Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δοκεῖ ἐκεῖνον πανάριστον εἶναι, ὃς ἑαυτῷ πάντα νοεῖ, πρὸς ἰδιώτην λαλοῦντι· δευτερεύειν δὲ τόν, ὃς ἂν ἑτέρῳ εὖ εἰπόντιπίθηται· εἰ καί τις ὕστερον μετέγραψεν, ὡς ἐκεῖνος μὲν πανάριστος, ὃς εὖεἰπόντι πίθηται, ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. Ὅμηρος δὲβασιλεῦσι νόμον τιθεὶς εἰς δύο μερίζει τὴν εὐβουλίαν αὐτοῖς, τήν τε ἰδίᾳ καθ'ἑαυτούς, ναὶ μὴν καὶ τὴν σὺν τοῖς βουλευταῖς. φησὶ γοῦν διὰ τοῦ Νέστορος·»ἀλλ', ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τε ἄλλῳ», εὖ δηλονότι μηδομένῳ·τοῦτο γὰρ ἀπὸ κοινοῦ. ἐντεῦθεν δὲ καὶ Ἡρόδοτος λαβὼν ἔφη τὸ «ἴσον, ὦβασιλεῦ, κέκριται φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι».Ὅρα δὲ ὅτι ὁ Νέστωρ οὐκ εἶπεν, ὡς ἐμοὶ πείθου, ἀλλὰ ἄλλῳ, ὅστις ἂν εἴηἐκεῖνος ὁ ἄλλος. (ῃ. 362 ς.) Καὶ εὐθὺς ἐπάγει τὴν συμβουλήν, ᾗτινι δέον ἐστὶπεισθῆναι τὸν βασιλέα, καί φησι· «κρῖνε ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας,Ἀγάμεμνον». εἶτα τίθησιν αἰτίαν τῆς ἀξιώσεως εἰπών· «ὡς φρήτρη φρήτρῃφινἀρήγῃ, φῦλα δὲ φύλοις», τουτέστι μὴ συγκεχυμένως ἔα τοὺς Ἕλληνας μάχεσθαι,ἀλλὰ πρῶτον μὲν κατὰ φῦλα τούτους δίελε, ὅ ἐστι κατὰ ἔθνη, οἷον τοὺς Κρῆτας ἰδίᾳ, ἐν μέρει τοὺς Ἀθηναίους, ἑτέρωθι τοὺς Σαλαμινίους καὶ τοὺς ἄλλους ὁμοίως. εἶτα δὴ αὖθις αὐτὰ τὰ φῦλα κρῖνε, τουτέστι διαχώριζε κατὰφρήτρας, ἤγουν κατά τινα τμήματα φυλετικὰ καὶ συγγενικά. φρήτρη γάρ,φασίν, ἐστὶν ἡ τριττὺς ἤγουν τὸ τρίτον τῆς φυλῆς, ἵνα μὴ μόνον τὰ ἑτερόφυλαφῦλα ἀλλήλοις ἀρήγῃ, ὡς ὑφ' ἑνὶ εὐρυκρείοντι τῷ Ἀγαμέμνονι ὄντα, ἀλλὰ καὶἕκασται φρῆτραι ἀλλήλαις διὰ τὸ σύμφυλον. ὡς βούλεσθαι τὸν Νέστορα 1.363 ἕκαστον μὲν φῦλον ἰδίᾳ τάττεσθαι, μὴ εἶναι δὲ τὸ ὅλον φῦλον ὑπὸ ἑνὶ μόνῳστρατηγῷ, ἀλλὰ κατὰ φρήτρας διαιρούμενον ἔχειν καὶ ὑποστρατήγους τινάς·εἷς γὰρ οὐκ ἂν ἐντελῶς δύναιτο πάντα ποιεῖν τὰ δέοντα. Σημείωσαι δὲ ἐκ τούτων,ὅτι ἔοικεν ἢ μὴ γενέσθαι μέχρι τοῦ νῦν συστάδην μάχην Ἀχαιοῖς τε καὶ Τρωσὶνἀλλὰ μόνον