18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔφαγε στρουθοῖο», περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται τὰδοκοῦντα τοῖς παλαιοῖς.

Ἐνταῦθα δὲ οἱ παλαιοὶ παρασημειοῦνται τὸ τοῦ ὄχλουπαλίμβολον, ὅπως οἱ αὐτοὶ καὶ

φεύγειν ἦσαν ἑτοιμότατοι καὶ μένειν αὖτις ῥᾷονἀνεπείσθησαν. ἐπιφωνοῦσι δὲ καὶ τὸ

τοῦ Εὐπόλιδος· «οἷόν γέ ποὐστὶγλῶσσ' ἀνθρώπου», εἴπερ ὁ μὲν λέγων «φεύγωμεν»

ἀναπτεροῖ, ὁ δὲ αὖθιςπείθει λέγων «μίμνωμεν». (ῃ. 333) Τὸ δέ «μέγα ἴαχον» αὐξητικῶς

εἴρηται·ἁπλῶς μὲν γὰρ πρὸ ὀλίγου ἴαχεν ἡ μήτηρ στρουθός, οἱ δὲ Ἀργεῖοι μέγα ἴαχον.(ῃ.

334) Ὁ δὲ κόναβος καὶ τὸ κοναβίζειν καὶ κοναβεῖν–διφορεῖται γὰρ καὶαὐτό–ἦχός ἐστι

ξύλων ξηρῶν πεπληγότων ἢ μᾶλλον, κοινότερον εἰπεῖν, ἦχοςσωμάτων ξηρῶν. ἐρεῖ γὰρ

μετ' ὀλίγα· «χθὼν κονάβιζε». [(ῃ. 335) Τοῦ δὲἐπαινῶ ἐπαινήσω, οὗ κοινότερον τὸ

ἐπαινέσω, χρῆσις καὶ παρ' Ἡσιόδῳ καὶἄλλοις.] (ῃ. 336) Ὅτι γερήνιος Νέστωρ ἢ ὁ ἔντιμος

παρὰ τὸ γέρας ἢ ὅτι,ὁπηνίκα ἡ Πύλος ὑφ' Ἡρακλέος ἑάλω, καθάπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ

εἴρηται,αὐτὸς ἐν Γερήνοις ἢ ἔτυχε τρέφεσθαι ἢ ἤχθη φυγάς. Γέρηνα δέ, ὡς καὶ ἐν τῷ

Καταλόγῳ ῥηθήσεται, τόπος περὶ τὴν Πελοπόννησον ἤτοι πόλις Μεσσηνιακή,ἡ

λεγομένη καὶ Γερηνία, καθὰ καὶ ὁ Γεωγράφος φησί. λέγεται δὲ ἡ πόλις αὕτηκαὶ ἑνικῶς

Γέρηνον, ὡς Ἡσίοδος· «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ»,καὶ πληθυντικῶς,

ὡς ὁ αὐτός· «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺςἕνδεκα· δωδέκατος δὲ

Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ' ἱπποδάμοισι Γερήνοις», ἀπὸ εὐθείας

τῆς Γέρηνος Γερήνου. ὁ δὲ Γεωγράφος λέγεικαί, ὅτι δεικνύουσι παρ' αὐτοῖς οἱ τῆς

κοίλης Ἤλιδος Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γερήνιον· τοῦτο δὲ καὶ

Μεσσήνιοι ποιοῦσι καὶ 1.352 μᾶλλον γνώριμά φασιν εἶναι τὰ παρ' ἐκείνοις Γέρηνα. Ἐν

