18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

οἱ Ἀχαιοὶ ἔπιθον ἑαυτοὺςἤγουν ἔπεισαν. [(ῃ. 342) Ἐν δὲ τῷ «αὔτως γὰρ ἐπέεσσι»

διπλάζεται τὸ ˉρπαρὰ τοῖς ἀγαθοῖς ἀντιγράφοις καὶ παρεισκρίνεται ὁ ˉῥˉα σύνδεσμος, ὁ

τῷποιητῇ φίλος, ἐν συναλιφῇ συνήθει. Τὸ δὲ αὔτως, εἰ καί τινες διφοροῦσι

πνευματικῶς, ἀλλὰ φανεῖται ψιλούμενον Αἰολικῶς.] Τὸ δέ «οὐδέ τι μῆχος»

τὴνἀμηχανίαν ὑπολαλεῖ. ὥσπερ δὲ ἡδονὴ ἦδος Αἰολικῶς, οὕτω καὶ μηχανὴ μῆχος.[τὸ δ'

αὐτὸ καὶ μῆχαρ κατὰ τὸ δέλος δέλεαρ. ἄκλιτον δὲ καὶ τὸ μῆχος, καθὰ καὶτὸ ἦδος καὶ τὸ

ὄφελος.] (ῃ. 344) Ἀστεμφὴς δὲ βουλὴ ἡ ἀμετακίνητος κατὰστέρησιν, φασί, τοῦ στέμβειν,

ὃ δηλοῖ οὐ μόνον τὸ ὑβρίζειν, ἀλλὰ καὶ τὸσυνεχῶς κινεῖν· ὅθεν καὶ ἀστέμβακτα παρὰ

Λυκόφρονι. λέγει δὲ καὶ Εὐφορίωνκλέος ἀστέμβακτον. Τινὲς δὲ ἀστεμφές τὸ οἷον

ἀστρεφές· ὅθεν καὶ ἐπίρρημα 1.358 ἀστεμφέως. δύναται δὲ καὶ ἀπὸ τοῦ στέφειν εἶναι, ὡς

ἀλλαχοῦ φανεῖται.(ῃ. 345) Τὸ δέ «ἄρχευ Ἀργείοις» δοτικῇ μὲν συνετάγη ὡς

διφορούμενον.διαδείκνυσι δὲ ὅτι διχῶς ἔστι λέγειν καὶ ἄρχε καὶ ἄρχεο, τουτέστι

βασίλευε. ὅτιδὲ ἀληθῶς διαφορά ἐστί ποτε τοῦ ἄρχειν πρὸς τὸ βασιλεύειν, ὡς

μείζονοςὄντος τοῦ βασιλεύειν, δηλοῖ Λευτυχίδης, ὃς ∆ημάρατον ἐκπεσόντα

τῆςβασιλείας, εἶτα εἰς ἀρχὴν αἱρεθέντα, ἠρώτα, φασί, γελῶν, ὁποῖόν τι εἴη τὸ

ἄρχεινμετὰ τὸ βασιλεύειν. [Τὸ δέ «κατὰ κρατερὰς ὑσμίνας» πρὸς διαστολὴν κεῖται

τοῦἑτέρως ἄρχειν, ὁποῖόν τι καὶ τὸ τριηραρχεῖν καὶ ναυαρχεῖν καὶ συμποσιαρχεῖν.](ῃ.

346) Τὸ δέ «ἔα φθινύθειν ἕνα καὶ δύο», οἳ νόσφιν Ἀχαιῶν βουλεύουσι, τὸεὐπειθὲς τῶν

Ἑλλήνων δηλοῖ τῷ ἐλαχίστῳ τοῦ ἀριθμοῦ, ὡς πάνυ ὀλίγων τινῶνἀπειθούντων· οὓς καὶ

ἐξευτελίζει διά τε τῆς ὀλιγότητος καὶ μηδὲ ὀνομάζωναὐτούς. ἔστι δὲ εἷς μὲν ὁ Θερσίτης,

δεύτερος δὲ ἢ οὐδείς, ἀλλὰ ἁπλῶς παρέρριπται δύο, εἴ πού τις εἴη τυχὸν δεύτερος· ἢ, ὡς

εἰκός, καὶ ἕτερός τις ἦν, ὃν ὁποιητὴς ἐσιώπησε. τὸ γὰρ τὸν Ἀχιλλέα νοῆσαι τοιοῦτον

πάνυ ἀπεμφαῖνόνἐστι δι' ἄλλα τε καὶ ὅτι οὐδὲ ἐβουλεύσατό τι ἐκεῖνος νόσφιν Ἀχαιῶν.