ἐκδρομάς τινας διὰ τὴν τοῦ Ἀχιλλέως πολεμαρχίαν καὶ τὸν ἐξἐκείνου φόβον–οὐ γὰρ ἂν ὁ Νέστωρ ἄρτι τοιαῦτα συνεβούλευεν, ἀλλ' ἦσανἂν ἐθάδες οἱ Ἕλληνες τῆς τοιαύτης διατάξεως–ἤ, εἰ καὶ ἐγένοντο μεγάλαιμάχαι, ἀλλ' οὐ κατὰ τὴν τάξιν ταύτην τοῦ γέροντος, οἷα τοῦ Ἀχιλλέως ἐξαρκοῦντος εἰς νίκην καὶ μόνου, κἂν ἄλλος ἔταττε τὰ στρατεύματα. Τὸ δὲ χρήσιμοντοῦ κατὰ φῦλα καὶ φρήτρας διακριθῆναι τοὺς Ἕλληνας οὐ μόνον, ὅτι πάντωςἂν εὐδοξεῖν σπουδάζοιεν παρὰ τοῖς εἰδόσιν ὁμοεθνέσι μαχόμενοι καὶ οὐκ ἂνοὐδὲ ὀκνηρῶς ἔχοιεν, ἵνα μὴ ἐλέγχοιντο, ἀλλὰ καὶ ὅτι καὶ οἱ κινδυνεύοντεςβοηθοῖντο ἂν ὑπὸ τῶν συμφυλετῶν. οὐ γὰρ περιορῷεν ἂν οἱ τοῦ αὐτοῦ φύλουτοὺς οἰκείους κακῶς πάσχοντας, ὅπερ ὁ ποιητὴς καὶ νῦν ἐδήλωσεν ἐν τῷ «ὡςφρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις». ἐξηγήσατο δὲ καὶ ἐν τῷ «μεμαῶτεςἀλεξέμεν ἀλλήλοις». (ῃ. 364–8) Ὁ δὲ Νέστωρ καὶ ἄλλως ἐπαινῶν ὡς ἀρίστηντὴν τοιαύτην τάξιν φησὶν ὅτι, ἐὰν οὕτω ποιήσῃς, καί τοι πείθωνται Ἀχαιοί,γνώσῃ ἂν, ὅστε τῶν ἡγεμόνων κακὸς ἢ ἐσθλός, ὅστε τῶν λαῶν ὁμοίως κακὸςἢ ἐσθλός. κατὰ σφέας γὰρ μαχέονται, τουτέστιν, ἐπεὶ καθ' ἑαυτοὺς διακεκριμένοι μέλλουσι μάχεσθαι, φανήσονται οἵ τε ἀγαθοὶ λαοί τε καὶ ἡγεμόνες καὶ οἱμὴ ἀγαθοί. καὶ τότε δὴ γνώσῃ, εἴτε θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶνκακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστιν, ἐὰν κατὰ φῦλα καὶ φρήτρας τάξαςτοὺς Ἕλληνας μηδὲν ἀνύσῃς, ἢ θεσπεσίᾳ, τουτέστι θείᾳ βουλῇ, τὴν πόλιν οὐκἀλαπάξεις, τῶν Ἀχαιῶν καλῶς δηλονότι πολεμησάντων, ἢ τῇ τῶν ἀνδρῶνκακότητι καὶ τῇ ἀπειρίᾳ τοῦ πολέμου, ἐὰν μὴ ὁλοψύχως δηλαδὴ ἢ καὶ ἀτέχνωςμαχέσωνται· ἡ μὲν γὰρ τάξις ἀρίστη· ἢ δὲ θεὸς ἔβλαψεν ἢ ὁ λαός. [Ἐνταῦθαδὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν γινώσκειν ἀλλήλους αἰσχύνεσθαι ποιεῖ,οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες. ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅπερ ἐπαινεῖ ὁ καλὸς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 232

