Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἴσως δὲ καὶ τὸ ἐνδέξια ταὐτόν ἐστι τῷ ἐπιδέξια· τοιοῦτονγάρ τι τὸ ἐνδέξια πᾶσιν οἰνοχοεῖν.] Ὡς δὲ καὶ δι' ἀστραπῶν ἐσημαίνετό τιμέλλον, δηλώσει μὲν καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· δηλοῖ δὲ δίχα τῶν ἄλλωνἱστοριῶν καὶ παροιμία ἡ λέγουσα «ὅτ' ἂν ἀστράψῃ δι' Ἅρματος». πόλις δὲ Βοιωτίας ἦν τὸ τοιοῦτον Ἅρμα, ὅπῃ γινομένης ἀστραπῆς ἦν τι σημεῖον, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται. (ῃ. 349) Ἡ δὲ λέξις τῆς ὑποσχέσεως σαφὴς μὲννοηθῆναι, ὑποδύσκολος δὲ ἐτυμολογηθῆναι. ἔστι γὰρ ὑπόσχεσις τὸ ὑπό τινοςοἷον σχεθῆναι· ἁλίσκει γάρ πως καὶ κατέχει τὸν ὑποσχόμενον ὁ τὴν ἐπαγγελίανδεξάμενος. διὸ καὶ ὑπίσχεσθαι καὶ ὑπισχνεῖσθαι τὸ ῥῆμα οἱονεὶ τὸ ὑπό τινοςἔχεσθαι. καὶ ἄλλως δὲ ὑπόσχεσις ἡ ὑπό τι προηγησάμενον σχέσις. πρῶτον μὲνγὰρ τὸ «εὐεργέτησόν με τυχόν», ὑπ' αὐτὸ δέ τις δευτέρα σχέσις καὶ ἀντοχὴ τοῦπροηγησαμένου προσώπου ἢ λόγου τὸ «εὐεργετήσω σε». ἔτι, ὥσπερ τὸ ὑπέσχεχεῖρα ἢ κεφαλὴν ἢ ἀκοήν, ἀντὶ τοῦ ὑπέθετο, οὕτω καὶ ὑπόσχεσις τὸ ἑαυτὸν ὑποθεῖναί τινα τῇ ἐκπληρώσει τῆς οἰκείας ἐπαγγελίας· ὅθεν κρειττόνως ἔστινεἰπεῖν, ὡς ἀντιληπτικὴ λέξις ἐστὶν ἡ ὑπόσχεσις· σχεῖν γὰρ τὸ λαβεῖν. διὸ ὑπόσχεσις ἡ ὑπόληψις ἤγουν τὸ χερσὶν ὑπολαβεῖν· ὅθεν τὸ «ὑπέλαβές με καὶ οὐκεὔφρανας τοὺς ἐχθρούς μου»· καὶ τὸ «τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου». εἰγοῦν οἱ ζητοῦντες προσπίπτειν λέγονται, ὑπίσχονται ἄρα καὶ ὑπολαμβάνουσιναὐτοὺς χερσὶν οἷον ἀντιληπτικαῖς οἱ κατανεύοντες ὑποσχετικῶς. Ἔτι ὥσπερὑποστῆναι τὸ ὑπό τινα στῆναι ὑπερειστικῶς, οὕτως ὑποσχεθῆναι τὸ ὑπό τινασχεῖν ἑαυτὸν ὁμοίως δι' ἀντίληψιν. διὸ καὶ ταὐτὸν παρὰ τῷ ποιητῇ ἔγνωσται τὸὑποστῆναι καὶ ὑποσχεθῆναι· ὅθεν ὁ ποιητὴς ὡς ἐν ἐτυμολογίας τρόπῳσυνεδύασεν αὐτὰ πρὸ ὀλίγου εἰπών «ὑπόσχεσιν ἥν περ ὑπέσταν». (ῃ. 353) Σημείωσαι δὲ ὅτι τὸ «ἀστράπτων ἐπιδέξια» σολοικοφανές ἐστι καὶ ἀκαταλλήλωςἔχει πρὸς σύνταξιν. τὸ γὰρ ἀκόλουθον οὕτως ἂν εἶχε· «φημὶ κατανεῦσαι