18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ξενοφῶνἀξιῶν δεῖν εἶναι ξυσκηνοῦν τοὺς στρατιώτας, ἀλλὰ μάλιστα τὸ καὶ

πατριώταςκαὶ ὁμοφύλους ὑπάρχειν τοὺς συσκηνοῦντας, ὅπερ ὁ Ὁμηρικὸς Νέστωρ

οἶδεφιλεῖν παραδιδοὺς αὐτὸ καὶ τοῖς εἰσέπειτα.] (ῃ. 367) Ὅρα δὲ ὅπως τὴν Τροίανδίχα

τινὸς ἐπιθέτου πόλιν ὠνόμασε καὶ γέγονεν ἀρχὴ τῷ φιλομήρῳ Ἀλεξάνδρῳτοῦ τὴν κατ'

αὐτὸν Ἀλεξάνδρειαν οὕτω καλέσαι. φέρεται γὰρ ἱστορία πόλιν τὰς 1.364 ἀρχὰς αὐτὸ

τοῦτο δίχα προσθήκης κατ' ἐξοχὴν κληθῆναι τὴν Ἀλεξάνδρειαν.καὶ τάχα διὰ τοῦτο καὶ

Ὀδυσσεὺς παρὰ τῷ ποιητῇ πτολίπορθος, οὐχ' ὡς πολλῶνπόλεων πορθητής–τοῦτο γὰρ

μᾶλλον τῷ Ἀχιλλεῖ πρέπον, ὡς προγέγραπται–ἀλλ' ὡς πορθητὴς διὰ τοῦ δουρείου ἵππου

τῆς ἰδίως οὕτω λεγομένης πόλεως,ἤτοι τῆς Τροίας. (ῃ. 360) Ἰστέον δὲ ὅτι ἐκ τοῦ «ἀλλ'

ἄναξ», ὅπερ ἐνταῦθα παρὰτῷ ποιητῇ κεῖται, ἀρχή τις ἐξοδίου κιθαρῳδικοῦ τὸ «ἀλλὰ

ἀλλ' ἄναξ», ὡςἱστορεῖ Αἴλιος ∆ιονύσιος, ὥσπερ, φησί· κωμικοῦ μὲν ἥδε·

«καλλιστέφανος»,ῥαψῳδοῦ δὲ αὕτη· «νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε»,

τραγικοῦδέ «πολλαὶ μορφαὶ τῶν δαιμονίων». (ῃ. 362) Ἰστέον δὲ ὅτι τὸ «κρῖνε

κατὰφῦλα» ταὐτόν ἐστι τῷ φυλοκρίνει, ὃ συνέθεντο οἱ μεθ' Ὅμηρον, καὶ ὅτι ἐξὉμήρου

παραφράσας Εὐριπίδης ἔφη τὸ «χωρίζουσι δ' ἀλλήλων λόχους», ὅπεροὐδὲν ἀπέοικε

κατὰ νοῦν τοῦ φῦλα κρίνουσιν ἀνδρῶν· καὶ ὅτι τὸ φρήτρη τινὲςμὲν ἀπὸ τοῦ φατρία

παράγουσι κατὰ πλεονασμὸν τοῦ ˉρ καὶ συγκοπήν· ἄλλοιδὲ προτερεύειν φασὶ τὴν

φρατρίαν μετὰ τῶν δύο ˉρ, καὶ ἀπ' αὐτῆς γίνεσθαι τὴνφατρίαν ἀποβολῇ τοῦ πρώτου ˉρ,

λέγεσθαι δὲ ἐκ μὲν τῆς φρατρίας τοὺς φράτοραςἤτοι τοὺς συγγενεῖς καὶ συμφυλέτας καὶ

τὴν φρήτρην τὴν αὐτὴν οὖσαν τῇ φρατρίᾳ, ἥτις ἐστὶ τρίτον φυλῆς λεγομένη καὶ

τριττύς, ὡς προείρηται· ἀφ' ἧςφρήτρης καὶ ἀφρήτωρ παρὰ τῷ ποιητῇ, ὁ μεμονωμένος

συγγενείας καὶ μὴἔχων φρήτρην, καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς φράτωρ καὶ φράτιον τόπος,

