18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

βουλαὶ καὶ τὰ καὶ τά. ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς τὸ γενοίατο ἀντὶ τοῦἐγένοντο. καὶ

ἔστιν ὁ λόγος βαρὺς ἅμα καὶ εἰρωνικός, ἵνα λέγῃ, ὅτι ἐοίκασιν αἱβουλαὶ ἡμῶν καὶ αἱ

σπονδαὶ καὶ τὰ τοιαῦτα συγκατακαυθῆναι τότε ταῖς τῶνὅρκων θυσίαις καὶ ἀπολέσθαι.

Σημείωσαι δὲ ὅτι τὸ γενοίατο, ὡς καὶ ἐν τῇ αʹῥαψῳδίᾳ τὸ ἐφθίατο ἀντὶ τοῦ γένοιντο καὶ

ἔφθιντο, Ἰωνικά ἐστι, πλεονασμὸνἔχοντα τοῦ ˉα μετὰ τὴν τοῦ ˉν ἀπέλευσιν. μυρία δὲ

καὶ ἕτερα τοιαῦτά εἰσιν.ὅλως γὰρ τὰ διὰ τοῦ ˉαˉτˉαˉι καὶ ˉαˉτˉο τρίτα παθητικὰ

πληθυντικὰ Ἰωνικοῦ εἰσισχηματισμοῦ, ὁποῖον καὶ τὸ λελέχαται καὶ τετύφαται καὶ

ἐσπάραται καὶ παρ'Ἡροδότῳ τὸ ἐσεσάχατο ἀντὶ τοῦ ὡπλισμένοι ἦσαν καὶ τὰς κνήμας

ῥάκεσι κατει1.356 λίχατο καὶ τὰς κεφαλὰς εἰλίχατο μίτραις. ὡσαύτως καὶ τὰ κατὰ

πλεονασμὸντῆς ˉδˉα συλλαβῆς, οἷον τὸ ὠνομάδαται καὶ ἐρηρέδαται καὶ ἐσταλάδατο

κατὰἩρόδοτον καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ˉν καὶ διάλυσιν τοῦ παραλήγοντος ˉη εἰς

ˉεκαὶ ˉα. οὕτω γοῦν Ἡρόδοτος δίχα πολλῶν ἑτέρων καὶ ἀποκαθέαταί φησι καὶεἰρέαται

ἀντὶ τοῦ εἴρηνται καὶ ὑμνέαται καὶ ἐκτέατο ἀντὶ τοῦ ἐκέκτηντο καὶ ἐτιμέατο· οἷς ὅμοια

καὶ ἐν ὀνόμασι παρ' αὐτῷ τὸ Ἀρισταγόρην Ἀρισταγόρεα καὶΚαμβύσεα καὶ Μιλτιάδεα.

καὶ ἐν τούτοις γὰρ τὸ ˉη μὲν διαλύεται, ἀπέρχεταιδὲ τὸ ἐπαγόμενον νῦ. καὶ τὸ

«πεποτήαται δὲ μέλισσαι», ἀντὶ τοῦ πέτονται,Ἰωνικόν ἐστιν. Ἡρόδοτος δὲ καὶ

στρατεύεσθαι ὁρμέαταί φησι καὶ ἀγωνίδαται καὶ παρεσκευάδατο. [Ὅρα δὲ ὅτι τῷ δή

ἀργῷ ἐπιρρήματι τρὶς ἐχρήσατοσυναπτῶς ἐν στίχοις τέσσαρσιν εἰπών· «ἦ δὴ παισὶν

ἐοικότες». καὶ «πῇ δὴσυνθεσίαι;» καὶ «ἐν πυρὶ δὴ βουλαί».] Τὸ δέ «μήδεά τε ἀνδρῶν»

βούλεται μὲνεἰπεῖν ἀντὶ τοῦ ἡμῶν αἱ βουλαὶ ἢ ὑμῶν· ἵνα δὲ μὴ πάντῃ σφοδρὸς διὰ

πάντωνἥκων ὁ λόγος εἴη, γενικῶς εἶπε καὶ ἀορίστως «ἀνδρῶν», ἵνα λεάνῃ

τὴνδημηγορίαν. διὰ τοῦτο γὰρ οὐδενός τινος ὡρισμένως καθήψατο, ἀλλὰ διὰ

τριῶνπροσώπων πληθυντικῶς καὶ ἀορίστως ἦλθεν, ἐν δευτέρῳ μὲν προσώπῳ εἰπὼντὸ

«παισὶν ἐοικότες ἀγοράασθε», ἐν πρώτῳ δὲ τὸ «πῇ δὴ συνθεσίαι τε καὶ ὅρκιαβήσεται

ἡμῖν», ἐμοί τε δηλαδὴ καὶ τοῖς ἄλλοις σὺν ἐμοί, ἐν τρίτῳ δὲ τὸ «ἐνπυρὶ δὴ βουλαὶ καὶ