τὸν ∆ία ἀστράπτοντ' ἐπιδέξια». ὁ δὲ ποιητὴς οὐχ' οὕτως ἐποίησεν, ἀλλὰ τελείανστιγμὴν θέμενος ἐν τῷ «Τρώεσσι φόνον καὶ κῆρα φέροντες», εἶτα ὡς ἀπ'ἄλλης ἀρχῆς ἀσυνδέτως ἀρχόμενός φησιν· «ἀστράπτων ἐπιδέξια» λείποντος 1.360 τοῦ ἦν ὑπαρκτικοῦ ῥήματος, ἵνα λέγῃ, ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. καὶὅρα ὅπως τὸ σολοικοφανὲς ἤτοι καινοπρεπὲς τοῦτο σχῆμα εἰς δέον τέθεικεν ὁποιητής, ἢ ἵνα, ὥσπερ τὸ νόημα, οὕτω καὶ τὸ σχῆμα ξενίσῃ τὸν ἀκροατήν,ἢ καὶ ἀρχαΐζων ἢ καὶ μιμούμενος ῥήτορα ἐναγώνιον νοήμασιν ἑαυτὸν ἀπασχολοῦντα καὶ τοῦ καταλλήλου τῆς συντάξεως μὴ διόλου φροντίσαντα καὶ διὰ τοῦτοκινδυνεύσαντα εἰπεῖν τι καὶ σολοικοφανέστερον, οὐ μὴν σολοικίσαντα, ὅτι μηδὲἄκων περιπέπτωκε τῇ καινότητι τῆς συντάξεως, ἀλλ' ἐπίτηδες ἐτεχνάσατο. Παράγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ σχήματά τινα πρὸς ὁμοιότητα τοῦ ποιητικοῦ,οὐ πάντῃ μὲν ὅμοια, ὅμως δὲ σολοικοφανῇ, οἷον τοῦ Εὐριπίδου τὸ «πάλαι δέ σ'ἐξερωτῆσαι θέλων, σχολή μ' ἀπεῖργε». τοῦτο δὲ παντελῶς ἀθεράπευτα σολοικίζει. τὸ δὲ Ὁμηρικόν, ὡς ἐρρέθη, διὰ στιγμῆς θεραπεύεται. ὅμοιον δὲ καὶ τὸ «ἐξὸνκαθεύδειν τὴν ἐρωμένην ἔχων», ἀντὶ τοῦ ἔχοντα. οὐκ ἔχει δὲ οὐδὲ τοῦτοθεραπείαν τινά. ὅτι δὲ πολλὰ καὶ παρ' ἄλλοις τῶν παλαιῶν ἀγαθῶν ῥητόρωνσολοικοφανῆ καὶ οὕτω καινοπρεπῆ, δηλοῦται σαφῶς καὶ ἐν τοῖς τοῦ Φιλοστράτου. οὐκ ἀπήλλακται δὲ τοιούτων οὐδὲ ἡ τραγῳδία, ὡς δηλοῖ τῶν Εὐριπίδουκαὶ τὸ «ἦν δ' ἔρις στρατηλάταις· οἱ μὲν πατάξαι τόνδε, οἱ δὲ τόνδε». καὶ τὸ»μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ' ἐπεστράτευσαν Ἀργεῖοιπόλει»· καὶ τὸ «πολλὰ δὲ πάλαι προκόψασα, οὐ πόνου πολλοῦ με δεῖ». [Καὶ Σοφοκλέους τὸ «ἀλλ', εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβών, ὅτου σε πόθος ἔχει».Ἐναίσιμα δὲ τὰ μὴ ἁπλῶς σημαντικά τινος φυσικῶς, οἷον ὑετοῦ ἢ ἀνέμου ἢχιόνος, ἀλλὰ αἴσης τῆς ἐν πρακτέοις ἀνθρωπίνοις, ἐφ' οἷς χρεία μαντείας.](ῃ. 355) Τὸ δέ «πὰρ Τρώων ἀλόχῳ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 230

