18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἴσως δὲ καὶ τὸ ἐνδέξια ταὐτόν ἐστι τῷ ἐπιδέξια· τοιοῦτονγάρ τι τὸ ἐνδέξια πᾶσιν

οἰνοχοεῖν.] Ὡς δὲ καὶ δι' ἀστραπῶν ἐσημαίνετό τιμέλλον, δηλώσει μὲν καὶ ἐν τοῖς ἑξῆς ὁ

ποιητής· δηλοῖ δὲ δίχα τῶν ἄλλωνἱστοριῶν καὶ παροιμία ἡ λέγουσα «ὅτ' ἂν ἀστράψῃ δι'

Ἅρματος». πόλις δὲ Βοιωτίας ἦν τὸ τοιοῦτον Ἅρμα, ὅπῃ γινομένης ἀστραπῆς ἦν τι

σημεῖον, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται. (ῃ. 349) Ἡ δὲ λέξις τῆς ὑποσχέσεως σαφὴς

μὲννοηθῆναι, ὑποδύσκολος δὲ ἐτυμολογηθῆναι. ἔστι γὰρ ὑπόσχεσις τὸ ὑπό τινοςοἷον

σχεθῆναι· ἁλίσκει γάρ πως καὶ κατέχει τὸν ὑποσχόμενον ὁ τὴν ἐπαγγελίανδεξάμενος.

διὸ καὶ ὑπίσχεσθαι καὶ ὑπισχνεῖσθαι τὸ ῥῆμα οἱονεὶ τὸ ὑπό τινοςἔχεσθαι. καὶ ἄλλως δὲ

ὑπόσχεσις ἡ ὑπό τι προηγησάμενον σχέσις. πρῶτον μὲνγὰρ τὸ «εὐεργέτησόν με τυχόν»,

ὑπ' αὐτὸ δέ τις δευτέρα σχέσις καὶ ἀντοχὴ τοῦπροηγησαμένου προσώπου ἢ λόγου τὸ

«εὐεργετήσω σε». ἔτι, ὥσπερ τὸ ὑπέσχεχεῖρα ἢ κεφαλὴν ἢ ἀκοήν, ἀντὶ τοῦ ὑπέθετο,

οὕτω καὶ ὑπόσχεσις τὸ ἑαυτὸν ὑποθεῖναί τινα τῇ ἐκπληρώσει τῆς οἰκείας ἐπαγγελίας·

ὅθεν κρειττόνως ἔστινεἰπεῖν, ὡς ἀντιληπτικὴ λέξις ἐστὶν ἡ ὑπόσχεσις· σχεῖν γὰρ τὸ

λαβεῖν. διὸ ὑπόσχεσις ἡ ὑπόληψις ἤγουν τὸ χερσὶν ὑπολαβεῖν· ὅθεν τὸ «ὑπέλαβές με καὶ

οὐκεὔφρανας τοὺς ἐχθρούς μου»· καὶ τὸ «τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου». εἰγοῦν οἱ

ζητοῦντες προσπίπτειν λέγονται, ὑπίσχονται ἄρα καὶ ὑπολαμβάνουσιναὐτοὺς χερσὶν

οἷον ἀντιληπτικαῖς οἱ κατανεύοντες ὑποσχετικῶς. Ἔτι ὥσπερὑποστῆναι τὸ ὑπό τινα

στῆναι ὑπερειστικῶς, οὕτως ὑποσχεθῆναι τὸ ὑπό τινασχεῖν ἑαυτὸν ὁμοίως δι'

ἀντίληψιν. διὸ καὶ ταὐτὸν παρὰ τῷ ποιητῇ ἔγνωσται τὸὑποστῆναι καὶ ὑποσχεθῆναι·

ὅθεν ὁ ποιητὴς ὡς ἐν ἐτυμολογίας τρόπῳσυνεδύασεν αὐτὰ πρὸ ὀλίγου εἰπών

«ὑπόσχεσιν ἥν περ ὑπέσταν». (ῃ. 353) Σημείωσαι δὲ ὅτι τὸ «ἀστράπτων ἐπιδέξια»

