18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἰστέον καὶ ὅτι τὸ θεσπεσίῃ οὐ μόνον ἔλλειψιν,ὡς ἐρρέθη, ἔχει τοῦ βουλῇ ἢ γνώμῃ ἢ

κελεύσει, ἀλλὰ καὶ ἄλλως ἑρμηνεύεταιἀντὶ τοῦ θεσπεσιότητι, θειότητι.] (ῃ. 370) Ὅτι

ἔστιν ἰδεῖν τὸ τοῦ βασιλέωςφιλάληθες ἐν τῷ «ἦ μὴν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας

Ἀχαιῶν». οὐ γὰρ ἐν πᾶσιπάντων ὑπερτίθησι τὸν Νέστορα, ἀλλ' ἐν μόνῃ τῇ ἀγορᾷ ἤτοι

τῇδημηγορίᾳ. οἶδε γὰρ ὅτι, ὡς καὶ προεγράφη, Ὀδυσσεὺς μὲν κεχαρισμένα εἶπετῷ δήμῳ,

Νέστωρ δὲ τῷ βασιλεῖ· καὶ Ὀδυσσεὺς μὲν ὅτι δεῖ μένειν καὶ μὴφεύγειν εἰσηγήσατο, ὁ δὲ

Νέστωρ καὶ τί δεῖ πράττειν μένοντας ἐδημηγόρησετάξας τε καὶ ἀναθαρρύνας εἰς

πόλεμον· καὶ Ὀδυσσεὺς μέν, καίτοι προκαταλαβὼν τὰ νοήματα, ὅμως οὐχ' οὕτω σεμνῶς

πάνυ ἐλάλησεν, ὁ δὲ Νέστωρ δεύτεροςἐλθὼν οὕτω δυνατὸς ἐφάνη, ὥστε ἀπὸ τῶν αὐτῶν

τόπων ὡρμημένος οὐ μόνονὑψηλότερον ἐδημηγόρησεν, ἀλλὰ καὶ ἄλλα ἔδοξεν εἰπεῖν.

διὸ καὶ ἐκεῖνον μὲν ὁὄχλος ἐπῄνεσεν ὡς οἷα φιλόδημον, τὸν δέ, καθὰ ἐρρέθη, ὡς

φιλοβασιλέα ὁφιλούμενος βασιλεὺς ὑπερθεὶς αὐτὸν πάντων Ἀχαιῶν κανόνι τοιούτῳ· Ὁ

Ὀδυσσεὺς Ἑλλήνων σοφώτερος, Νέστωρ δὲ καὶ αὐτοῦ Ὀδυσσέως καὶ πάντωνἄρα τῶν

Ἀχαιῶν. Ὅρα δὲ τὸ «γέρον» οὐ μάτην λεχθέν, ἵνα δείξῃ τὴν αἰτίαν τοῦ πάντας νικᾶν

αὐτὸν τῇ ἀγορᾷ. εἰ γὰρ γέρων καὶ πολύπειρος· Ἐμπειρία δὲμήτηρ φρονήσεως. Σημείωσαι

δὲ ὅτι σοφωτέρα μὲν ἡ δημηγορία τοῦ Νέστορος,λυσιτελεστέρα δὲ ἡ τοῦ Ὀδυσσέως

ἐνέργεια τοῦ καὶ κατασχόντος τοὺς Ἕλληνας καὶ δόντος καιρὸν δημηγορίας τῷ

Νέστορι. διὸ καὶ Ὅμηρος ἐθείασεν αὐτὸν ἐντῷ εἰπεῖν «μῦθον ἐπαινήσαντες Ὀδυσσῆος

θείοιο». καὶ ὅτε δὲ εἴπῃ τὸν μὲν 1.366 Νέστορα δίχα ἐπιθέτου ἐν τῷ «Νέστορα μὲν

πρώτιστον», τὸν δὲ Ὀδυσσέαμετὰ ἐπαίνου ἐν τῷ «ἕκτον δὲ Ὀδυσσῆα, ∆ιῒ μῆτιν

ἀτάλαντον», ἐμφαίνει ὡς ὁμὲν Ἀγαμέμνων τὸν Νέστορα τιμᾷ, αὐτὸς δὲ ὁ ποιητὴς τὸν

Ὀδυσσέα κρείττονα ἥγηται, εἰς ὃν καὶ βιβλίον ὅλον ἐποίησε, τὴν Ὀδύσσειαν. [Ὅρα δὲ