κατακοιμηθῆναί τινα», ὡς καὶ πρὸ ὀλίγουγέγραπται, εἰς δέλεαρ τοῖς Ἕλλησι τοῦ ἔτι ἐν Τροίᾳ μένειν ὁ Νέστωρ προβάλλεται, δριμύτερόν τι τοῦ Ὀδυσσέως εἰπών. ὁ μὲν γὰρ Ὀδυσσεὺς αἰσχρὸν εἶπε κενεοὺς ἀπονοστῆσαι τοὺς Ἕλληνας, τουτέστι μὴ ἔχοντας ἁπλῶς λάφυρα,οἷς δήπου καὶ αἱ τῶν Τρώων ἄλοχοι συμπεριλαμβάνονται. ὁ δὲ Νέστωρ μόνωνἐμνήσθη τῶν γυναικῶν δριμέως, οὐ μόνον θυμῷ τῷ κατὰ τῶν Τρώων, οἷς μέγαπάντως εἰς κόλασιν τὸ τὰς γυναῖκας αὐτοῖς ὑπὸ τοῖς πολεμίοις γενέσθαι, ἀλλὰκαὶ ἐρεθίζων τὸ πλῆθος, ὅπερ ὡς ἐπὶ πολὺ τῶν τοιούτων ἡττᾶται καὶ μάλιστα,ὅταν εὐλογητὸς ᾖ ἡ ἡδονή, ὥς φασιν οἱ παλαιοί. καὶ νῦν μὲν οὕτω χαρίζεται τοῖςἝλλησιν ὁ Νέστωρ καὶ τοιοῦτον ἔπαθλον ὑπισχνεῖται τῷ μείναντι, παρακατιὼν 1.361 δὲ θάνατον, ὡς ἐλέχθη, ἀπειλεῖται τῷ ἁψομένῳ πρὸ τῶν ἄλλων τῆς νηός. ἀρετὴγάρ, φασί, ῥήτορος τὰ μὲν χαρίζεσθαι τοῖς τοιούτοις τῷ δήμῳ, τὰ δὲ καταπλήττειν ἀπειλῇ κολάσεων ἢ καὶ ἄλλως ἐκφοβεῖν· ὅπερ Ὀδυσσεὺς οὐκ ἐποίησεκεχαρισμένα μᾶλλον δημηγορήσας τοῖς Ἕλλησι. Φασὶ δὲ ἐνταῦθα οἱ παλαιοὶκαὶ ὅτι τὸ «πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι» δηλοῖ μὲν τὸἕκαστον τῶν Ἀχαιῶν Τρωϊκὴν σχεῖν παλλακήν. Ὀδυσσεῖ δὲ οὐκ ἔπρεπε ῥηθῆναι. διὸ καὶ παρῆκε μὲν αὐτὸ ἐκεῖνος. ἔδοξε γὰρ ἂν προσπαθῶς αὐτὸς ἔχειντὰ ἐς Ἀφροδίτην, ἐὰν κατακοιμήσεως Τρωϊκῶν ἀλόχων ἐμέμνητο. ὁ μέντοι Νέστωρ ἤδη ἀφυβρίσας διὰ τὸ βαθὺ γῆρας καὶ τῶν τοιούτων παυσάμενος οὐ διὰπάθος οἰκεῖον, ἀλλὰ διὰ τὸ ὑπερπαθεῖν τῶν Ἑλλήνων τοιαῦτα λέγειν δοκεῖ,ἀξιῶν δίκην τοῖς Ἀχαιοῖς δοῦναι τοὺς Τρῶας, ἐξ ὧν εἰς τὸν Μενέλαον αὐτοὶἐπλημμέλησαν ἐμπαροινήσαντες τῇ Ἑλένῃ. Ὅτι δὲ τὸ τινά καὶ ὅλως τὸ τίς ἔστιν ὅτε τῇ κατ' αὐτὸ ἀοριστίᾳ ἰσοδυναμεῖ πρὸς τὸ ἕκαστος, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὥρα τιν' ἤδη κρᾶτα καλύμματι κρυψάμενον» καὶ ἑξῆς. δηλοῖ γὰρὡς καιρός ἐστιν ἕκαστον τῶν Σαλαμινίων λαθόντα φυγεῖν. [Ἰστέον δὲ καὶ ὅτισεμνῶς τε καὶ πρὸς ἀκρίβειαν ἐρρέθη τὸ «πρίν τινα» καὶ ἑξῆς. οὐ γὰρ εἶχενεἰπεῖν πρὶν ἡμᾶς ἢ πρὶν πάντας πὰρ Τρώων ἀλόχοις κατακοιμηθῆναι, τά τεἄλλα καὶ διότι οὔτε ὁ Νέστωρ εὔκοσμος εἰπὼν τοῦτο περὶ ἑαυτοῦ καὶ οὐδ' ἂνσὺν ἅπασι καὶ ὁ Μενέλαος ἐθέλοι ἂν τοῦτο, καθὰ ἐν τοῖς ἑξῆς που σημειωθήσεται.