18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

συνθεσίας εἶπε καὶ ὅρκους· ἐπὶ δὲ ∆ιὸς τὴν ὑπόσχεσιν τίθησιν,ὃς οὐδὲν ὑπισχνεῖται

ἀπατηλόν, ὡς προείρηται. καὶ ὁ μὲν Ὀδυσσεὺς αἰσχρόνφησι κενοὺς νέεσθαι τοὺς

Ἕλληνας, ὁ δὲ Νέστωρ ἀπαγορεύει μηδένα τολμῆσαιοἴκαδε νέεσθαι, πρίν τινα παρὰ

Τρώων ἀλόχῳ κατακοιμηθῆναι, δριμύτερον τὸνλόγον μεταχειρισάμενος, ὡς ῥηθήσεται.

Ἔτι ὁ μὲν Ὀδυσσεὺς θέλειν εἶπε τοὺς Ἕλληνας ἐλέγχιστον θεῖναι τὸν βασιλέα, ὡς παρ'

αὐτοῖς ὂν τοῦτο ποιῆσαι, ὁ δὲ Νέστωρ ἀποστερῶν αὐτοὺς τοῦ ἐθέλειν φησίν· (ῃ. 357–9)

«Εἰ δέ τις ἐκπάγλωςἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς», ἤγουν ἰδίας, «νηὸς εὐσέλμοιο

μελαίνης,ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ», πάνυ αὐστηρῶς καὶ

βασιλικῶςτοῦτο εἰπὼν καὶ θάνατον ὁρίσας ἐπιτίμιον τῷ λειποτακτήσοντι. Βαρύτερον

δὲπάνυ τοῦτο καὶ φοβερώτερον τοῦ παρὰ τῷ Ὀδυσσεῖ. ἐκεῖνος μὲν γάρ, ὅτε τὸνλαὸν

ἐπέστρεφεν εἰς τὴν ἀγοράν, πρὸς ἕκαστον βασιλέα καὶ ἔξοχον ἔλεγεν, ὅτιοὐκ οἶσθα τὸν

νοῦν τοῦ βασιλέως καὶ ὅτι τάχα ἴψεται υἷας Ἀχαιῶν καὶ «μή τιχολωσάμενος ῥέξῃ κακὸν

υἷας Ἀχαιῶν». ὁ δὲ Νέστωρ ἐνταῦθα σεμνότερον καὶφοβερώτερον θάνατον ἀποφαίνεται

τῷ εἰς φυγὴν ὁρμήσοντι, οὐχ' ὡς Νέστωρλαλῶν, ἀλλ' ὡς αὐτὸς ὁ Ἀγαμέμνων. οὕτω

ῥητορικῶς ὁ Νέστωρ πολλὰ τῶν τοῦὈδυσσέως νοημάτων ἐπικοσμήσας ἢ

διορθωσάμενος καὶ ὑπερφωνήσαςἐκεῖνον ἐν πᾶσι προστίθησι καί τινα ὀλίγα, ὧν ἐκεῖνος

οὐδ' ὅλως ἐμνήσθη, καὶτῆς τε Ἑλένης μέμνηται, ἥτις ἐστὶ τέλος τοῦ πολέμου τοῖς

Ἕλλησιν. (ῃ. 354–6)Εἰπὼν γάρ· «μή τις ἐπειγέσθω πρὶν οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ

Τρώωνἀλόχῳ κατακοιμηθῆναι», ἐπάγει· «τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάςτε».

ἔτι δὲ καὶ συμβουλὴν ἐκτίθεται τακτικήν, ὡς κατωτέρω εἰρήσεται. Καὶτοιαύτη μέν, ὡς

ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Νέστορος δημηγορία ἐκ τῶν αὐτῶν μὲνὁρμηθεῖσα τῷ Ὀδυσσεῖ,

ἑτέρως δὲ διασκευάσασα τὰ ἐκείνου νοήματα, ἔχουσαδέ τι καὶ ὧν παρέδραμεν ὁ

Ὀδυσσεύς. [(ῃ. 338) Τὸ δὲ πολεμήϊα δῆλον, ὡςπλεονασμὸν ἔχει τοῦ ˉη ἐκ τοῦ πολέμια,

καὶ οὐκ ἀμφισβητεῖται, ὡς ἐπὶ τοῦξυνήϊα. ἐκεῖνο γὰρ δοκεῖ τισιν εἶναι ἀπὸ τοῦ ξυνός