μήδε' ἀνδρῶν». [Ἰστέον δὲ ὅτι μήδεα παρὰ τοῖς παλαιοῖςκαὶ οἱ ὄρχεις παρὰ τὸ μέδειν, ὅ

ἐστιν ἄρχειν. ἀρχὴ γάρ τις ἐν ζῴοις καὶ αὐτοί,ὡς δηλοῦσιν οἱ παλαιοὶ διατρανοῦντες

αὐτὸ ἐκ τῆς πολλῆς ἐναλλαγῆς τῶν Γάλλων ἤτοι ἀποκόπων, σαφέστερον δὲ εἰπεῖν,

εὐνούχων. Ἡσίοδος δέ φησιν αὐτοὺς μήδεα ἐν Θεογονίᾳ, ἑτέρωθι δὲ μέζεα, φυλάξας μὲν

τὸ ˉε τοῦ μέδειν, τρέψας δὲ ˉδ εἰς ˉζ κατὰ ἀκολουθίαν τὴν πολλαχοῦ δηλουμένην, καθ'

ἣν καὶ τὸ ἐριδαίνομεν ἀπὸ τοῦ ἐρίζειν.] (ῃ. 341) Ἀκράτους δὲ τὰς σπονδὰς λέγει,

διότιἀκράτῳ οἴνῳ ἔσπενδον αἰνιττόμενοι τὸ τῆς γνώμης ἀμιγὲς ψεύδει καὶἄδολον. ἐὰν

δὲ ἐν τοῖς μετὰ ταῦτα λεχθείη που, ὅτι κρητῆρι οἶνον ἔμισγον,οὐχ' ὕδατος καὶ οἴνου

μίξιν ἐκεῖ λέγει, ἀλλὰ δύο οἴνων εἰς ἕνα κρατῆρα συνα1.357 γωγήν. [Πρωτότυπον δὲ

τοῦ κρητῆρος, καθὰ καὶ τοῦ κρατῆρος, τὸ κερῶ, ἐξ οὗτὸ κρῶ, ἀφ' οὗ καὶ ὁ κρητὴρ καὶ ὁ

κρατήρ. ἐκ δὲ τοῦ κρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ κικρῶ, οὗ χρῆσις τὸ «ἐγκίκρα ὡς εἴω»,

ἤγουν κίρνα ὡς ὁδεύω.] ∆εξιαῖς δὲ πεποιθέναι λέγει, ἐπειδὴ ἐν τοῖς ὅρκοις οὐδὲν

ἔλαττον εἰς πίστινἐλογίζετο καὶ τὸ τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. ἦν γὰρ ἡ δεξίωσις αὕτη

καὶ τὸδεξιοῦσθαι, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, σημεῖον φιλίας καὶ εἰς

ἓνἀποκαταστάσεως καὶ οἷον ἑνώσεως. [Πρωτότυπον δὲ τῆς τοιαύτης ἐννοίας τὸδέχω, ἐξ

οὗ καὶ τὸ δέχθαι καὶ τὸ δειδέχθαι καὶ τὸ δειδέχατο, ἔτι δὲ καὶ τὰ τῆςδεξιώσεως. δέχω

γάρ· οὗ μέλλων δέξω· ὅθεν δέξα, ὡς δόξα, καὶ πλεονασμῷ τοῦˉι δεξιά, ὡς ἀχυρμιά καὶ

πυρκαϊά· καὶ ἀπ' αὐτοῦ ῥῆμα δεξιῶ καὶ τὰ ἐκεῖθεν.] Τὸ δὲ ἐπέπιθμεν οὐκ ἂν μὲν ὅλως

εὐχρηστοῖτο εἰς λόγον πεζόν. γέγονε δὲ κατὰσυγκοπὴν Αἰολικὴν καὶ διπλασιασμὸν

Ἰωνικὸν ἐκ τοῦ ἐπίθομεν δευτέρου ἀορίστου, ἵνα λέγῃ ἐν πυρὶ γενέσθαι τὰς δεξιάς, αἷς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

228

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!