18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασιλέως, ὡς ἐν τῷ προβουλίῳ ὥριστο. καὶ τοιοῦτον μὲν τὸ προοίμιοντοῦ γέροντος

ὑπισχνούμενον ἀνδρώδεις ἐννοίας. εἰ γὰρ οἱ πρὸ αὐτοῦ νηπιάχοιςἐοικότες ἠγόρευσαν,

αὐτὸς ἄρα οὐ τοιοῦτος ἔσεσθαι πραγματεύσεται. (ῃ. 339) Εἶτα πρὸς τὰ τοῦ Ὀδυσσέως

ἀφορῶν νοήματα διορθοῦται οἷον καὶ ὑψηλότερον αὐτὸς ἐκεῖνα διαχειρίζεται. εἰπόντος

οὖν ἐκείνου Ἀχαιῶν ὑπόσχεσιν καί, ὅτιοὐκ ἐκτελοῦσί σοι τὴν ὑπόσχεσιν, ὁ Νέστωρ

φησὶν ἀχθόμενος, ὅτι «πῇ δὴσυνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;» [(ῃ. 340 ς.) Εἶτα καὶ

τὴν ἐρώτησιν τοῦ 1.353 «πῇ δὴ τὰ εἰρημένα βήσεται» λύων καὶ πλατύνων τὸ «συνθεσίαι

τε καὶ ὅρκια»καὶ βαρέως δὲ λαλῶν ἐν σχήματι κατευχῆς φησιν,] ὅτι «ἐν πυρὶ δὴ βουλαί

τεγενοίατο μήδεά τ' ἀνδρῶν σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουναἷς

ἐπεποίθειμεν. Ἐν τούτοις γὰρ τοῖς νοήμασιν ὁ μὲν Ὀδυσσεὺς ψεῦδος κατηγορεῖ τῶν

Ἑλλήνων, ὡς μὴ ἐκτελούντων τῷ βασιλεῖ τὴν ὑπόσχεσιν,ἥτις ἦν τὸ τὴν Ἴλιον

ἐκπέρσαντα ἀπονέεσθαι, ὁ δὲ Νέστωρ γυμνότερον καὶὑψηλότερον ἀσεβείας αὐτοὺς ἢ

ἐπιορκίας γράφεται, ὡς οὐχ' ἁπλῶς ὑποσχεθέντας, ἀλλὰ καὶ συνθεμένους καὶ

ὀμόσαντας μετὰ καὶ σπονδῶν καὶ δεξιώσεων·ἅμα δέ, φασί, καὶ ὡς ἐνεδρεύσαντας

ἀπελέγχει. οὐκ ἂν γὰρ ὁ βασιλεὺς ἐστράτευσεμὴ συνθεμένων αὐτῶν. (ῃ. 342 ς.) Πάλιν

τοῦ Ὀδυσσέως τὰ ἐννέα ἔτη συντεμόντος καὶ εἰπόντος, ὅτι ἐν τῇ Αὐλίδι χθιζὰ καὶ

πρωϊζά, ἤγουν χθὲς καὶ πρωΐ,σημεῖον τοιόνδε εἴδομεν, ποιήσαντος δὲ τοῦτο

οἰκονομικῶς, ἵνα μὴ δόξῃὀνειδίζειν ἀνανδρίαν τοῖς Ἕλλησι καὶ ἀποκναίσῃ ἐκείνους εἰς

τὸν ἐφεξῆςπόλεμον, ὁ Νέστωρ ἀπεναντίας ἐρχόμενος ἐξονειδίζει οὕτως· [«Αὔτως γάρ

ῥ'ἐπέεσσ' ἐριδαίνομεν,] οὐδέ τι μῆχος εὑρεῖν δυνάμεθα, καίτοι ἀληθῶς πολὺν χρόνον

ἐνθάδ' ἐόντες». τοῦτο δὲ καὶ Ὀδυσσεὺς εἶπεν ἐν τῷ «αἰσχρόν τοι δηρόν τεμένειν κενεόν

τε νέεσθαι». ἀλλ' ἐκεῖνο μὲν γοργόν, τοῦτο δὲ εἰς πλάτος ὁ Νέστωρ παρέτεινε

μεταποιήσας τεχνικῶς τὸ νόημα. ἔτι ὁ μὲν Ὀδυσσεὺς ἀπὸ τοῦ βασιλέως ἀρξάμενος, ὡς

ἐλεγχίστου γινομένου διὰ τοὺς Ἕλληνας, εἶτα τὸνδῆμον προσφθέγγεται· «τλῆτε, φίλοι»

λέγων καὶ τὰ ἑξῆς· δίδωσι δὲ αὐτοῖς καὶσυγγνώμην οὐ νεμεσιζόμενος αὐτούς. ὁ δὲ

Νέστωρ ἀπὸ τοῦ πλήθους εἰς τὸνβασιλέα μετελήλυθε τῷ μὲν λαῷ προσενεχθεὶς

ὀνειδιστικώτερον καὶ βαρύτερον,ὡς προείρηται, τῷ δὲ βασιλεῖ συμβουλεύων φυλάττειν

τὴν ἀρχικὴν ἐμβρίθειανκαὶ μὴ ποιεῖν ἑαυτὸν ὑπὸ τοῖς Ἕλλησι καὶ οὕτω καταπλήττων

τὸ πλῆθος, ὡςδέον ὂν ἄρχεσθαι καὶ μὴ θέλειν ἄρχειν τοῦ βασιλέως. (ῃ. 344–7) Φησὶ γάρ·

«Ἀτρείδη, σὺ δέ θ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευ Ἀργείοισι κατὰκρατερὰς

ὑσμίνας», ἤγουν μὴ ἐκείνοις ἀνατίθει τὸ πᾶν, ἀλλὰ σὺ προηγούμενοςἔχε ἑπομένους

ἐκείνους «τούσδε δ' ἔα φθινύθειν, ἕνα καὶ δύο, οἳ Ἀχαιῶν νόσφιβουλεύουσιν· ἄνυσις δ'

οὐκ ἔσσεται αὐτῶν», οἱονεὶ λέγων, ὅτι οὐ χρὴ εἰπεῖν,ὅτι τλῆτε, φίλοι, ἀλλὰ ὡς

ἀρχομένους ποιεῖν ὑπὸ τῇ βασιλικῇ βουλῇ τοὺς Ἀχαιοὺς καὶ ἄκοντας. Ἔτι Ὀδυσσεὺς

μὲν εἰς τὸ τοῦ δράκοντος ἀνατρέχει σύμβολον δημοχαριστικῶς, ὥς φασιν οἱ παλαιοί,

προβαλλόμενος τὰς μαντείας τοῦ Κάλχαντος, ὃς ἐλύπει τὸν βασιλέα, ὡς ἐν τῇ αʹ

ῥαψῳδίᾳ δεδήλωται. ὁ δὲ Νέστωρ ὑψηλότερον καὶ σεμνότερον τὸν λόγον

μεταχειριζόμενος οὐκ ἐκ τῶνκάτω καὶ περὶ γῆν οὐδ' ἔκ τινος τῶν θνητῶν τὰ σημεῖα

λαμβάνει, ἀλλ' ἀπ'αὐτοῦ τοῦ ∆ιός. (ῃ. 348–55) Φησὶ γὰρ ὅτι οὐκ ἔστι «πρὶν Ἄργοσδε

ἰέναι, πρὶνἂν γνῶναι εἴτε ψεῦδος» [καὶ, κοινότερον εἰπεῖν, ψευδὴς] ἡ τοῦ «∆ιὸς

ὑπόσχεσις 1.354 εἴτε καὶ μή. φημὶ γὰρ οὖν κατανεῦσαι τὸν ∆ία, ὅτε νηυσὶν ἐπ'

ὠκυπόροιςἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες, ἀστράπτων

ἐπιδέξια,ἐναίσιμα σήματα φαίνων». Πάνυ οὖν σεμνότερον τὸ τοῦ Νέστορος, εἴγε

τὴνστρουθὸν καὶ τοὺς νεοσσοὺς ἀφεὶς ἐπὶ τὸν ὕπατον ∆ία φέρεται. (ῃ. 349)καὶ ὅρα τὸ

«∆ιὸς ὑπόσχεσις». ἐπὶ μὲν γὰρ Ἑλλήνων οὐκ ἠθέλησεν αὐτὸ εἰπεῖνὁ Νέστωρ, ἀλλὰ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

226

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!