ξύνειος, ὡς ἡμέτεροςἡμετέρειος, ὁ τοῦ ἡμετέρου δηλαδὴ κατὰ τοὺς παλαιούς.] (ῃ. 339)

Τὸ δέ»συνθεσίαι τε καὶ ὅρκια», ὅμοιόν ἐστι τῷ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ «σύνθεο καί

μοιὄμοσσον». Σημείωσαι δὲ ὅτι αἱ συνθεσίαι διακείμενα παρὰ Ἡροδότῳ λέγεταιδιὰ τὸ

ταὐτὸν τοῦ κεῖσθαι καὶ τίθεσθαι· ὅθεν ταὐτὸν τὸ ἐπὶ διακειμένοις 1.355 μάχεσθαι καὶ τὸ

ἐπὶ συνθεσίαις ἤτοι ὡρισμέναις συμφωνίαις. Εὐριπίδης δὲἐπὶ ῥητοῖς εἵλετο τοῦτο εἰπεῖν,

ὃ ταὐτόν ἐστι τῇ ἀλλαχοῦ κειμένῃ ποιητικῇῥήτρῃ. Οὐχ' ὑποκοριστικὸν δὲ παρ' Ὁμήρῳ

οὐδὲ τὸ ὅρκιον, καθὰ οὐδὲ τὸἴχνιον. Ὥσπερ δὲ τὰ ὅρκια παρωνόμασται ἐκ τοῦ ὅρκου,

οὕτω καὶ ἐκ τοῦ λόγουτὰ λόγια ἤγουν οἱ χρησμοί. [Γίνεται δὲ ὁ ὅρκος ὅθεν καὶ τὸ ἕρκος·

ἐκ τοῦ εἵργωγάρ, τὸ ἐγκλείω· καθείργνυται γάρ πως ὁ ὀμνύων, οἷς ὁμολογεῖ· Κατὰ δὲ

τοὺςπαλαιοὺς παρὰ τὸ ὅρος ἀρσενικόν. ὁρίζονται γάρ τι ὁμολογητικῶς οἱ

ὀμνύοντες.συντελεῖ δὲ εἰς τὴν πρώτην ἐτυμολογίαν καὶ ἡ ὁρκάνη ἕρκος τι οὖσα,

ὡςἀκανθῶδες περίφραγμα. Προπαροξύνεται δὲ τὸ ὅρκιον ὡς οἷα κτητικὸνταὐτόσημον,

κατὰ τὸ κάπριος, αἰζήϊος καὶ τὰ ὅμοια· ἄλλως μέντοι ὤφειλεπαροξύνεσθαι κανόνι, φασί,

τοιούτῳ. Τὰ διὰ τοῦ ˉιˉοˉν τρισύλλαβα προσηγορικά,ἔχοντα πρὸ τοῦ ˉι δύο σύμφωνα

παροξύνονται, οἷον· κυμβίον, ἱστίον, ἰσχίον,ἑρκίον, εἰ μὴ ἄρα πρὸ τοῦ ˉι κεῖται

ἀμετάβολον, ὁποῖον τὸ ἴχνιον καὶ ἴκριον.] Τὸ δέ «πῇ συνθεσίαι τε καὶ ὅρκια βήσεται»

μυκτηριστικόν πώς ἐστι τοῦ «ἐννέαδὴ βεβάασιν ἐνιαυτοί». λέγει γὰρ οἱονεί, ὡς, εἰ καὶ οἱ

ἐνιαυτοὶ βεβήκασιν,ἀλλ' αἱ συνθεσίαι καὶ οἱ ὅρκοι οὐκ οἴχονται βεβηκυῖαι, ἀλλὰ

μένουσι. [Τῆς δὲσυνθεσίης, ἣν συνθήκην φασὶν οἱ μεθ' Ὅμηρον, ἡ ἀναλογία κατὰ τὴν

ἐξεσίην,ἧς χρῆσις καὶ ἐν τῇ τελευταίᾳ τῆς Ἰλιάδος ῥαψῳδίᾳ.] (ῃ. 340) Τὸ δέ «ἐν

πυρὶβουλαὶ γενοίατο» πάνυ βαρυνομένης ψυχῆς ἐστιν· οἱονεὶ γάρ φησιν, ὅτι καυθεῖεναἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

227

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!