ἐν ᾧ οἱτῆς αὐτῆς φρατρίας συνήγοντο. καὶ ταῦτα μὲν ἐκ τῆς φρατρίας. ἀπὸ δέ γε

τῆςφατρίας φατριάζειν ἀττικῶς τὸ εἰς τὸ αὐτὸ συνιέναι. Αἴλιος δὲ ∆ιονύσιος ἐν τῷκατ'

αὐτὸν ῥητορικῷ Λεξικῷ φησι· φατρία, ἣν Ἴωνες πατριάν. καὶ ὅτι φράτορεςοἱ τῆς αὐτῆς

φατρίας. οἱ δὲ ἀρχαῖοι φράτεράς φασι διὰ τοῦ ˉε, οὗ, φησίν, ἡ ὀρθὴφράτηρ. Ἐν ἑτέρῳ δὲ

ὁμοίῳ Λεξικῷ φέρεται, ὅτι φράτηρ Ἀττικοί φασιν, Ἴωνες δὲ διὰ τοῦ ˉω. οἱ δ' αὐτοὶ καὶ

φρήτρην, ὃ καὶ φρατρία λέγεται. ὅθενφρατρίζειν τὸ εἰς φρατρίαν συνιέναι. ἀλλαχοῦ δέ,

ὅτι τεσσάρων οὐσῶν ποτε φυλῶν Ἀθήνῃσι πρὸς μίμησιν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν εἰς

τρία ἑκάστην διεῖλον μέρη,ἤγουν εἰς φατρίας, ὅ ἐστι τριττῦς δώδεκα, καθ' ὁμοιότητα

τῶν μηνῶν· ἑκάστηνδὲ φατρίαν εἰς γένη τριάκοντα, καθάπερ ἡμέραι τριακόσιοι

ἑξήκοντα· ὅθεν καὶἦν τι σύστημα κοινωνικόν, οἱ γεννῆται, ὅ ἐστιν οἱ ἐκ τῶν γενῶν τῶν

συννενεμημένων εἰς τὰς φατρίας, ἤτοι τῶν ἐκ τοῦ αὐτοῦ γένους. καὶ ἦσαν οὗτοι,

καθάπερ 1.365 οἱ δημόται καὶ οἱ φράτορες, ἤδη δὲ καὶ οἱ πολῖται καὶ οἱ θιασῶται καὶ

οἱφυλέται καὶ οἱ λοχῖται καὶ οἱ ἐθνῖται καὶ οἱ δαιταλεῖς, νόμῳ τινὶ ἔχοντεςκοινωνίαν.

ἔχει δέ, φησί, τὸ μὲν γένος ἄνδρας τριάκοντα, ἑκάστη δὲ φατρία,εἴτ' οὖν τριττύς, γένη

τριάκοντα. Ἰστέον [δὲ ὅτι τε τὸ Ὁμηρικὸν κρίνειν, οἷον· «κρῖν' ἄνδρας» καὶ τὸν κριτὴν

ποιεῖ, ὃς συγκεχυμένους ταραχωδῶς τοὺςἀμφισβητοῦντας διαχωρίζει, καὶ ὅτι ἐκ τοῦ

«κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰφρήτρας» παραβολὴν Ὅμηρος ἐν τοῖς ἑξῆς πορίζεται,

καθ' ἣν εἰκάζει τὴν διὰτῶν ἡγεμόνων διάκρισιν τῆς στρατιᾶς, ὥστε διακοσμηθῆναι εἰς

μάχην πρὸςαἰπόλια διακρινόμενα ὑπὸ τῶν νομέων, ἐπειδὰν νεμόμενα γένωνται

ἀναμίξ·(ῃ. 360 ς.) Καὶ ὅτι σεμνύνας ὁ ῥήτωρ ἤδη τὸν βασιλέα καὶ ἐπὶ πᾶσιν εἰπὼν

τὸ»ἀλλ' ἄναξ», καὶ εὐθὺς καλλωπίσας γοργῶς ἐν τῷ «μήδεο καὶ πείθεο» καὶθαρρήσας,

οἷς ἐρρητόρευσε, συνιστᾷ εὐθὺς ἀξιωματικῶς ἑαυτὸν ἐπαγαγών,ὅπερ πᾶς] ὁ θαρρῶν εὖ

λέγειν εἴπῃ ἄν, [ἤγουν] τὸ «οὔτι ἀπόβλητον ἔπος ἔσσεται,ὅττι κεν εἴπω». (ῃ. 367) [Ἔτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

233

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!