Ξενοφῶνἀξιῶν δεῖν εἶναι ξυσκηνοῦν τοὺς στρατιώτας, ἀλλὰ μάλιστα τὸ καὶ πατριώταςκαὶ ὁμοφύλους ὑπάρχειν τοὺς συσκηνοῦντας, ὅπερ ὁ Ὁμηρικὸς Νέστωρ οἶδεφιλεῖν παραδιδοὺς αὐτὸ καὶ τοῖς εἰσέπειτα.] (ῃ. 367) Ὅρα δὲ ὅπως τὴν Τροίανδίχα τινὸς ἐπιθέτου πόλιν ὠνόμασε καὶ γέγονεν ἀρχὴ τῷ φιλομήρῳ Ἀλεξάνδρῳτοῦ τὴν κατ' αὐτὸν Ἀλεξάνδρειαν οὕτω καλέσαι. φέρεται γὰρ ἱστορία πόλιν τὰς 1.364 ἀρχὰς αὐτὸ τοῦτο δίχα προσθήκης κατ' ἐξοχὴν κληθῆναι τὴν Ἀλεξάνδρειαν.καὶ τάχα διὰ τοῦτο καὶ Ὀδυσσεὺς παρὰ τῷ ποιητῇ πτολίπορθος, οὐχ' ὡς πολλῶνπόλεων πορθητής–τοῦτο γὰρ μᾶλλον τῷ Ἀχιλλεῖ πρέπον, ὡς προγέγραπται–ἀλλ' ὡς πορθητὴς διὰ τοῦ δουρείου ἵππου τῆς ἰδίως οὕτω λεγομένης πόλεως,ἤτοι τῆς Τροίας. (ῃ. 360) Ἰστέον δὲ ὅτι ἐκ τοῦ «ἀλλ' ἄναξ», ὅπερ ἐνταῦθα παρὰτῷ ποιητῇ κεῖται, ἀρχή τις ἐξοδίου κιθαρῳδικοῦ τὸ «ἀλλὰ ἀλλ' ἄναξ», ὡςἱστορεῖ Αἴλιος ∆ιονύσιος, ὥσπερ, φησί· κωμικοῦ μὲν ἥδε· «καλλιστέφανος»,ῥαψῳδοῦ δὲ αὕτη· «νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε», τραγικοῦδέ «πολλαὶ μορφαὶ τῶν δαιμονίων». (ῃ. 362) Ἰστέον δὲ ὅτι τὸ «κρῖνε κατὰφῦλα» ταὐτόν ἐστι τῷ φυλοκρίνει, ὃ συνέθεντο οἱ μεθ' Ὅμηρον, καὶ ὅτι ἐξὉμήρου παραφράσας Εὐριπίδης ἔφη τὸ «χωρίζουσι δ' ἀλλήλων λόχους», ὅπεροὐδὲν ἀπέοικε κατὰ νοῦν τοῦ φῦλα κρίνουσιν ἀνδρῶν· καὶ ὅτι τὸ φρήτρη τινὲςμὲν ἀπὸ τοῦ φατρία παράγουσι κατὰ πλεονασμὸν τοῦ ˉρ καὶ συγκοπήν· ἄλλοιδὲ προτερεύειν φασὶ τὴν φρατρίαν μετὰ τῶν δύο ˉρ, καὶ ἀπ' αὐτῆς γίνεσθαι τὴνφατρίαν ἀποβολῇ τοῦ πρώτου ˉρ, λέγεσθαι δὲ ἐκ μὲν τῆς φρατρίας τοὺς φράτοραςἤτοι τοὺς συγγενεῖς καὶ συμφυλέτας καὶ τὴν φρήτρην τὴν αὐτὴν οὖσαν τῇ φρατρίᾳ, ἥτις ἐστὶ τρίτον φυλῆς λεγομένη καὶ τριττύς, ὡς προείρηται· ἀφ' ἧςφρήτρης καὶ ἀφρήτωρ παρὰ τῷ ποιητῇ, ὁ μεμονωμένος συγγενείας καὶ μὴἔχων φρήτρην, καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς φράτωρ καὶ φράτιον τόπος, ἐν ᾧ οἱτῆς αὐτῆς φρατρίας συνήγοντο. καὶ ταῦτα μὲν ἐκ τῆς φρατρίας. ἀπὸ δέ γε τῆςφατρίας φατριάζειν ἀττικῶς τὸ εἰς τὸ αὐτὸ συνιέναι. Αἴλιος δὲ ∆ιονύσιος ἐν τῷκατ' αὐτὸν ῥητορικῷ Λεξικῷ φησι· φατρία, ἣν Ἴωνες πατριάν. καὶ ὅτι φράτορεςοἱ τῆς αὐτῆς φατρίας. οἱ δὲ ἀρχαῖοι φράτεράς φασι διὰ τοῦ ˉε, οὗ, φησίν, ἡ ὀρθὴφράτηρ. Ἐν ἑτέρῳ δὲ ὁμοίῳ Λεξικῷ φέρεται, ὅτι φράτηρ Ἀττικοί φασιν, Ἴωνες δὲ διὰ τοῦ ˉω. οἱ δ' αὐτοὶ καὶ φρήτρην, ὃ καὶ φρατρία λέγεται. ὅθενφρατρίζειν τὸ εἰς φρατρίαν συνιέναι. ἀλλαχοῦ δέ, ὅτι τεσσάρων οὐσῶν ποτε φυλῶν Ἀθήνῃσι πρὸς μίμησιν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν εἰς τρία ἑκάστην διεῖλον μέρη,ἤγουν εἰς φατρίας, ὅ ἐστι τριττῦς δώδεκα, καθ' ὁμοιότητα τῶν μηνῶν· ἑκάστηνδὲ φατρίαν εἰς γένη τριάκοντα, καθάπερ ἡμέραι τριακόσιοι ἑξήκοντα· ὅθεν καὶἦν τι σύστημα κοινωνικόν, οἱ γεννῆται, ὅ ἐστιν οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας, ἤτοι τῶν ἐκ τοῦ αὐτοῦ γένους. καὶ ἦσαν οὗτοι, καθάπερ 1.365 οἱ δημόται καὶ οἱ φράτορες, ἤδη δὲ καὶ οἱ πολῖται καὶ οἱ θιασῶται καὶ οἱφυλέται καὶ οἱ λοχῖται καὶ οἱ ἐθνῖται καὶ οἱ δαιταλεῖς, νόμῳ τινὶ ἔχοντεςκοινωνίαν. ἔχει δέ, φησί, τὸ μὲν γένος ἄνδρας τριάκοντα, ἑκάστη δὲ φατρία,εἴτ' οὖν τριττύς, γένη τριάκοντα. Ἰστέον [δὲ ὅτι τε τὸ Ὁμηρικὸν κρίνειν, οἷον· «κρῖν' ἄνδρας» καὶ τὸν κριτὴν ποιεῖ, ὃς συγκεχυμένους ταραχωδῶς τοὺςἀμφισβητοῦντας διαχωρίζει, καὶ ὅτι ἐκ τοῦ «κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰφρήτρας» παραβολὴν Ὅμηρος ἐν τοῖς ἑξῆς πορίζεται, καθ' ἣν εἰκάζει τὴν διὰτῶν ἡγεμόνων διάκρισιν τῆς στρατιᾶς, ὥστε διακοσμηθῆναι εἰς μάχην πρὸςαἰπόλια διακρινόμενα ὑπὸ τῶν νομέων, ἐπειδὰν νεμόμενα γένωνται ἀναμίξ·(ῃ. 360 ς.) Καὶ ὅτι σεμνύνας ὁ ῥήτωρ ἤδη τὸν βασιλέα καὶ ἐπὶ πᾶσιν εἰπὼν τὸ»ἀλλ' ἄναξ», καὶ εὐθὺς καλλωπίσας γοργῶς ἐν τῷ «μήδεο καὶ πείθεο» καὶθαρρήσας, οἷς ἐρρητόρευσε, συνιστᾷ εὐθὺς ἀξιωματικῶς ἑαυτὸν ἐπαγαγών,ὅπερ πᾶς] ὁ θαρρῶν εὖ λέγειν εἴπῃ ἄν, [ἤγουν] τὸ «οὔτι ἀπόβλητον ἔπος ἔσσεται,ὅττι κεν εἴπω». (ῃ. 367) [Ἔτι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 233

