτι ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα

εἵνεκακούρης. ἔνθα καὶ ὁμολογεῖ, ὅτι ἐγὼ ἦρχον χαλεπαίνων. οὐ σπεύδει μέντοι

πρὸςκαταλλαγὴν διά τε τὸ μὴ ἐπικεῖσθαι ἀνάγκην καὶ διότι καὶ πέποιθε τῷ ὀνείρῳ.Ὅρα

δὲ ὅτι οὐκ ἄλλο τι ἑαυτὸν τῆς ἔριδος ὁ βασιλεὺς ᾐτιάσατο, ἀλλ' ὅτι μόνοναὐτὸς

κατήρξατο χαλεπαίνων. τὴν γὰρ αἰτίαν τοῦ ἀπράκτως ἐρίσαι τῷ ∆ιῒἀνέθετο εἰπών·

[«ἀλλά μοι Ζεὺς ἄλγε' ἔθηκεν,] ὅς με μετ' ἀπρήκτους ἔριδας καὶνείκεα βάλλει». ἐνταῦθα

δὲ παρασημειοῦνται οἱ παλαιοί, ὅτι εὐεπίφοροι κατὰθεοῦ οἱ ἀτυχεῖς. (ῃ. 378) Ὅρα δὲ τὸ

ἐξ ὁμωνυμίας τοῦ ἄρχειν ἀστεῖον νόημαἐν τῷ «ἐγὼ δ' ἦρχον χαλεπαίνων». οἱονεὶ γὰρ

λέγει, ὅτι οὐκ ἦρχον πολεμῶν ἢπαρατασσόμενος οἷα βασιλεὺς κατὰ τὸ «ἄρχευ

Ἀργείοισιν», ἀλλὰ προκατῆρξατοῦ χαλεπαίνειν. τὸ δὲ τοιοῦτον ἄρχειν καὶ κατάρχειν

λέγεται παρὰ τοῖςὕστερον καὶ ὑπάρχειν, ἐξ οὗ καὶ ἡ ὑπαρχή. καὶ Ὅμηρος μὲν μετοχῇ

αὐτὸσυνέταξεν, οἱ δὲ μεθ' Ὅμηρον καὶ γενικῇ αὐτὸ συντάσσουσιν, οἷον· ἄρχωἀπειλῆς ἢ

μάχης. ἔστι δ' ὅτε παθητικῶς προφέροντες καὶ αἰτιατικὴν ποιοῦσινἐν αὐτῷ σύνταξιν,

οἷον καὶ τὸ «κατάρχομαι νόμον Βακχεῖον». (ῃ. 379 ς.)Ὅτι φαίνεται ὁ βασιλεὺς δύσελπις

ἤδη ὢν εἰς τὴν τῆς Ἰλίου ἅλωσιν διὰ τὸ μὴ πανσυδίῃ, ὡς προείρηται, εἰς μάχην ἐξιέναι

κατὰ τὸν ὄνειρον ἤγουν πανστρατιᾷ.φησὶ γοῦν ὅτι, «εἴ ποτε ἔς γε μίαν βουλεύσομεν,

οὐκέτ' ἔπειτα Τρωσὶν ἀνάβλησιςκακοῦ ἔσεται οὐδ' ἠβαιόν». ὥστε φόβος αὐτὸν ὕπεισιν

ἀναβολῆς ἄρτι, ἐπείπερεἰς μίαν οὐ βουλεύουσι λειπόντων τῶν Μυρμιδόνων. καὶ ὅρα τὸ

μίαν· ἀπὸκοινοῦ γὰρ ἐνταῦθα ληπτέον ἐκ τοῦ βουλεύειν ῥήματος ὄνομα τὴν βουλήν,

ἵναλέγῃ ὅτι εἰς μίαν βουλὴν βουλεύσομεν. Ἀνάβλησιν δὲ λέγει τὴν ἀναβολὴν

καὶπαράτασιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὃ δηλοῖ τὸ ἀργεῖν. [Ἰστέον δὲ ὡς οἴδασι

μὲνἀνάβλησιν οἱ βλῆσιν λέγοντες, ἀφ' ἧς παρ' αὐτοῖς τὸ βλησείδιον. πλὴν κοινότερονἡ

ἀνάβλησις ἀναβολὴ λέγεται, ὅθεν ὁ ἀμβολιεργός.] (ῃ. 381–4) Ὅτι ὀτρύνων 1.368

στρατηγικῶς ὁ Ἀγαμέμνων εἰς μάχην τοὺς Ἕλληνας οὕτω φησίν· «ἔρχεσθ' ἐπὶ δεῖπνον,

ἵνα ξυνάγωμεν Ἄρηα· εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδαθέσθω, εὖ δέ τις ἵπποισι

δεῖπνον δότω, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιομεδέσθω». καὶ αἰτίαν τῆς τοιαύτης

παραγγελίας ἐπάγει τοιαύτην· (ῃ. 385–7)»ὡς ἂν πανημέριοι στυγερῷ κρινώμεθα Ἄρηϊ»,

οὗπερ μὴ γενέσθαι φησὶπαῦσίν τινα, «εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν»,

ἑρμηνεύων οὕτωτὸ πανημέριοι. εἶτα διασκευάζει καὶ τὸν ἐν τῇ μάχῃ μόχθον, εἰπών· (ῃ.

388–90)»ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσσιν ἀσπίδος ἀμφιβρότης, περὶ δ'

ἔγχεϊχεῖρα καμεῖται· [ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων».] εἶτα

βασιλικῶςἐπισφραγίζων φόβῳ κολάσεως τὴν συμβουλήν φησιν· (ῃ. 391–3) «Ὅν δ'

ἂνἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱἄρκιον

ἐσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς». καθάπερ γὰρ δίκαιον θάνατον πρὸμικροῦ ὁ Νέστωρ

τῷ λειποτάκτῃ ὥρισεν, οὕτω κἀνταῦθα ὁ βασιλεύς. λειποτάκτης γὰρ οὐ μόνον ὁ πρὸ

τῶν ἄλλων φεύγων, καθάπερ ἐκεῖ, ἀλλὰ καὶ ὁ τῶνἄλλων μαχομένων αὐτὸς μένων ἐν

ταῖς σκηναῖς. Αὐστηρότερον δὲ τὸ τοῦβασιλέως. ὁ Νέστωρ μὲν γὰρ θάνατον ἁπλῶς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

235

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!