Ὅρα δὲ καὶ τὸ κατακοιμηθῆναι δοκοῦν ἔμφασιν ἔχειν καταφορικὴν ἐξ ἀμύνηςδιὰ τῆς «κατά» ἐναντιωματικῆς προθέσεως. τὸ δὲ τοιοῦτον οἱ σεμνῶς παίξαντεςκατελάσαι εἶπον. ὅτι δὲ τὸ τίς ἀόριστον καὶ εἰς καθολικὴν σημασίαν πληθύνεταιδιὰ τὸ ἀορισταίνειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὅστις γὰρ ἢ φρονεῖν μόνοςδοκεῖ ἢ γλῶσσαν ἔχειν ὁμοίως ἢ ψυχήν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί».τὸ γὰρ ὅστις ταὐτόν ἐστι τῷ ὅσοι, ἵνα λέγῃ, ὅτι ὅσοι φρονεῖν μόνοι δοκοῦσιν.](ῃ. 356) Ἐν δὲ τῷ «Ἑλένης ὁρμήματα στοναχάς τε» ὁρμήματα μὲν λέγει τὴν ἐξ ἀρχῆς ἑκουσίαν ἐξ ἁρπαγῆς ἔλευσιν αὐτῆς εἰς Τροίαν, στοναχὰς δὲ τὸνἐπὶ τούτοις μετάμελον. Φιλέλλην γὰρ ὢν ὁ ποιητὴς καὶ διὰ τοῦτο τῆς Ἑλένηςὑπερπαθῶν ἀπελθεῖν μὲν αὐτὴν εἰς τὴν Τροίαν ἱστορεῖ οὐ δυνάμενος ἀντικαταστῆναι τῇ ἀληθείᾳ· μεταμέλεσθαι δὲ αὐτὴν πολλαχοῦ λέγει, ὡς ἐν τοῖς 1.362 μετὰ ταῦτα φανήσεται· ὅπερ καὶ μόνον ἐστὶν ἁμαρτίας ἴαμα. [σεμνῶς δὲ τὴντῆς ἡρωΐδος ἑκούσιον συνακολούθησιν ἐς Τροίαν ὁρμήματα ὠνόμασεν οὐκἀνασχόμενος σκῶψαι τὴν βασιλίδα ἔξω καιροῦ.] (ῃ. 359) Τὸ δέ «θάνατον καὶπότμον ἐπίσπῃ» ἐκ παραλλήλου ἔχει ἐν ὁμοιότητι ἐννοίας κείμενα τὸν θάνατονκαὶ τὸν πότμον. ταὐτὸν γὰρ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ὁ πότμος τε καὶ ὁθάνατος, [ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ «θάνατόν τε μόρον τε».] Ὥσπερ δὲ ἐπισπώνὁ ἀκολουθήσας καὶ ἐπισπεῖν καὶ ἐπισπέσθαι τὸ ἀκολουθῆσαι, οὕτω δὴ καὶ τὸἐπίσπῃ χρόνου δευτέρου ἀορίστου ἐστί. δηλοῖ δὲ τὸ καταδιῶξαι ἤτοι καταλαβεῖν,ὡς μὴ τοῦ θανάτου εἰς αὐτὸν ἐλθόντος, ἀλλ' αὐτοῦ καταδιώξαντος καὶ εὑρόντοςαὐτόν. (ῃ. 360) Ὅτι Ἡσιόδῳ μὲν Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 231

