18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δηλοῖ.ἀναξυρὶς γὰρ τὸ τοιοῦτον ἐκ τοῦ ἀνασύρεσθαι κατὰ τοὺς παλαιοὺς

λέγεται.πολλάκις δὲ καὶ τὸ ˉχ εἰς ˉξ τρέπεται. διξὰ γοῦν φασι καὶ τριξὰ καὶ πενταξά.

ἐκτούτου δὲ ἰδιωτικώτερον καὶ ἡ μοναξία ἔοικε λέγεσθαι. Τὸ δὲ μάχεσθαιἑρμηνεία νῦν

ἐστι τῆς βασιλικῆς ἔριδος δηλοῦν πολλὴν οὕτως αὐτὴν εἶναι, ὡςκαὶ μαχεῖσθαι ἂν

αὐτοὺς κατὰ τὸ «ὃ δ' Ἀτρείδην ἐξεναρίζοι». [Λείπει δὲ τὸὥστε ἐν τῷ μάχεσθαι, ἵνα ᾖ

«ἔριδι ξυνέηκεν ὥστε μάχεσθαι» ἢ καὶ ἄλλωςλείπει ἄρθρον, ἵνα λέγῃ «ἔριδι τῇ τοῦ

μάχεσθαι», ἢ καὶ ἑτέρως, καθ' ἑρμηνείαν,ἔριδι ἤγουν αὐτόχρημα μάχῃ. οὐ γὰρ ἁπλῶς

διαστήτην τόπῳ μακρῷ ἢ ἐξ ἀγορᾶςλυθείσης ἢ ἀπὸ συμπλοκῆς μαχίμου, ἀλλὰ κατὰ ἔριν

μάχιμον.] Ὅτι τὸ μὲνπροσεχὲς αἴτιον τῆς τοῦ Ἀχιλλέως μήνιδος ἡ τῆς Βρισηΐδος ἐστὶν

ἀφαίρεσις,τὸ δὲ πρὸ τούτου αἴτιον ἡ τοῦ βασιλέως διαμάχη, τὸ δὲ ἔτι πορρώτερον

ὁλοιμός, ὑπὲρ οὗ λαλήσας ὁ Ἀχιλλεὺς ἠτίμωται· τὸ δὲ ἐπέκεινα ὁ ἥλιος, ὃνλοιμωδῶν

νοσημάτων φασὶν αἴτιον. Σημείωσαι οὖν ὅτι εἰπὼν ὁ ποιητής,(ῃ. 9) ὡς ὁ Ἀπόλλων ὁ τῆς

Λητοῦς καὶ τοῦ ∆ιὸς υἱὸς συνέβαλεν εἰς φιλονεικίαντοὺς βασιλεῖς, ὅμοιον λέγει ὡς ἐὰν

εἶπεν, ὅτι ὁ ἥλιος αὐτοὺς εἰς φιλονεικίανσυνέμιξε. καὶ ἔστι πολλὰ τοιαῦτα πόρρω αἴτια

παρὰ τοῖς παλαιοῖς, ὧν ἓν καὶτὸ τοῦ Ἀναχάρσιδος, ὃς ἐρωτηθείς «διὰ τί παρὰ Σκύθαις

οὔκ εἰσιν αὐληταί;»εἶπε «διότι οὐδὲ ἄμπελοι». μακρὰν γὰρ καὶ ἐκεῖνος ἀνέβη· τὸ μὲν

γὰρ ἐγγὺςἦν εἰπεῖν, ὅτι οὐδὲ μέθη παρὰ Σκύθαις ἐστὶν οὐδὲ οἶνος· ὁ δὲ ἀνέδραμεν ἐπὶ

τὸπορρώτερον αἴτιον, τὰς ἀμπέλους. Ἰστέον δὲ ὅτι καὶ τοῦ Ἀπόλλωνος ἤγουν τοῦ ἡλίου

πορρωτέρω αἴτιόν ἐστιν ἡ τοῦ ∆ιὸς βουλὴ ἡ ἀνωτέρω ῥηθεῖσα, ἵνα 1.37 πλακείη ὁ λόγος

οὕτως· ἡ τοῦ ∆ιὸς βουλὴ κινήσασα τὸν Ἀπόλλωνα πεποίηκελοιμόν· οὗ ζητηθέντος

ἀφαιρεθεὶς ὁ Ἀχιλλεὺς τὴν Βρισηΐδα ἐμήνισε. Λητοῦςδὲ υἱὸς ὁ Ἀπόλλων λέγεται,

τουτέστι νυκτός. δοκεῖ γὰρ ἐξ αὐτῆς οἷα μητρὸςὁ ἥλιος γεννᾶσθαι, ὡς καὶ Σοφοκλῆς ἐν