καὶ μήντινες περὶ τοῦ Ἀχιλλέως νοοῦσι τὸ καὶ δύο, οἷα τοῦ Νέστορος ὡς

φιλοβασιλέωςμισοῦντος, φασί, τὴν ἔριν, ἐν ᾗ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐγείρειν

ἤθελενἐκεῖνος. διὸ καὶ ἀνωτέρω πληθυντικῶς ἔφη, ὅτι μάτην ἐπέεσσιν

ἐριδαίνομεν,λεαίνων τὴν τραχύτητα πληθυντικῷ καὶ κοινῷ σχήματι διὰ τὸν Ἀχιλλέα

τὸνἄριστον, ὡς μὴ μόνον τοῦ Θερσίτου ἄρτι ἐρίσαντος λόγοις, ἀλλὰ καὶ τοῦἈχιλλέως

πρὸ μικροῦ, ὡς καὶ ὁ βασιλεὺς μετ' ὀλίγα ἐπισημαίνεται λέγων εἰςἀπράκτους ἔριδας

ἐμβάλλεσθαι. «καὶ γάρ», φησίν, «ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα» καὶ τὰ ἑξῆς. διὰ

τοῦτό φασι καὶ ἐν ταῖς Λιταῖς μὴ πρεσβεῦσαι τὸν Νέστορα, οἷα βασιλικὸν ῥήτορα, μὴ

ἀνεχόμενον ἐπὶ ὑποπτώσει τοῦ βασιλέωςεἰς Ἀχιλλέα πρεσβεῦσαι. [Ὅρα δὲ τὸ «ἕνα καὶ

δύο», δι' οὗπερ οὐ δηλοῦνται τρεῖς, ὡς ἡ κοινὴ φράσις βούλεται, ἀλλὰ μόνοι δύο, ἵνα ὁ

μὲν εἷς νοοῖτο καθ'ἑαυτόν, ὁ δὲ ἕτερος δυάζοιτο σὺν ἐκείνῳ κατὰ ἐννοίας ἀναδρομήν.

καί πώς ἐστιτὸ «καὶ δύο» τὸ πρωτότυπον ἀντὶ παραγώγου τοῦ «καὶ δεύτερος» οἷον·

«ἔαφθινύθειν ἕνα καὶ δεύτερον». τοιοῦτον καὶ παρὰ Πλάτωνι τὸ «εἷς, δύο, τρεῖς»,ἤγουν

εἷς, δεύτερος, τρίτος. διὸ ἐπάγει· «ὁ δὲ δὴ τέταρτος ποῦ;»] (ῃ. 349)Ἡ δὲ ὑπόσχεσις τοῦ

∆ιὸς καὶ ἡ κατάνευσις φανερῶς ἐνταῦθα δηλοῖ τὴν ἐκ τῶνμετεώρων ἐπισημασίαν τοῦ

μέλλοντος, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται. 1.359 (ῃ. 353) Φησὶν οὖν ἐφερμηνεύων,

πῶς κατένευσεν ὁ Ζεύς, ὅτι ἀστράπτωνἐπιδέξια, ἐναίσιμα σήματα φαίνων, μονονουχὶ

λέγων, ὅτι τοῦτό ἐστι [νῦν]κατάνευσις καὶ ὑπόσχεσις ∆ιός, τὸ ἀστράπτειν ἐκ δεξιῶν τὸν

∆ία, ἤτοι τὸνἀέρα, καὶ δηλοῦν σῆμά τι αἴσιον, ὃ καὶ διοσημία διὰ τοῦτο ὠνόμασται.

Καὶὅρα ὅτι καὶ ἐν ταῖς ἀστραπαῖς τὰ ἐκ δεξιῶν ἦσαν αἴσια, ὡς τῶν εὐωνύμωνοὐ

τοιούτων κἀνταῦθα νομιζομένων. [Σημείωσαι δὲ ὅτι ἐπιδέξια παρὰ τοῖς ὕστερον

Ἀττικοῖς καὶ τὰ καίρια καὶ ἐπιτήδεια τοῦ σώματος. πληγῆναι γοῦν τιςλέγει τὰ ἐπιδέξια.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

229

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!