κατακοιμηθῆναί τινα», ὡς καὶ πρὸ ὀλίγουγέγραπται, εἰς δέλεαρ τοῖς Ἕλλησι τοῦ ἔτι ἐν

Τροίᾳ μένειν ὁ Νέστωρ προβάλλεται, δριμύτερόν τι τοῦ Ὀδυσσέως εἰπών. ὁ μὲν γὰρ

Ὀδυσσεὺς αἰσχρὸν εἶπε κενεοὺς ἀπονοστῆσαι τοὺς Ἕλληνας, τουτέστι μὴ ἔχοντας

ἁπλῶς λάφυρα,οἷς δήπου καὶ αἱ τῶν Τρώων ἄλοχοι συμπεριλαμβάνονται. ὁ δὲ Νέστωρ

μόνωνἐμνήσθη τῶν γυναικῶν δριμέως, οὐ μόνον θυμῷ τῷ κατὰ τῶν Τρώων, οἷς

μέγαπάντως εἰς κόλασιν τὸ τὰς γυναῖκας αὐτοῖς ὑπὸ τοῖς πολεμίοις γενέσθαι, ἀλλὰκαὶ

ἐρεθίζων τὸ πλῆθος, ὅπερ ὡς ἐπὶ πολὺ τῶν τοιούτων ἡττᾶται καὶ μάλιστα,ὅταν

εὐλογητὸς ᾖ ἡ ἡδονή, ὥς φασιν οἱ παλαιοί. καὶ νῦν μὲν οὕτω χαρίζεται τοῖςἝλλησιν ὁ

Νέστωρ καὶ τοιοῦτον ἔπαθλον ὑπισχνεῖται τῷ μείναντι, παρακατιὼν 1.361 δὲ θάνατον,

ὡς ἐλέχθη, ἀπειλεῖται τῷ ἁψομένῳ πρὸ τῶν ἄλλων τῆς νηός. ἀρετὴγάρ, φασί, ῥήτορος

τὰ μὲν χαρίζεσθαι τοῖς τοιούτοις τῷ δήμῳ, τὰ δὲ καταπλήττειν ἀπειλῇ κολάσεων ἢ καὶ

ἄλλως ἐκφοβεῖν· ὅπερ Ὀδυσσεὺς οὐκ ἐποίησεκεχαρισμένα μᾶλλον δημηγορήσας τοῖς

Ἕλλησι. Φασὶ δὲ ἐνταῦθα οἱ παλαιοὶκαὶ ὅτι τὸ «πρίν τινα παρὰ Τρώων ἀλόχῳ

κατακοιμηθῆναι» δηλοῖ μὲν τὸἕκαστον τῶν Ἀχαιῶν Τρωϊκὴν σχεῖν παλλακήν. Ὀδυσσεῖ

δὲ οὐκ ἔπρεπε ῥηθῆναι. διὸ καὶ παρῆκε μὲν αὐτὸ ἐκεῖνος. ἔδοξε γὰρ ἂν προσπαθῶς αὐτὸς

ἔχειντὰ ἐς Ἀφροδίτην, ἐὰν κατακοιμήσεως Τρωϊκῶν ἀλόχων ἐμέμνητο. ὁ μέντοι

Νέστωρ ἤδη ἀφυβρίσας διὰ τὸ βαθὺ γῆρας καὶ τῶν τοιούτων παυσάμενος οὐ διὰπάθος

οἰκεῖον, ἀλλὰ διὰ τὸ ὑπερπαθεῖν τῶν Ἑλλήνων τοιαῦτα λέγειν δοκεῖ,ἀξιῶν δίκην τοῖς

Ἀχαιοῖς δοῦναι τοὺς Τρῶας, ἐξ ὧν εἰς τὸν Μενέλαον αὐτοὶἐπλημμέλησαν

ἐμπαροινήσαντες τῇ Ἑλένῃ. Ὅτι δὲ τὸ τινά καὶ ὅλως τὸ τίς ἔστιν ὅτε τῇ κατ' αὐτὸ

ἀοριστίᾳ ἰσοδυναμεῖ πρὸς τὸ ἕκαστος, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὥρα τιν' ἤδη κρᾶτα

καλύμματι κρυψάμενον» καὶ ἑξῆς. δηλοῖ γὰρὡς καιρός ἐστιν ἕκαστον τῶν Σαλαμινίων

λαθόντα φυγεῖν. [Ἰστέον δὲ καὶ ὅτισεμνῶς τε καὶ πρὸς ἀκρίβειαν ἐρρέθη τὸ «πρίν τινα»