ὅτι ἐνταῦθα μὲν ἠθικῶς ὡς ἐν θαύματι κεῖται τὸ «ὦ γέρον», ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳ τὸ μέν

«μήσε, γέρον, κιχείω» ἐνταῦθα βαρύτητα σκωπτικὴν εἶχε· τὸ δέ «ἔδδεισε δ' ὁγέρων»

οἴκτῳ κέκραται.] (ῃ. 371 ς.) Ὅτι ὁ βασιλεὺς ἀποδεξάμενος τὴν τοῦ Νέστορος συμβουλὴν

εὔχεται οὕτως· «εἴθε τοιοῦτοι δέκα μοι συμφράδμονεςεἶεν Ἀχαιῶν». καὶ ἔστιν ὁ λόγος

χρήσιμος εἰς ἐγκώμιον συμβούλου χρηστοῦ.κατηνέχθη δέ, φασίν, ἐπὶ ταύτην τὴν εὐχὴν

ὁ βασιλεύς, ἵνα τῇ τοῦ ἐπαίνουὑπερβολῇ προτρέψῃ τοὺς Ἀχαιοὺς πείθεσθαι ταῖς τοῦ

γέροντος παραινέσεσι. Τὸ δέ «τοιοῦτοι συμφράδμονες» ἀντὶ τοῦ οἷς ἡ αὐτὴ ἕξις τοῦ

λόγου· οὐ μὴν οἱτὰ αὐτὰ συμβουλεύοντες. τίς γὰρ χρεία, φασί, τῶν δέκα ἢ τῶν

πλειόνων, ἐὰνἀπαραλλάκτως ἔχουσα οὐδὲν αὐτοῖς διοίσει ἡ συμβουλή. Σημειοῦνται δὲ

οἱπαλαιοὶ ἐν τούτοις καί, ὅτι δῆλός ἐστιν ὁ ποιητὴς προτιμώμενος τὰ ψυχικὰ

τῶνσωματικῶν. ἐνταῦθα μὲν γὰρ δέκα Νέστορες ἐπαρκέσουσι τῷ βασιλεῖ πρὸς τὴντῆς

Ἰλίου ἅλωσιν· τοὺς δὲ Αἴαντας ὀτρύνων εἰς πόλεμον οὐκ ἀριθμῷ τινιστενοχωρεῖ, ἀλλὰ

εὔχεται, ἵνα τοῖος πᾶσιν Ἀχαιοῖς θυμὸς ἐνὶ στήθεσι γένοιτο·μονονουχὶ λέγων, ὅτι

Νέστορες μὲν αὐτῷ ἐὰν δέκα γένοιντο, ταχὺ ἂν ἡ πόλιςτοῦ Πριάμου πέσοι χερσὶν ὑφ'

ἡμετέραις ἁλοῦσα· Αἴαντες δὲ οὐ μετρητοί τινεςἐξαρκέσουσιν, ἀλλὰ χρὴ πᾶν τὸ

στράτευμα κατὰ τοὺς Αἴαντας εἶναι. Ὑπερτίθησιν οὖν τῆς ἀνδρίας τὴν φρόνησιν, καθὰ

καὶ Εὐριπίδης φησί· «σοφὸν ἓνβούλευμα τὰς πολλὰς χεῖρας νικᾷ». Σκοπητέον δέ, εἰ ἐξ

Ὁμήρου εἴληφε τὴνἀρχὴν ὁ κατὰ κόκκους ῥοιᾶς εὐξάμενος ἑαυτῷ εἶναι Μεγαβύζους.

Ἀγαμέμνονοςγὰρ δέκα εὐξαμένου ἔχειν ἄνδρας κατὰ Νέστορα, τῶν τις παρὰ

Ἡροδότῳβασιλέων ἁδρὰν ῥοιὰν ἀνασχίσας καὶ ἐρωτηθείς, τί ἂν τῶν τιμίων ἔχειν

βούλοιτο,κατὰ ποσότητα τῶν τῆς ῥοιᾶς κόκκων, Μεγαβύζους εἶπε ἐθέλειν

αὑτῷτοσούτους εἶναι. μέγας δὲ ἦν καὶ λόγου πολλοῦ ἄξιος ἀνὴρ ὁ Μεγάβυζος παρ'αὐτῷ.

(ῃ. 373 ς.) [Κεῖται δ' ἐν τούτοις καὶ ἡ ˉὑˉπˉο πρόθεσις μετὰ δοτικῆς λόγῳἀντιπτώσεως.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

234

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!