σολοικοφανές ἐστι καὶ ἀκαταλλήλωςἔχει πρὸς σύνταξιν. τὸ γὰρ ἀκόλουθον οὕτως ἂν

εἶχε· «φημὶ κατανεῦσαι τὸν ∆ία ἀστράπτοντ' ἐπιδέξια». ὁ δὲ ποιητὴς οὐχ' οὕτως

ἐποίησεν, ἀλλὰ τελείανστιγμὴν θέμενος ἐν τῷ «Τρώεσσι φόνον καὶ κῆρα φέροντες»,

εἶτα ὡς ἀπ'ἄλλης ἀρχῆς ἀσυνδέτως ἀρχόμενός φησιν· «ἀστράπτων ἐπιδέξια» λείποντος

1.360 τοῦ ἦν ὑπαρκτικοῦ ῥήματος, ἵνα λέγῃ, ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. καὶὅρα

ὅπως τὸ σολοικοφανὲς ἤτοι καινοπρεπὲς τοῦτο σχῆμα εἰς δέον τέθεικεν ὁποιητής, ἢ ἵνα,

ὥσπερ τὸ νόημα, οὕτω καὶ τὸ σχῆμα ξενίσῃ τὸν ἀκροατήν,ἢ καὶ ἀρχαΐζων ἢ καὶ

μιμούμενος ῥήτορα ἐναγώνιον νοήμασιν ἑαυτὸν ἀπασχολοῦντα καὶ τοῦ καταλλήλου

τῆς συντάξεως μὴ διόλου φροντίσαντα καὶ διὰ τοῦτοκινδυνεύσαντα εἰπεῖν τι καὶ

σολοικοφανέστερον, οὐ μὴν σολοικίσαντα, ὅτι μηδὲἄκων περιπέπτωκε τῇ καινότητι τῆς

συντάξεως, ἀλλ' ἐπίτηδες ἐτεχνάσατο. Παράγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ σχήματά τινα

πρὸς ὁμοιότητα τοῦ ποιητικοῦ,οὐ πάντῃ μὲν ὅμοια, ὅμως δὲ σολοικοφανῇ, οἷον τοῦ

Εὐριπίδου τὸ «πάλαι δέ σ'ἐξερωτῆσαι θέλων, σχολή μ' ἀπεῖργε». τοῦτο δὲ παντελῶς

ἀθεράπευτα σολοικίζει. τὸ δὲ Ὁμηρικόν, ὡς ἐρρέθη, διὰ στιγμῆς θεραπεύεται. ὅμοιον δὲ

καὶ τὸ «ἐξὸνκαθεύδειν τὴν ἐρωμένην ἔχων», ἀντὶ τοῦ ἔχοντα. οὐκ ἔχει δὲ οὐδὲ

τοῦτοθεραπείαν τινά. ὅτι δὲ πολλὰ καὶ παρ' ἄλλοις τῶν παλαιῶν ἀγαθῶν

ῥητόρωνσολοικοφανῆ καὶ οὕτω καινοπρεπῆ, δηλοῦται σαφῶς καὶ ἐν τοῖς τοῦ

Φιλοστράτου. οὐκ ἀπήλλακται δὲ τοιούτων οὐδὲ ἡ τραγῳδία, ὡς δηλοῖ τῶν

Εὐριπίδουκαὶ τὸ «ἦν δ' ἔρις στρατηλάταις· οἱ μὲν πατάξαι τόνδε, οἱ δὲ τόνδε». καὶ

τὸ»μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ' ἐπεστράτευσαν Ἀργεῖοιπόλει»·

καὶ τὸ «πολλὰ δὲ πάλαι προκόψασα, οὐ πόνου πολλοῦ με δεῖ». [Καὶ Σοφοκλέους τὸ

«ἀλλ', εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβών, ὅτου σε πόθος ἔχει».Ἐναίσιμα δὲ τὰ μὴ

ἁπλῶς σημαντικά τινος φυσικῶς, οἷον ὑετοῦ ἢ ἀνέμου ἢχιόνος, ἀλλὰ αἴσης τῆς ἐν

πρακτέοις ἀνθρωπίνοις, ἐφ' οἷς χρεία μαντείας.](ῃ. 355) Τὸ δέ «πὰρ Τρώων ἀλόχῳ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

230

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!