καὶ ἑξῆς. οὐ γὰρ εἶχενεἰπεῖν πρὶν ἡμᾶς ἢ πρὶν πάντας πὰρ Τρώων ἀλόχοις

κατακοιμηθῆναι, τά τεἄλλα καὶ διότι οὔτε ὁ Νέστωρ εὔκοσμος εἰπὼν τοῦτο περὶ ἑαυτοῦ

καὶ οὐδ' ἂνσὺν ἅπασι καὶ ὁ Μενέλαος ἐθέλοι ἂν τοῦτο, καθὰ ἐν τοῖς ἑξῆς που

σημειωθήσεται.Ὅρα δὲ καὶ τὸ κατακοιμηθῆναι δοκοῦν ἔμφασιν ἔχειν καταφορικὴν ἐξ

ἀμύνηςδιὰ τῆς «κατά» ἐναντιωματικῆς προθέσεως. τὸ δὲ τοιοῦτον οἱ σεμνῶς

παίξαντεςκατελάσαι εἶπον. ὅτι δὲ τὸ τίς ἀόριστον καὶ εἰς καθολικὴν σημασίαν

πληθύνεταιδιὰ τὸ ἀορισταίνειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὅστις γὰρ ἢ φρονεῖν

μόνοςδοκεῖ ἢ γλῶσσαν ἔχειν ὁμοίως ἢ ψυχήν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί».τὸ

γὰρ ὅστις ταὐτόν ἐστι τῷ ὅσοι, ἵνα λέγῃ, ὅτι ὅσοι φρονεῖν μόνοι δοκοῦσιν.](ῃ. 356) Ἐν δὲ

τῷ «Ἑλένης ὁρμήματα στοναχάς τε» ὁρμήματα μὲν λέγει τὴν ἐξ ἀρχῆς ἑκουσίαν ἐξ

ἁρπαγῆς ἔλευσιν αὐτῆς εἰς Τροίαν, στοναχὰς δὲ τὸνἐπὶ τούτοις μετάμελον. Φιλέλλην

γὰρ ὢν ὁ ποιητὴς καὶ διὰ τοῦτο τῆς Ἑλένηςὑπερπαθῶν ἀπελθεῖν μὲν αὐτὴν εἰς τὴν

Τροίαν ἱστορεῖ οὐ δυνάμενος ἀντικαταστῆναι τῇ ἀληθείᾳ· μεταμέλεσθαι δὲ αὐτὴν

πολλαχοῦ λέγει, ὡς ἐν τοῖς 1.362 μετὰ ταῦτα φανήσεται· ὅπερ καὶ μόνον ἐστὶν ἁμαρτίας

ἴαμα. [σεμνῶς δὲ τὴντῆς ἡρωΐδος ἑκούσιον συνακολούθησιν ἐς Τροίαν ὁρμήματα

ὠνόμασεν οὐκἀνασχόμενος σκῶψαι τὴν βασιλίδα ἔξω καιροῦ.] (ῃ. 359) Τὸ δέ «θάνατον

καὶπότμον ἐπίσπῃ» ἐκ παραλλήλου ἔχει ἐν ὁμοιότητι ἐννοίας κείμενα τὸν θάνατονκαὶ

τὸν πότμον. ταὐτὸν γὰρ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ὁ πότμος τε καὶ ὁθάνατος, [ὃ δὴ

θεωρεῖται καὶ ἐν τῷ «θάνατόν τε μόρον τε».] Ὥσπερ δὲ ἐπισπώνὁ ἀκολουθήσας καὶ

ἐπισπεῖν καὶ ἐπισπέσθαι τὸ ἀκολουθῆσαι, οὕτω δὴ καὶ τὸἐπίσπῃ χρόνου δευτέρου

ἀορίστου ἐστί. δηλοῖ δὲ τὸ καταδιῶξαι ἤτοι καταλαβεῖν,ὡς μὴ τοῦ θανάτου εἰς αὐτὸν

ἐλθόντος, ἀλλ' αὐτοῦ καταδιώξαντος καὶ εὑρόντοςαὐτόν. (ῃ. 360) Ὅτι Ἡσιόδῳ μὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

231

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!