δοκεῖ ἐκεῖνον πανάριστον εἶναι, ὃς ἑαυτῷ πάντα νοεῖ, πρὸς ἰδιώτην λαλοῦντι·

δευτερεύειν δὲ τόν, ὃς ἂν ἑτέρῳ εὖ εἰπόντιπίθηται· εἰ καί τις ὕστερον μετέγραψεν, ὡς

ἐκεῖνος μὲν πανάριστος, ὃς εὖεἰπόντι πίθηται, ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα

νοήσει. Ὅμηρος δὲβασιλεῦσι νόμον τιθεὶς εἰς δύο μερίζει τὴν εὐβουλίαν αὐτοῖς, τήν τε

ἰδίᾳ καθ'ἑαυτούς, ναὶ μὴν καὶ τὴν σὺν τοῖς βουλευταῖς. φησὶ γοῦν διὰ τοῦ

Νέστορος·»ἀλλ', ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τε ἄλλῳ», εὖ δηλονότι μηδομένῳ·τοῦτο

γὰρ ἀπὸ κοινοῦ. ἐντεῦθεν δὲ καὶ Ἡρόδοτος λαβὼν ἔφη τὸ «ἴσον, ὦβασιλεῦ, κέκριται

φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι».Ὅρα δὲ ὅτι ὁ Νέστωρ οὐκ

εἶπεν, ὡς ἐμοὶ πείθου, ἀλλὰ ἄλλῳ, ὅστις ἂν εἴηἐκεῖνος ὁ ἄλλος. (ῃ. 362 ς.) Καὶ εὐθὺς

ἐπάγει τὴν συμβουλήν, ᾗτινι δέον ἐστὶπεισθῆναι τὸν βασιλέα, καί φησι· «κρῖνε ἄνδρας

κατὰ φῦλα, κατὰ φρήτρας,Ἀγάμεμνον». εἶτα τίθησιν αἰτίαν τῆς ἀξιώσεως εἰπών· «ὡς

φρήτρη φρήτρῃφινἀρήγῃ, φῦλα δὲ φύλοις», τουτέστι μὴ συγκεχυμένως ἔα τοὺς

Ἕλληνας μάχεσθαι,ἀλλὰ πρῶτον μὲν κατὰ φῦλα τούτους δίελε, ὅ ἐστι κατὰ ἔθνη, οἷον

τοὺς Κρῆτας ἰδίᾳ, ἐν μέρει τοὺς Ἀθηναίους, ἑτέρωθι τοὺς Σαλαμινίους καὶ τοὺς ἄλλους

ὁμοίως. εἶτα δὴ αὖθις αὐτὰ τὰ φῦλα κρῖνε, τουτέστι διαχώριζε κατὰφρήτρας, ἤγουν

κατά τινα τμήματα φυλετικὰ καὶ συγγενικά. φρήτρη γάρ,φασίν, ἐστὶν ἡ τριττὺς ἤγουν

τὸ τρίτον τῆς φυλῆς, ἵνα μὴ μόνον τὰ ἑτερόφυλαφῦλα ἀλλήλοις ἀρήγῃ, ὡς ὑφ' ἑνὶ

εὐρυκρείοντι τῷ Ἀγαμέμνονι ὄντα, ἀλλὰ καὶἕκασται φρῆτραι ἀλλήλαις διὰ τὸ

σύμφυλον. ὡς βούλεσθαι τὸν Νέστορα 1.363 ἕκαστον μὲν φῦλον ἰδίᾳ τάττεσθαι, μὴ εἶναι

δὲ τὸ ὅλον φῦλον ὑπὸ ἑνὶ μόνῳστρατηγῷ, ἀλλὰ κατὰ φρήτρας διαιρούμενον ἔχειν καὶ

ὑποστρατήγους τινάς·εἷς γὰρ οὐκ ἂν ἐντελῶς δύναιτο πάντα ποιεῖν τὰ δέοντα.

