18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πεποίηκε μεμνημένον ἐνταῦθα ὁ ποιητὴς οἷατῇ παραδόσει τοῦ μύθου ἀκολουθῶν.

[Καινὸν δὲ οὐδὲν καὶ τοιοῦτον ἀνατεθεῖσθαιλίθον ἐν τοῖς ἐκεῖ· Ἐπεί τοι καὶ

Παλαμήδους ἐπινοησαμένου κυβείαν καὶ πεττείαν ἐν Ἰλίῳ εἰς παραμύθιον λιμοῦ

κατασχόντος τὴν στρατιὰν λίθος ἐκεῖ ἐδείκνυτο,καθὰ Πολέμων ἱστορεῖ, ἐφ' οὗ

ἐπέσσευον. τῆς δὲ τοιαύτης ἐπινοίας τοῦ Παλαμήδους καὶ τῆς εὑρέσεως δὲ τοῦ χρόνου,

ἣν καὶ αὐτὴν ἐκεῖνος ἐσοφίσατο,μάρτυρα παράγουσι Σοφοκλῆν, ὃς ἐν δράματι ὁμωνύμῳ

τῷ εὑρετῇ Παλαμήδῃφησίν· «οὐ λιμὸν οὗτος τόνδ' ἀπῶσε, σὺν θεῷ εἰπεῖν, χρόνου τε

διατριβὰςσοφωτάτας ἐφεῦρε φλοίσβου μετὰ κοπὴν καθημένοις, πεσσοὺς κύβους τε

τερπνὸνἀργίας ἄκος;» ἐμαρτύρουν δὲ καὶ Ἀργεῖοι, παρ' οἷς ἦν, φασίν, ὁ λεγόμενος

Παλαμήδους πεσσός. Ὅτι δὲ τὴν αὐτῶν εὕρεσιν Αἰγυπτίοις ἀνατιθέασιν ἕτεροι καὶ ὅτι

οὐ παικτικὴ ἀλλὰ φιλόσοφος ἡ Αἰγυπτιακὴ πεττεία λέγεται, ἐνἄλλοις δηλοῦται. καὶ

οὕτω μὲν εἰρημένα ἔστω οὐκ ἀλυσιτελῶς καὶ ταῦτα.] Σημείωσαι δὲ ὅτι οὐδεμίαν

πρέπουσαν τῷ πράγματι λέξιν ἀφῆκεν ὁ ποιητής.σῆμά τε γὰρ εἶπε τὸ κατὰ τὸν

δράκοντα, οἷον· «ἔνθα ἐφάνη μέγα σῆμα, δράκωνἐπὶ νῶτα δαφοινός, σμερδαλέος». μετὰ

δὲ τοὺς στρουθοὺς καὶ τὴν ἀπολίθωσιντὸ αὐτὸ καὶ δεινὰ πέλωρα εἶπε καὶ τέρας δὲ

ὕστερον ἐπωνόμασεν ἐν τῷ «ἡμῖντόδ' ἔφηνε τέρας». Ὅρα δὲ καὶ ὅτι οὐκ ᾐδέσθη ὁ

ποιητὴς τρὶς ἐνταῦθα τὸἔνθα εἰπεῖν· «ἔνθα ἐφάνη δράκων» καὶ μετὰ δύο στίχους «ἔνθα

ἦσαν στρουθοῖονεοσσοί». καὶ αὖ μεθ' ἑτέρους δύο «ἔνθ' ὅ γε τοὺς κατήσθιε». Τὸ δέ

«ἐφάνη» 1.347 κυριωτάτη λέξις· ὑπὸ γὰρ τῷ βωμῷ, καθὰ ἐρρέθη, κρυπτόμενος εἰς φῶς

ἐπέμφθη, ὃ ταὐτόν ἐστι τῷ ἐφάνη. διὸ καὶ παρακατιὼν λέγει· «θεός, ὅς περ ἔφηνε»καὶ

«ἡμῖν τόδ' ἔφηνε τέρας» ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον, ὡς καὶ τῷἔθηκεν, ἔνθα

φησίν· «ἀρίζηλον ἔθηκε θεός» καὶ «λᾶαν γάρ μιν ἔθηκε». ∆αφοινὸςδὲ νῶτα ὁ μέλας

παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸν φόνον, ὃ δηλοῖ τὸ αἷμα· μέλανδὲ τὸ αἷμα. (ῃ. 309)