Τραχινίαις λέγει. καὶ ζητητέον τὴν ἐκείνου ἀλληγορίαν, ἔνθα φησίν, ὅτι «ἡ νὺξ

ἐναριζομένη τίκτει κατευνάζει τε τὸνἥλιον». [Παρέοικε δὲ πάντως τῇ τοιαύτῃ τοῦ

Σοφοκλέους ἐννοίᾳ καὶ Αἰσχύλουἐν Ἀγαμέμνονι τὸ «εὐάγγελος ἠὼς γένοιτο μητρὸς

εὐφρόνης πάρα». ὡς γὰρἐκ νυκτὸς ἥλιος, οὕτω καὶ ἠὼς ἐξ εὐφρόνης.] Λητὼ δὲ ἡ νὺξ διὰ

τὴν παρ' Εὐριπίδῃ «σοφὴν καὶ πότνιαν λήθην». Ὑπνοῦντες γὰρ νυκτὸς πάντων

λανθανόμεθα. δεῖ δὲ εἰδέναι καὶ ὅτι ὁ Ἀπόλλων μέρος τι τῆς εἱμαρμένης

λαμβάνεταιμυριαχοῦ τῷ ποιητῇ καί, ὡς ἄν τις εἴπῃ, μερικὸς φαίνεται Ζεὺς καὶ οἷον

μικρόντι χρεών, τουτέστι μικρά τις εἱμαρμένη. διὸ καὶ ∆ιὸς υἱὸς λέγεται οὐ μόνον

ὡςπερὶ ἀέρα καὶ οὐρανὸν φερόμενος, ὧν ἑκάτερον Ζεὺς λέγεται, ἀλλὰ καὶ ὡς εἱμαρμένη

τις [εἴτ' οὖν μοιρίδιον]. καὶ τὰ μὲν μόνος αὐτός, τὰ δὲ σὺν τῷ ∆ιῒ καταπράττεται. Ἥλιος

γάρ ἐστιν αἰτίαν ἔχων τῶν γινομένων κατὰ τὴν Ἑλληνικὴν δόξαν, καθὰ καὶ ὁ Ζεύς. διὸ

καὶ ἐνταῦθα τὰ κατὰ τὴν μῆνιν τοῦ Ἀχιλλέως βουλῇ τε ∆ιὸς καὶ χόλῳ Ἀπόλλωνος

πράττεται. Χόλος δὲ Ἀπόλλωνος ὁ λοιμός, οὗπερὁ Ἀπόλλων αἴτιος, ὡς καὶ ἐν τοῖς ἑξῆς

ῥηθήσεται. [Περὶ δὲ τοῦ υἱός φασιν οἱτεχνικοὶ ὡς οἱ Ἀττικοὶ δίχα τοῦ ˉι ἐν μόνῳ τῷ ˉυ

γράφουσιν αὐτό· καὶ ἴσως πρὸςδιαστολὴν τοῦ ὗς ὑός, ὁ χοῖρος, ἡ κοινὴ διάλεκτος τὸ ˉι

συνεξεφώνησε. φύσειγὰρ διὰ μόνου τοῦ ˉυ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ φύω εἴτε ἀπὸ

τοῦ ὕω, τὸ βρέχω,γίνεται.] Ὅτι τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποτεταγμένων

αὐτοῖςὀνομάτων σφοδρότερόν τε ἐκφωνοῦνται κατὰ τοὺς τόνους καὶ εἰς

ἀντωνυμίαςμετάγονται, οἷον ἐν τῷ «ὁ γὰρ Ἀπόλλων βασιλῆϊ χολωθείς», ἐὰν λείψῃ

τὸἈπόλλων, τὸ ˉὁ τὸ ἄρθρον ἀντωνυμία γίνεται καὶ ἐξακουστότερον

ἐκφωνεῖταιεἰπόντος τοῦ ποιητοῦ «ὃ γὰρ βασιλεῖ χολωθείς» ἀντὶ τοῦ οὗτος. τοιοῦτον

καὶ τὸὁ μὲν καὶ ὁ δέ. καὶ αὐτὰ γὰρ ὀξυφωνούμενα ἀντὶ ἀντωνυμιῶν κεῖνται. τὸ δ'

αὐτὸνοητέον καὶ ἐπὶ τῶν ἄλλων ἄρθρων. οὕτω γὰρ καὶ τοῦ ἀντὶ τοῦ τούτου φαμὲν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

23

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!