Σημείωσαι δὲ ἐκ τούτων,ὅτι ἔοικεν ἢ μὴ γενέσθαι μέχρι τοῦ νῦν συστάδην μάχην

Ἀχαιοῖς τε καὶ Τρωσὶνἀλλὰ μόνον ἐκδρομάς τινας διὰ τὴν τοῦ Ἀχιλλέως πολεμαρχίαν

καὶ τὸν ἐξἐκείνου φόβον–οὐ γὰρ ἂν ὁ Νέστωρ ἄρτι τοιαῦτα συνεβούλευεν, ἀλλ' ἦσανἂν

ἐθάδες οἱ Ἕλληνες τῆς τοιαύτης διατάξεως–ἤ, εἰ καὶ ἐγένοντο μεγάλαιμάχαι, ἀλλ' οὐ

κατὰ τὴν τάξιν ταύτην τοῦ γέροντος, οἷα τοῦ Ἀχιλλέως ἐξαρκοῦντος εἰς νίκην καὶ

μόνου, κἂν ἄλλος ἔταττε τὰ στρατεύματα. Τὸ δὲ χρήσιμοντοῦ κατὰ φῦλα καὶ φρήτρας

διακριθῆναι τοὺς Ἕλληνας οὐ μόνον, ὅτι πάντωςἂν εὐδοξεῖν σπουδάζοιεν παρὰ τοῖς

εἰδόσιν ὁμοεθνέσι μαχόμενοι καὶ οὐκ ἂνοὐδὲ ὀκνηρῶς ἔχοιεν, ἵνα μὴ ἐλέγχοιντο, ἀλλὰ

καὶ ὅτι καὶ οἱ κινδυνεύοντεςβοηθοῖντο ἂν ὑπὸ τῶν συμφυλετῶν. οὐ γὰρ περιορῷεν ἂν

οἱ τοῦ αὐτοῦ φύλουτοὺς οἰκείους κακῶς πάσχοντας, ὅπερ ὁ ποιητὴς καὶ νῦν ἐδήλωσεν

ἐν τῷ «ὡςφρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις». ἐξηγήσατο δὲ καὶ ἐν τῷ

«μεμαῶτεςἀλεξέμεν ἀλλήλοις». (ῃ. 364–8) Ὁ δὲ Νέστωρ καὶ ἄλλως ἐπαινῶν ὡς

ἀρίστηντὴν τοιαύτην τάξιν φησὶν ὅτι, ἐὰν οὕτω ποιήσῃς, καί τοι πείθωνται

Ἀχαιοί,γνώσῃ ἂν, ὅστε τῶν ἡγεμόνων κακὸς ἢ ἐσθλός, ὅστε τῶν λαῶν ὁμοίως κακὸςἢ

ἐσθλός. κατὰ σφέας γὰρ μαχέονται, τουτέστιν, ἐπεὶ καθ' ἑαυτοὺς διακεκριμένοι

μέλλουσι μάχεσθαι, φανήσονται οἵ τε ἀγαθοὶ λαοί τε καὶ ἡγεμόνες καὶ οἱμὴ ἀγαθοί. καὶ

τότε δὴ γνώσῃ, εἴτε θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶνκακότητι καὶ ἀφραδίῃ

πολέμοιο, τουτέστιν, ἐὰν κατὰ φῦλα καὶ φρήτρας τάξαςτοὺς Ἕλληνας μηδὲν ἀνύσῃς, ἢ

θεσπεσίᾳ, τουτέστι θείᾳ βουλῇ, τὴν πόλιν οὐκἀλαπάξεις, τῶν Ἀχαιῶν καλῶς δηλονότι

πολεμησάντων, ἢ τῇ τῶν ἀνδρῶνκακότητι καὶ τῇ ἀπειρίᾳ τοῦ πολέμου, ἐὰν μὴ

ὁλοψύχως δηλαδὴ ἢ καὶ ἀτέχνωςμαχέσωνται· ἡ μὲν γὰρ τάξις ἀρίστη· ἢ δὲ θεὸς

ἔβλαψεν ἢ ὁ λαός. [Ἐνταῦθαδὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν γινώσκειν

ἀλλήλους αἰσχύνεσθαι ποιεῖ,οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες.

ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅπερ ἐπαινεῖ ὁ καλὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

232

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!