Σμερδαλέος δὲ νῦν μὲν ἐπὶ δράκοντος καὶ δηλοῖ τὸν τῇὄψει καταπληκτικὸν ἀπὸ τοῦ

μέρδω τὸ βλέπω, καθά φασιν οἱ παλαιοί, ὅτι γεκαὶ ὁ δράκων αὐτὸς ὁμοίως ἀπὸ τοῦ

δέρκω λέγεται. λέγεται δέ ποτε καὶ ἐπὶτοῦ ἁπλῶς καταπληκτικοῦ ἡ λέξις, οἷον ὅτε εἴπῃ·

«σμερδαλέον κονάβησαν»καὶ «σμερδαλέον δ' ἐβόησε». τὸ δὲ σμερδαλέον καὶ σμερδνόν

λέγεται· καθίσταται δὲ ἡ λέξις οὕτω. μερίζω καὶ συγκοπὲν μέρζω καὶ ∆ορικῶς μέρδω,

τὸπανταχοῦ μερίζω καὶ διαπεταννύω τὴν ὄψιν, καὶ μετὰ τοῦ ˉζˉα ἐπιτατικοῦ

κατὰσυγκοπὴν ζμέρδω κατὰ τοὺς παλαιοὺς γραμματικούς, ἐφ' ὧν καὶ τὸ Ζμύρνακαὶ τὸ

ζμικρός διὰ τοῦ ˉζ κατήρχετο καταργηθέντος παρὰ τῶν ὕστερον, ὡς καὶπρογέγραπται,

τῇ ἀντιθέσει τοῦ ˉσ. σμέρδω τοίνυν καὶ ἐξ αὐτοῦ τὸ σμερδνόνκαὶ τὸ σμερδαλέον. (ῃ.

311) Ἡ δὲ στρουθὸς εἶδος μικροῦ ὀρνέου ἀνειμένου τῇἈφροδίτῃ διά τε τὸ ὡς ἐν μεγέθει

οὐ μεγάλῳ πολύγονον, ὡς ἐρρέθη, καὶ διὰ τὸχαίρειν τῇ μίξει, ὅθεν καὶ στρουθὸς λέγεται

παρὰ τὸ μετὰ οἴστρου θέειν. διὸ καὶὀξύνεται ἡ λέξις κατὰ κανόνα τοιοῦτον. Τὰ εἰς

ˉθˉοˉς δισύλλαβα φύσει μακρᾷπαραληγόμενα, ἔχοντα τὸ θέειν ἐγκείμενον, ὀξύνονται,

οἷον βοηθός, ἀγαθός·οὕτω καὶ στρουθός. τὰ δὲ μὴ τοιαῦτα βαρύνονται, Ξοῦθος κύριον,

Ζῆθος,μῦθος. Ἀφ' ὧν δὲ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων ἱστορίας διαζωγραφεῖ τὴν

στρουθόν, ἔοικεν εἶναι αὕτη ὁ λεγόμενος ἰδιωτικώτερον τρωγλίτης. ἰστέον δὲὅτι ἡ μὲν

τοιαύτη στρουθὸς εἰδικῶς οὕτω λέγεται, ἔστι δὲ ἄλλως καὶ γενικὴλέξις. Αἴλιος γοῦν

∆ιονύσιος ὁ Ἁλικαρνασσεύς, ἐν οἷς γράφει πρὸς Σκύμνον,φησίν· «ἄγριαι στρουθοὶ αἱ

στρουθοκάμηλοι». δῆλον δὲ ὅτι καὶ Λιβυκαὶστρουθοὶ αἱ αὐταὶ λέγονται. [ὅτι δὲ ἀπὸ τῆς

στρουθοῦ καὶ στρουθίζειν τὸ εὐτελῶς πως ᾄδειν, δηλοῖ καὶ ὁ Κωμικός.] Τὸ δὲ νεοσσοί τὰ

νεογνὰ δηλοῖ, [ὡς ἀπὸτοῦ νέον ἤγουν νεωστὶ ὄσσεσθαι, ὅ ἐστι βλέπειν ἢ βλέπεσθαι.], ἢ

παρὰ τὸ νέονσεύεσθαι ἤτοι κινεῖσθαι τραπέντος τοῦ νῦ εἰς σίγμα, ὡς καὶ ἐν τῷ σύσσιτος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

222

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!