τοῖς Αἰλίου ∆ιονυσίου φέρεται καί, ὅτι γέρην ἡ θήλεια γέρανος. (ῃ. 337) Ὅτι

ἐνδεικνύμενοςκἀνταῦθα ὁ ποιητής, ὅπως εὐπόρως ἔχει τοῦ ῥητορεύειν καὶ ὅτι τὸ

καλῶςῥηθὲν δύναται καὶ κάλλιον εἰπεῖν, τὴν τοῦ Ὀδυσσέως ῥητορείαν

μεταχειρισάμενος ὑπὸ κρείττονι ῥήτορι τῷ Νέστορι–οὗτοι γὰρ οἱ δύο τῶν λοιπῶν ἐν

ῥητορείᾳὑπερφέρουσι–νικᾷ, ὡς καὶ προερρέθη, τοῖς δευτέροις νοήμασι πολλῷ πάνυτῷ

μέσῳ τὰ πρότερα καί, ὡς εἴπερ ἀνὴρ νικήσειε παῖδα δημηγοροῦντα,καθάπερ αὐτὸς

ἐπισημαίνεται ἐν τῷ εἰπεῖν· «ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότεςἀγοράασθε νηπιάχοις», [ὃ

δοκεῖ πρὸς ἔριν ἢ μίμησιν εἰρῆσθαι Ὀδυσσέωςεἰκάσαντος πρὸ ὀλίγων τοὺς Ἀχαιοὺς

παισὶ νεαροῖς.] Πολλὰ μὲν οὖν ὁ Νέστωροὐ φιλοτιμεῖται εἰπεῖν νοήματα, ὑψηλὰ δέ. διὸ

οὐδὲ ὑπερπαίει πάνυ τὸν Ὀδυσσέαπλήθει ἐπιχειρημάτων ἀλλὰ μᾶλλον ποιότητι.

ἐπιλέγεται γὰρ τὰ ἐκείνου καὶμεταγαγὼν αὐτὰ εἰς τὸ ὑψηλότερον καὶ ἐπεξεργασάμενος,

οὕτω περαίνει τὴνδημηγορίαν, προσεπιθείς τι καὶ αὐτός, ὡς εἰρήσεται, καὶ ποιήσας τὸ

καλὸνκάλλιον. Ἐν πρώτοις οὖν σχετλιάσας διὰ τοῦ «ὦ πόποι», εἶτα οὐ πρὸς τὸνβασιλέα

τὸν λόγον εὐθὺς ἀποτείνει, ὡς Ὀδυσσεὺς ἐποίησε, καίτοι ἀλλαχοῦποιεῖν αὐτὸ εἰωθώς,

ἀλλὰ σφοδρῶς καὶ παρρησιαστικῶς τὸν λόγον μεταχειριζόμενος πρὸς μόνον μὲν αὐτὸν

τὸν Ὀδυσσέα οὐ στρέφει τὸν λόγον–ἦν γὰρ καὶτοῦτο πάνυ καταφορικὸν καὶ

ἀκράχολον–λεαίνει δὲ τῷ κοινῷ πληθυσμῷ τὴνσφοδρότητα λέγων· (ῃ. 337 ς.) «ἦ δὴ

παισὶν ἐοικότες ἀγοράασθε» καὶπαισὶν οὐ τοῖς τυχοῦσιν, ἀλλὰ νηπιάχοις. τοῦτο δὲ λέγει

οὐχ' ὅτι νήπιόν τι ὁὈδυσσεὺς ἐφθέγξατο, ἀλλ' ὅτι μηδὲν εἶπε στρατηγικῶς περὶ

πολεμικῆς ἐκτάξεως, ὅπερ αὐτὸς μετ' ὀλίγα ποιήσει, ἐν οἷς ἐρεῖ, ὅτι «κρῖν' ἄνδρας κατὰ

φῦλα,κατὰ φρήτρας Ἀγάμεμνον» καὶ τὰ ἑξῆς. ∆ιὰ τοῦτο οὖν δημηγορίᾳ

νηπιάχωνεἰκάζει τὰ φθάσαντα λαληθῆναι, διότι δηλαδὴ τακτικὴ παραγγελία οὐκ

ἔγκειταιαὐτοῖς. διὰ τοῦτο εἰπών «νηπιάχοις ἐοικότες» φησίν· «οἷς οὔ τι μέλει

πολεμήϊαἔργα». τάχα δὲ οὐ διὰ μόνον τὸν Ὀδυσσέα εἴρηται ταῦτα, ἀλλὰ καὶ διὰ

τὸ»φεύγωμεν» τὸ τοῦ Ἀγαμέμνονος· Ἔξεστι γὰρ τῷ γέροντι καθάπτεσθαι λόγοις τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

225

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!